§8.1ΤΡΙΤΩΝ
Ἐπὶ τὴν Λέρναν, ὦ Πόσειδον, παραγίνεται καθ' ἑκάστην ἡμέραν ὑδρευσομένη παρθένος, πάγκαλόν τι χρῆμα· οὐκ οἶδα ἔγωγε καλλίω παῖδα ἰδών.
特里同波塞冬,每天都有一位少女去勒耳那打水,那真是一个极其美丽的人儿;我自忖从未见过更美丽的女孩。
ΠΟΣΕΙΔΩΝ
Ἐλευθέραν τινά, ὦ Τρίτων, λέγεις, ἢ θεράπαινά τις ὑδροφόρος ἐστίν;
波塞冬特里同,你说的是个自由身的女子,还是个挑水的女仆?
ΤΡΙΤΩΝ
Οὐ μὲν οὖν, ἀλλὰ τοῦ Αἰγυπτίου ἐκείνου θυγάτηρ, μία τῶν πεντήκοντα καὶ αὐτή, Ἀμυμώνη τοὔνομα· ἐπυθόμην γὰρ ἥτις καλεῖται καὶ τὸ γένος.
特里同那倒不是,她是那个埃及人的女儿,她自己也是那五十个女儿之一,名叫阿米莫涅;因为我打听过她的名字和身世。
ὁ Δαναὸς δὲ σκληραγωγεῖ τὰς θυγατέρας καὶ αὐτουργεῖν διδάσκει καὶ πέμπει ὕδωρ τε ἀρυσομένας καὶ πρὸς τὰ ἄλλα παιδεύει ἀόκνους εἶναι αὐτάς.
达那俄斯严格管教女儿们,教她们亲自动手劳作,派她们去打水,并培养她们在其他事情上也勤勉不懈。
§8.2ΠΟΣΕΙΔΩΝ
Μόνη δὲ παραγίνεται μακρὰν οὕτω τὴν ὁδὸν ἐξ Ἄργους εἰς Λέρναν;
波塞冬她独自一人从阿耳戈斯到勒耳那走这么远的路吗?
ΤΡΙΤΩΝ
Μόνη·
特里同独自一人。
πολυδίψιον δὲ τὸ Ἄργος, ὡς οἶσθα· ὥστε ἀνάγκη ἀεὶ ὑδροφορεῖν.
你也知道,阿耳戈斯是个极度缺水的地方,所以必须总是去挑水。
ΠΟΣΕΙΔΩΝ
Ὦ Τρίτων, οὐ μετρίως με διετάραξας περὶ τῆς παιδὸς εἰπών· ὥστε ἴωμεν ἐπ' αὐτήν.
波塞冬特里同,你谈起这姑娘,让我有些按捺不住了;所以我们去找她吧。
ΤΡΙΤΩΝ
Ἴωμεν· ἤδη γὰρ καιρὸς τῆς ὑδροφορίας· καὶ σχεδόν που κατὰ μέσην τὴν ὁδόν ἐστιν ἰοῦσα ἐς τὴν Λέρναν.
特里同我们去吧;现在正是打水的时候;她大概正走到去勒耳那的半路上。
ΠΟΣΕΙΔΩΝ
Οὐκοῦν ζεῦξον τὸ ἅρμα· ἢ τοῦτο μὲν πολλὴν ἔχει τὴν διατριβὴν ὑπάγειν τοὺς ἵππους τῇ ζεύγλῃ καὶ τὸ ἅρμα ἐπισκευάζειν, σὺ δὲ ἀλλὰ δελφῖνά μοί τινα τῶν ὠκέων παράστησον· ἀφιππάσομαι γὰρ ἐπ' αὐτοῦ τάχιστα.
波塞冬那么把战车套上——或者,把马牵到轭下并准备战车太浪费时间了,你还是给我带一只最快速的海豚来吧;因为我要骑着它飞快地赶去。
ΤΡΙΤΩΝ
Ἰδού σοι οὑτοσὶ δελφίνων ὁ ὠκύτατος.
特里同瞧,这就是海豚中最快的一只。
ΠΟΣΕΙΔΩΝ
Εὖ γε· ἀπελαύνωμεν· σὺ δὲ παρανήχου, ὦ Τρίτων.
波塞冬太好了;我们出发吧;特里同,你游在旁边。
κἀπειδὴ πάρεσμεν εἰς τὴν Λέρναν, ἐγὼ μὲν λοχήσω ἐνταῦθά που, σὺ δὲ ἀποσκόπει· ὁπόταν αἴσθῃ προσιοῦσαν αὐτὴν—
ΤΡΙΤΩΝ
Αὕτη σοι πλησίον.
等我们到了勒耳那,我就在这一带埋伏,你来放哨;一旦你发现她走过来—— 特里同她已经到你跟前了。
§8.3ΠΟΣΕΙΔΩΝ
Καλή, ὦ Τρίτων, καὶ ὡραία παρθένος· ἀλλὰ συλληπτέα ἡμῖν ἐστιν.
波塞冬特里同,真是个美丽而水灵的少女;但我们必须把她抓起来。
ΑΜΥΜΩΝΗ
Ἄνθρωπε, ποῖ με συναρπάσας ἄγεις;
阿米莫涅你这人,要把我强行劫持到哪里去?
ἀνδραποδιστὴς εἶ, καὶ ἔοικας ἡμῖν ὑπ' Αἰγύπτου τοῦ θείου ἐπιπεμφθῆναι· ὥστε βοήσομαι τὸν πατέρα.
你是个拐卖人口的强盗,看起来你像是我们的叔叔埃基普托斯派来袭击我们的;所以我要呼喊我的父亲。
ΤΡΙΤΩΝ
Σιώπησον, ὦ Ἀμυμώνη· Ποσειδῶν ἐστι.
特里同别出声,阿米莫涅;这是波塞冬。
ΑΜΥΜΩΝΗ
Τί Ποσειδῶν λέγεις;
阿米莫涅你说什么波塞冬?
τί βιάζῃ με, ὦ ἄνθρωπε, καὶ εἰς τὴν θάλασσαν καθέλκεις;
你这人为什么强迫我,把我往海里拽?
ἐγὼ δὲ ἀποπνιγήσομαι ἡ ἀθλία καταδῦσα.
我这个可怜的人沉下去会淹死的。
ΠΟΣΕΙΔΩΝ
Θάρρει, οὐδὲν δεινὸν μὴ πάθῃς· ἀλλὰ καὶ πηγὴν ἐπώνυμον ἀναδοθῆναί σοι ποιήσω ἐνταῦθα πατάξας τῇ τριαίνῃ τὴν πέτραν πλησίον τοῦ κλύσματος, καὶ σὺ εὐδαίμων ἔσῃ καὶ μόνη τῶν ἀδελφῶν οὐχ ὑδροφορήσεις ἀποθανοῦσα.
波塞冬放心,你绝不会遭受任何伤害;而且我还要在海浪旁用三叉戟击打岩石,让你那里涌现一口以你的名字命名的泉水,你将会幸福,并且在你的姐妹们当中,只有你死后不需要再去挑水。