Humanitext Reader

琉善 · 众神对话录 §2.1-2.4

潘请求赫尔墨斯承认父子关系

第 2 段,共 25 段 · 希腊语

内容简介

长着山羊模样的潘接近赫尔墨斯并认其为父,吹嘘自己的身世之谜、音乐才能以及军事功绩。赫尔墨斯虽然极度无奈,但最终以不在人前称呼他为父亲为条件,勉强接受了潘。

§2.1ΠΑΝ Χαῖρε, ὦ πάτερ Ἑρμῆ.
潘你好,赫尔墨斯父亲。
ΕΡΜΗΣ Μὴ καὶ σύ γε.
赫尔墨斯你也不要这样。
ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ;
不过,我怎么成了你的父亲?
ΠΑΝ Οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις;
潘你难道不是凯勒涅的赫尔墨斯吗?
ΕΡΜΗΣ Καὶ μάλα.
赫尔墨斯正是如此。
πῶς οὖν υἱὸς ἐμὸς εἶ;
那么你怎么会是我的儿子?
ΠΑΝ Μοιχίδιός εἰμι, ἐξ ἔρωτός σοι γενόμενος.
潘我是私生子,因你的一段情欲而生。
ΕΡΜΗΣ Νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα·
赫尔墨斯凭宙斯起誓,大概是哪只公山羊和母山羊偷情了吧。
ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς;
因为你怎么可能属于我,你长着角,长着这样的鼻子,满脸蓬乱的胡须,分叉的山羊蹄,还有屁股上方的尾巴?
ΠΑΝ Ὅσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος.
潘父亲,无论你如何嘲笑我,你都让作为你儿子的我蒙羞,倒不如说是让你自己蒙羞,因为是你生下并制造了这样的东西,而我是无罪的。
ΕΡΜΗΣ Τίνα καὶ φῄς σου μητέρα;
赫尔墨斯你倒说说谁是你的母亲?
ἤ που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε;
难道我在不知不觉中和母山羊偷情了吗?
ΠΑΝ Οὐκ αἶγα ἐμοίχευσας, ἀλλ’ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω.
潘你没有和母山羊偷情,但你想想,你是否曾在阿卡迪亚强占过一个自由民的姑娘?
τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς;
你为什么咬着手指思索,困惑了这么久?
τὴν Ἰκαρίου λέγω Πηνελόπην.
我说的是伊卡里俄斯的女儿珀涅罗珀。
ΕΡΜΗΣ Εἶτα τί παθοῦσα ἐκείνη ἀντ' ἐμοῦ τράγῳ σε ὅμοιον ἔτεκεν;
赫尔墨斯那么,她究竟中了什么邪,竟然没有生下像我的人,反而生下了你这个像公山羊的家伙?
§2.2ΠΑΝ Αὐτῆς ἐκείνης λόγον σοι ἐρῶ· ὅτε γάρ με ἐξέπεμπεν ἐπὶ τὴν Ἀρκαδίαν, Ὦ παῖ, μήτηρ μέν σοι, ἔφη, ἐγώ εἰμι, Πηνελόπη ἡ Σπαρτιᾶτις, τὸν πατέρα δὲ γίνωσκε θεὸν ἔχων Ἑρμῆν Μαίας καὶ Διός.
潘我把她自己的话告诉你:因为当她把我送到阿卡迪亚时,她说:“孩子,我是你的母亲,斯巴达的珀涅罗珀,但你要知道,你的父亲是迈亚和宙斯之子赫尔墨斯神。
εἰ δὲ κερασφόρος καὶ τραγοσκελὴς εἶ, μὴ λυπείτω σε· ὁπότε γάρ μοι συνῄει ὁ πατὴρ ὁ σός, τράγῳ ἑαυτὸν ἀπείκασεν, ὡς λάθοι, καὶ διὰ τοῦτο ὅμοιος ἀπέβης τῷ τράγῳ.
如果你长着角、长着山羊腿,不要难过;因为当你的父亲与我结合时,他为了不被人发现,把自己变成了一只公山羊,因此你最后变得像公山羊了。
ΕΡΜΗΣ Νὴ Δία, μέμνημαι ποιήσας τοιοῦτόν τι.
” 赫尔墨斯凭宙斯起誓,我确实记得做过这样的事。
ἐγὼ οὖν ὁ ἐπὶ κάλλει μέγα φρονῶν, ἔτι ἀγένειος αὐτὸς ὢν σὸς πατὴρ κεκλήσομαι καὶ γέλωτα ὀφλήσω παρὰ πᾶσιν ἐπὶ τῇ εὐπαιδίᾳ;
那么,对自己的美貌大为自豪、至今自己还未长胡须的我,就要被称为你的父亲,并因为这个“优秀的儿子”而成为众人的笑柄吗?
§2.3ΠΑΝ Καὶ μὴν οὐ καταισχυνῶ σε, ὦ πάτερ·
潘然而,父亲,我绝不会让你丢脸。
μουσικός τε γάρ εἰμι καὶ συρίζω πάνυ καπυρόν, καὶ ὁ Διόνυσος οὐδὲν ἐμοῦ ἄνευ ποιεῖν δύναται, ἀλλὰ ἑταῖρον καὶ θιασώτην πεποίηταί με, καὶ ἡγοῦμαι αὐτῷ τοῦ χοροῦ·
因为我精通音乐,笛子吹得十分清脆,狄奥尼索斯没有我什么事也做不成,而是把我当作同伴和同行者,我为他领舞。
καὶ τὰ ποίμνια δὲ εἰ θεάσαιό μου, ὁπόσα περὶ Τεγέαν καὶ ἀνὰ τὸ Παρθένιον ἔχω, πάνυ ἡσθήσῃ·
如果你看到我在特革亚周围和帕耳特尼翁山上拥有的那么多羊群,你一定会非常高兴。
ἄρχω δὲ καὶ τῆς Ἀρκαδίας ἁπάσης· πρῴην δὲ καὶ Ἀθηναίοις συμμαχήσας οὕτως ἠρίστευσα Μαραθῶνι, ὥστε καὶ ἀριστεῖον ᾑρέθη μοι τὸ ὑπὸ τῇ ἀκροπόλει σπήλαιον.
我还统治着整个阿卡迪亚;前不久,我还与雅典人并肩作战,在马拉松建立了如此卓越的功勋,以至于卫城底下的山洞都被选为奖赏赐予了我。
ἢν γοῦν εἰς Ἀθήνας ἔλθῃς, εἴσῃ ὅσον ἐκεῖ τοῦ Πανὸς ὄνομα.
总之,如果你去雅典,就会知道潘的名字在那里有多么响亮。
§2.4ΕΡΜΗΣ Εἰπὲ δέ μοι, γεγάμηκας, ὦ Πάν, ἤδη;
赫尔墨斯不过告诉我,潘,你已经结婚了吗?
τοῦτο γάρ, οἶμαι, καλοῦσίν σε.
我想,他们就是这么称呼你的。
ΠΑΝ Οὐδαμῶς, ὦ πάτερ·
潘绝没有,父亲。
ἐρωτικὸς γάρ εἰμι καὶ οὐκ ἂν ἀγαπήσαιμι συνὼν μιᾷ.
因为我很风流,不满足于只和一个女子在一起。
ΕΡΜΗΣ Ταῖς οὖν αἰξὶ δηλαδὴ ἐπιχειρεῖς.
赫尔墨斯那么,你显然是在打母山羊的主意了。
ΠΑΝ Σὺ μὲν σκώπτεις, ἐγὼ δὲ τῇ τε Ἠχοῖ καὶ τῇ Πίτυϊ σύνειμι καὶ ἁπάσαις ταῖς τοῦ Διονύσου Μαινάσι καὶ πάνυ σπουδάζομαι πρὸς αὐτῶν.
潘你是在嘲笑我,但我与厄科、皮堤斯以及狄奥尼索斯所有的迈纳德们在一起,并且深受她们的喜爱。
ΕΡΜΗΣ Οἶσθα οὖν, ὦ τέκνον, ὅ τι χαρίσῃ τὸ πρῶτον αἰτοῦντί μοι;
赫尔墨斯那么,孩子,你知道我向你提出第一个请求时,你会满足我什么吗?
ΠΑΝ Πρόσταττε, ὦ πάτερ· ἡμεῖς μὲν ἴδωμεν ταῦτα.
潘吩咐吧,父亲,我们走着瞧。
ΕΡΜΗΣ Καὶ πρόσιθί μοι καὶ φιλοφρονοῦ·
赫尔墨斯走近我,向我表示亲近。
πατέρα δὲ ὅρα μὴ καλέσῃς με ἄλλου ἀκούοντος.
但要注意,在有别人听着的时候,千万不要叫我父亲。

词汇与语法注释

  1. 2.1Μὴ καὶ σύ γε — 对问候语 `χαῖρε` 或称呼 `πάτερ` 的强烈拒绝。此处省略了诸如 `ποιεῖ` 或 `λέγε` 这样的动词,意为“你也不要[这样做/这样叫我]”。
  2. 2.1ἔλαθον αἶγα μοιχεύσας — `λανθάνω` 连用分词结构,表示主语“在不自觉中做某事”或“背着人做某事”。这里赫尔墨斯自嘲地问,自己是否在不知不觉中与母山羊偷了情。
  3. 2.1τί παθοῦσα — 惯用语 `τί παθών / τί παθοῦσα` 连用限定动词,表示惊讶、愤慨或困惑,意为“她究竟中了什么邪”、“她出了什么事才会……”。
  4. 2.4τοῦτο γάρ, οἶμαι, καλοῦσίν σε — 针对“潘”(Πάν)这一名字与“一切”(πᾶν)的词源双关。在回答“你已经结婚了吗”这一问题时,暗含了“因为这就是人们称呼你的名字(意指与一切人交好/风流之辈)”。

引用这一段

琉善, 众神对话录 §2.1-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:2.1-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。