§7.1ΖΕΥΣ
Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ;
宙斯赫尔墨斯,你知道伊那科斯那个漂亮的女儿吗?
ΕΡΜΗΣ
Ναί· τὴν Ἰὼ λέγεις;
赫尔墨斯是的,你是说伊俄吗?
ΖΕΥΣ
Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.
宙斯她不再是个姑娘了,而是一头小母牛。
ΕΡΜΗΣ
Τεράστιον τοῦτο·
赫尔墨斯这太令人吃惊了。
τῷ τρόπῳ δ’ ἐνηλλάγη;
她是怎么被改变的?
ΖΕΥΣ
Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν.
宙斯赫拉出于嫉妒把她变了。
ἀλλὰ καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.
不仅如此,她还对那个可怜的家伙施加了另一个可怕的新阴谋:她指派了一个名叫阿耳戈斯的多眼牧人,他彻夜不眠地放牧着那头小母牛。
ΕΡΜΗΣ
Τί οὖν ἡμᾶς χρὴ ποιεῖν;
赫尔墨斯那么我们该怎么做?
ΖΕΥΣ
Καταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον·
宙斯飞下到涅墨亚——阿耳戈斯大概就在那儿放牧——杀了他,然后把伊俄渡海带到埃及,使她成为伊西斯。
καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σῳζέτω τοὺς πλέοντας.
此后让她成为当地人的神明,并让其使尼罗河泛滥,派遣风暴,拯救航海之人。