§12.1ΠΟΣΕΙΔΩΝ
Ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;
波塞冬赫尔墨斯,现在能见到宙斯吗?
ΕΡΜΗΣ
Οὐδαμῶς, ὦ Πόσειδον.
赫尔墨斯绝对不行,波塞冬。
ΠΟΣΕΙΔΩΝ
Ὅμως προσάγγειλον αὐτῷ.
波塞冬不过你还是通报他一下吧。
ΕΡΜΗΣ
Μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.
赫尔墨斯我说过,别去打扰他;因为时机不合适,所以你现在见不到他。
ΠΟΣΕΙΔΩΝ
Μῶν τῇ Ἥρᾳ σύνεστιν;
波塞冬难道他是和赫拉在一起吗?
ΕΡΜΗΣ
Οὔκ, ἀλλ’ ἑτεροῖόν τί ἐστιν.
赫尔墨斯不,而是别的事情。
ΠΟΣΕΙΔΩΝ
Συνίημι· ὁ Γανυμήδης ἔνδον.
波塞冬我懂了,甘尼美德在里面。
ΕΡΜΗΣ
Οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.
赫尔墨斯也不是这事;是他自己身体不适。
ΠΟΣΕΙΔΩΝ
Πόθεν, ὦ Ἑρμῆ;
波塞冬怎么会呢,赫尔墨斯?
δεινὸν γὰρ τοῦτο φῄς.
你说的这事太可怕了。
ΕΡΜΗΣ
Αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.
赫尔墨斯我羞于说出口,但事情就是这样。
ΠΟΣΕΙΔΩΝ
Ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.
波塞冬但对我这个做叔叔的,你不必隐瞒。
ΕΡΜΗΣ
Τέτοκεν ἀρτίως, ὦ Πόσειδον.
赫尔墨斯他刚才生了孩子,波塞冬。
ΠΟΣΕΙΔΩΝ
Ἄπαγε, τέτοκεν ἐκεῖνος;
波塞冬去你的! 他生了孩子?
ἐκ τίνος;
和谁生的?
οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν;
难道我们一直不知道他是个双性人?
ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.
但是他的肚子并没有显露出任何隆起啊。
ΕΡΜΗΣ
Εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.
赫尔墨斯你说的对;因为怀着胎儿的并不是肚子。
ΠΟΣΕΙΔΩΝ
Οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.
波塞冬我知道了;他又是从头部生出来的,就像生雅典娜那样;因为他把头部当成了产房。
ΕΡΜΗΣ
Οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ τῆς Σεμέλης βρέφος.
赫尔墨斯不,而是在大腿里怀着塞墨勒的赤子。
ΠΟΣΕΙΔΩΝ
Εὖ γε ὁ γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος.
波塞冬真不愧是这位高贵的人啊,他竟然能用全身各处为我们孕育孩子。
ἀλλὰ τίς ἡ Σεμέλη ἐστί;
不过,塞墨勒是谁?
§12.2ΕΡΜΗΣ
Θηβαία, τῶν Κάδμου θυγατέρων μία.
赫尔墨斯她是底比斯人,卡德摩斯的女儿之一。
ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.
宙斯与她交合,使她怀了孕。
ΠΟΣΕΙΔΩΝ
Εἶτα ἔτεκεν, ὦ Ἑρμῆ, ἀντ' ἐκείνης;
波塞冬然后,赫尔墨斯,他代替她把孩子生下来了?
ΕΡΜΗΣ
Καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ·
赫尔墨斯正是如此,哪怕你觉得这匪夷所思。
τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσαι ἡ Ἥρα—οἶσθα ὡς ζηλότυπός ἐστι—πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ' αὐτήν·
因为赫拉——你知道她是多么嫉妒——接近塞墨勒,说服她请求宙斯带着雷鸣闪电来到她身边。
ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὁ ὄροφος, καὶ ἡ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον·
当宙斯被说服,手持雷霆前来时,屋顶燃起了大火,塞墨勒在烈火中丧生。 他便命令我剖开那女人的肚子,把那尚未足月、只有七个月的胎儿带给他。
καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.
我照做之后,他割开自己的大腿,把胎儿放了进去,以便在那里发育成熟。 而现在,到了第三个月,他把孩子生了出来,正因分娩的痛苦而身体虚弱。
ΠΟΣΕΙΔΩΝ
Νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;
波塞冬那么,现在那个婴儿在哪里?
ΕΡΜΗΣ
Ἐς τὴν Νῦσαν ἀποκομίσας παρέδωκα ταῖς Νύμφαις ἀνατρέφειν Διόνυσον αὐτὸν ἐπονομασθέντα.
赫尔墨斯我把他带到尼萨,交给了宁芙们抚养,他被命名为狄奥尼索斯。
ΠΟΣΕΙΔΩΝ
Οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ὁ ἀδελφός ἐστιν;
波塞冬这么说,对于这个狄奥尼索斯,我的兄弟既是母亲也是父亲?
ΕΡΜΗΣ
Ἔοικεν.
赫尔墨斯看起来是这样。
ἄπειμι δ’ οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων ἃ νομίζεται ὥσπερ λεχοῖ.
总之,我要去给他打水清洗伤口,并做其他像对产妇一样按惯例该做的事情了。