§6.1ΕΡΩΣ
Ἀλλ' εἰ καί τι ἥμαρτον, ὦ Ζεῦ, σύγγνωθί μοι·
爱神但是,宙斯,即使我犯了什么错,也请宽恕我吧。
παιδίον γάρ εἰμι καὶ ἔτι ἄφρων.
因为我只是个孩子,还少不更事。
ΖΕΥΣ
Σὺ παιδίον ὁ Ἔρως, ὃς ἀρχαιότερος εἶ πολὺ Ἰαπετοῦ;
宙斯你还是个孩子,厄洛斯? 你可是比伊阿佩托斯还要古老得多呢!
ἢ διότι μὴ πώγωνα μηδὲ πολιὰς ἔφυσας, διὰ ταῦτα καὶ βρέφος ἀξιοῖς νομίζεσθαι γέρων καὶ πανοῦργος ὤν;
难道就因为你没长胡须,也没生白发,你就凭这要求被当成一个婴儿,尽管你其实是个老奸巨猾的家伙?
ΕΡΩΣ
Τί δαί σε μέγα ἠδίκησα ὁ γέρων ὡς φῂς ἐγώ, διότι με καὶ πεδῆσαι διανοῇ;
爱神那么,像你所说的我这个“老家伙”,究竟对你犯下了什么大罪,以至于你竟然打算把我锁起来?
ΖΕΥΣ
Σκόπει, ὦ κατάρατε, εἰ μικρά, ὃς ἐμοὶ μὲν οὕτως ἐντρυφᾷς, ὥστε οὐδέν ἐστιν ὃ μὴ πεποίηκάς με, σάτυρον, ταῦρον, χρυσόν, κύκνον, ἀετόν·
宙斯你想看,你这该死的家伙,这难道是小事吗? 你如此捉弄我,以至于没有什么是我没变过的:萨堤罗斯、公牛、黄金、天鹅、老鹰。
ἐμοῦ δὲ ὅλως οὐδεμίαν ἥντινα ἐρασθῆναι πεποίηκας, οὐδὲ συνῆκα ἡδὺς γυναικὶ διὰ σὲ γεγενημένος, ἀλλά με δεῖ μαγγανεύειν ἐπ' αὐτὰς καὶ κρύπτειν ἐμαυτόν·
可你却从来没有让任何女人真正爱上我本人,我也从没因为你而在女人面前显得讨喜并与她们亲近,反而我必须对她们施展法术、隐藏自己。
αἱ δὲ τὸν μὲν ταῦρον ἢ κύκνον φιλοῦσιν, ἐμὲ δὲ ἢν ἴδωσι, τεθνᾶσιν ὑπὸ τοῦ δέους.
她们爱那头公牛或天鹅,但若是见到我,就会吓得魂飞魄散。
§6.2ΕΡΩΣ
Εἰκότως·
爱神这是理所当然的。
οὐ γὰρ φέρουσιν, ὦ Ζεῦ, θνηταὶ οὖσαι τὴν σὴν πρόσοψιν.
宙斯,因为她们只是凡人,无法承受你的真容。
ΖΕΥΣ
Πῶς οὖν τὸν Ἀπόλλω ὁ Βράγχος καὶ ὁ Ὑάκινθος φιλοῦσιν;
宙斯那为什么布兰科斯和许阿铿托斯会爱阿波罗呢?
ΕΡΩΣ
Ἀλλὰ ἡ Δάφνη κἀκεῖνον ἔφευγε καίτοι κομήτην καὶ ἀγένειον ὄντα.
爱神可是达芙妮还是躲避着他,哪怕他留着长发、没有胡须。
εἰ δ’ ἐθέλεις ἐπέραστος εἶναι, μὴ ἐπίσειε τὴν αἰγίδα μηδὲ τὸν κεραυνὸν φέρε, ἀλλ’ ὡς ἥδιστον ποίει σεαυτὸν, ἁπαλὸν ὀφθῆναι, καθειμένος βοστρύχους, τῇ μίτρᾳ τούτους ἀνειλημμένος, πορφυρίδα ἔχε, ὑποδέου χρυσίδας, ὑπ' αὐλῷ καὶ τυμπάνοις εὔρυθμα βαῖνε, καὶ ὄψει ὅτι πλείους ἀκολουθήσουσί σοι τῶν Διονύσου Μαινάδων.
如果你想变得讨人喜欢,就不要摇动埃癸斯神盾,也不要手持雷霆,而是要把自己装扮得尽可能讨喜,看起来温和柔美,垂下卷发,用束发带扎好,穿上紫袍,穿上金凉鞋,伴着长笛和手卷的节奏优雅地迈步。 这样,你就会看到追随你的人比追随狄奥尼索斯的迈纳德斯们还要多。
ΖΕΥΣ
Ἄπαγε·
宙斯走开!
οὐκ ἂν δεξαίμην ἐπέραστος εἶναι τοιοῦτος γενόμενος.
我才不愿通过变成那样来换取被爱。
ΕΡΩΣ
Οὐκοῦν, ὦ Ζεῦ, μηδὲ ἐρᾶν θέλε·
爱神那么,宙斯,就请连爱也不要奢望了。
ῥᾴδιον γὰρ τοῦτό γε.
这倒是很容易办到的。
ΖΕΥΣ
Οὔκ, ἀλλὰ ἐρᾶν μέν, ἀπραγμονέστερον δὲ αὐτῶν ἐπιτυγχάνειν·
宙斯不,爱还是要爱的,只是希望能更省事地得到她们。
ἐπὶ τούτοις αὐτοῖς ἀφίημί σε.
正是基于这个条件,我放你走。