Humanitext Reader

琉善 · 众神对话录 §1.1-1.2

阿瑞斯对宙斯狂言的嘲讽与赫尔墨斯的劝阻

第 1 段,共 25 段 · 希腊语

内容简介

阿瑞斯向赫尔墨斯嘲笑宙斯夸耀自己全能的威胁,并提及宙斯曾因害怕被其他神明捆绑而战栗的往事;赫尔墨斯则因担心招致灾祸而一再劝阻他保持沉默。

§1.1ΑΡΗΣ Ἤκουσας, ὦ Ἑρμῆ, οἷα ἠπείλησεν ἡμῖν ὁ Ζεύς, ὡς ὑπεροπτικὰ καὶ ὡς ἀπίθανα;
阿瑞斯赫尔墨斯,你听见宙斯是如何威胁我们的了吗? 那是多么傲慢,多么令人难以置信啊?
Ἢν ἐθελήσω, φησίν, ἐγὼ μὲν ἐκ τοῦ οὐρανοῦ σειρὰν καθήσω, ὑμεῖς δὲ ἀποκρεμασθέντες κατασπᾶν βιάσεσθέ με, ἀλλὰ μάτην πονήσετε· οὐ γὰρ δὴ καθελκύσετε·
他说:“如果我想,我就从天上垂下一条锁链,而你们悬挂在上面,极力想把我拉下来,但你们只是徒劳;因为你们绝对拉不下来。
εἰ δὲ ἐγὼ θελήσαιμι ἀνελκύσαι, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τὴν γῆν ἅμα καὶ τὴν θάλασσαν συνανασπάσας μετεωριῶ·
但若我想把你们拉上来,我不仅要把你们,还要连同大地和海洋一起拉上来,悬在空中。
καὶ τἆλλα ὅσα καὶ σὺ ἀκήκοας.
”还有其他那些你也听到的各种大话。
ἐγὼ δὲ ὅτι μὲν καθ' ἕνα πάντων ἀμείνων καὶ ἰσχυρότερός ἐστιν οὐκ ἂν ἀρνηθείην, ὁμοῦ δὲ τῶν τοσούτων ὑπερφέρειν, ὡς μὴ καταβαρήσειν αὐτόν, ἢν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν προσλάβωμεν, οὐκ ἂν πεισθείην.
但我,虽然我不否认他单独一人比我们所有人都更好、更强大,但我决不相信他能同时超越我们这么多人,以至于就算我们加上大地和海洋,也无法压倒他。
§1.2ΕΡΜΗΣ Εὐφήμει. ὦ Ἄρες· οὐ γὰρ ἀσφαλὲς λέγειν τὰ τοιαῦτα, μὴ καί τι κακὸν ἀπολαύσωμεν τῆς φλυαρίας.
赫尔墨斯别乱说,阿瑞斯;说这样的话是不安全的,免得我们因这胡言乱语而遭受什么祸害。
ΑΠΗΣ Οἴει γάρ με πρὸς πάντας ἂν ταῦτα εἰπεῖν, οὐχὶ δὲ πρὸς μόνον σέ, ὃν ἐχεμυθήσειν ἠπιστάμην;
阿瑞斯你以为我会对所有人说这话,而不是只对你一个人说吗? 我明知你是能保守秘密的。
ὃ γοῦν μάλιστα γελοῖον ἔδοξέ μοι ἀκούοντι μεταξὺ τῆς ἀπειλῆς, οὐκ ἂν δυναίμην σιωπῆσαι πρὸς σέ·
无论如何,在听他威胁的过程中,我觉得最可笑的一件事,我无法不对你倾诉。
μέμνημαι γὰρ οὐ πρὸ πολλοῦ, ὁπότε ὁ Ποσειδῶν καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπαναστάντες ἐπεβούλευον ξυνδῆσαι λαβόντες αὐτόν, ὡς παντοῖος ἦν δεδιώς, καὶ ταῦτα τρεῖς ὄντας, καὶ εἰ μή γε ἡ Θέτις κατελεήσασα ἐκάλεσεν αὐτῷ σύμμαχον Βριάρεων ἑκατόγχειρα ὄντα, κἂν ἐδέδετο αὐτῷ κεραυνῷ καὶ βροντῇ.
因为我记得不久前,当波塞冬、赫拉和雅典娜起兵并密谋逮捕并捆绑他时,他是多么害怕,表现得手足无措,而且对方只有三个人。 如果不是忒提斯怜悯他,为他召来百手巨人布里阿瑞俄斯作为盟友,他早就连同他的雷霆和闪电一起被捆绑起来了。
ταῦτα λογιζομένῳ ἐπῄει μοι γελᾶν ἐπὶ τῇ καλλιρρημοσύνῃ αὐτοῦ.
考虑到这些,我不不禁对他的夸夸其谈感到好笑。
ΕΡΜΗΣ Σιώπα, φημί· οὐ γὰρ ἀσφαλὲς οὔτε σοὶ λέγειν οὔτ' ἐμοὶ ἀκούειν τὰ τοιαῦτα.
赫尔墨斯闭嘴,我说;因为说这样的话对你,听这样的话对我,都是不安全的。

词汇与语法注释

  1. 268ὡς μὴ καταβαρήσειν — 此处为由 `ὡς` 引导、修饰 `ὑπερφέρειν` 的结果从句,使用将来不定式 `καταβαρήσειν`(其省略的主语为 `ἡμᾶς`,宾语 `αὐτόν` 指代宙斯)。在结果从句中采用将来不定式,用以表示推测性或预期性的结果(“以至于我们无法压倒他”)。
  2. p.v.7.p.242ὡς παντοῖος ἦν δεδιώς — 间接疑问句由 `ὡς`(如何、多么)引导,其中形容词 `παντοῖος`(各种各样的)作为表语与 完了分词 `δεδιώς`(害怕,源自 `δέδοικα`)连用,字面意思是“他在恐惧中呈现出各种样子”,即“他是多么极度恐惧和惊慌失措”。
  3. p.v.7.p.242κἂν ἐδέδετο αὐτῷ κεραυνῷ — `κἄν` 是 `καὶ ἄν` 的合音。它与直陈式过去完成时 `ἐδέδετο`(`δέω`“捆绑”的被动语态)连用,表示与过去事实相反的虚拟条件(“他就会被绑起来了”)。而与格 `αὐτῷ κεραυνῷ`(字面意思是“连同雷霆本身”)则是 `αὐτός` 与与格连用表示伴随的惯用表达,意为“连同他那雷霆一起”。

引用这一段

琉善, 众神对话录 §1.1-1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:1.1-1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。