Humanitext Reader

琉善 · 海神对话录 §15.1-15.4

宙斯掠走欧罗巴与海上的婚礼游行

第 15 段,共 15 段 · 希腊语

内容简介

西风向南风描述了宙斯化身为美丽的雄牛、驮着欧罗巴跨越海洋前往克里特岛时,众神与海洋生物伴随的壮丽婚礼游行场景。

§15.1ΖΕΦΥΡΟΣ Οὐ πώποτε πομπὴν ἐγὼ μεγαλοπρεπεστέραν εἶδον ἐν τῇ θαλάσσῃ, ἀφ' οὗ γέ εἰμι καὶ πνέω.
西风自从我有生以来并吹拂开始,我从未在海上见过比这更壮丽的游行。
σὺ δὲ οὐκ εἶδες, ὦ Νότε;
东风啊,你难道没有看见吗?
ΝΟΤΟΣ Τίνα ταύτην λέγεις, ὦ Ζέφυρε, τὴν πομπήν;
南风西风啊,你说的这是什么游行?
ἢ τίνες οἱ πέμποντες ἦσαν;
或者说,那些举行游行的人是谁?
ΖΕΦΥΡΟΣ Ἡδίστου θεάματος ἀπελείφθης, οἷον οὐκ ἂν ἄλλο ἴδοις ἔτι.
西风你错过了一场最令人愉悦的奇观,这样的奇观你再也见不到第二个了。
ΝΟΤΟΣ Περὶ τὴν ἐρυθρὰν γὰρ θάλασσαν εἰργαζόμην, ἐπέπνευσα δὲ καὶ μέρος τῆς Ἰνδικῆς, ὅσα παράλια τῆς χώρας·
南风因为我当时正在红海一带工作,也吹过了印度的一部分,也就是那片土地的沿海地区。
οὐδὲν οὖν οἶδα ὧν λέγεις.
因此,对于你所说的事情,我一无所知。
ΖΕΦΥΡΟΣ Ἀλλὰ τὸν Σιδώνιόν γε Ἀγήνορα οἶδας;
西风但你总知道西顿的阿革诺耳吧?
ΝΟΤΟΣ Ναί·
南风是的,欧罗巴的父亲。
τὸν τῆς Εὐρώπης πατέρα. τί μήν;
当然知道。
ΖΕΦΥΡΟΣ Περὶ αὐτῆς ἐκείνης διηγήσομαί σοι.
西风我要给你讲的,正是关于她本人的故事。
ΝΟΤΟΣ Μῶν ὅτι ὁ Ζεὺς ἐραστὴς τῆς παιδὸς ἐκ πολλοῦ;
南风难道是宙斯爱上这姑娘已经很久了?
τοῦτο γὰρ καὶ πάλαι ἠπιστάμην.
因为这事我早就知道了。
ΖΕΦΥΡΟΣ Οὐκοῦν τὸν μὲν ἔρωτα οἶσθα, τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουσον.
西风那么,既然你已经知道了他的爱慕,现在就听听这之后发生的事吧。
§15.2ΖΕΦΥΡΟΣ ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ἠϊόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα, ὁ Ζεὺς δὲ ταύρῳ εἰκάσας ἑαυτὸν συνέπαιζεν αὐταῖς κάλλιστος φαινόμενος·
西风欧罗巴带着同龄的伙伴,下到海滩上去玩耍。 宙斯将自己化作一头雄牛,显得极其美丽,与她们一起玩耍。
λευκός τε γὰρ ἦν ἀκριβῶς καὶ τὰ κέρατα εὐκαμπὴς καὶ τὸ βλέμμα ἥμερος·
他通体洁白,双角弯曲得十分优美,眼神也极温顺。
ἐσκίρτα οὖν καὶ αὐτὸς ἐπὶ τῆς ἠϊόνος καὶ ἐμυκᾶτο ἥδιστον, ὥστε τὴν Εὐρώπην τολμῆσαι καὶ ἀναβῆναι αὐτόν.
他自己也在海滩上雀跃,发出十分悦耳的鸣叫,以至于欧罗巴竟敢骑到他背上。
ὡς δὲ τοῦτο ἐγένετο, δρομαῖος μὲν ὁ Ζεὺς ὥρμησεν ἐπὶ τὴν θάλασσαν φέρων αὐτὴν καὶ ἐνήχετο ἐμπεσών, ἡ δὲ πάνυ ἐκπλαγὴς τῷ πράγματι τῇ λαιᾷ μὲν εἴχετο τοῦ κέρατος, ὡς μὴ ἀπολισθάνοι, τῇ ἑτέρᾳ δὲ ἠνεμωμένον τὸν πέπλον συνεῖχεν.
这事一发生,宙斯便驮着她,飞快地向大海跑去,跳入水中游了起来。 她对这一切感到惊恐万分,左手紧紧抓住牛角,以免滑落,另一只手则提着被风吹起的面纱。
§15.3ΝΟΤΟΣ Ἡδὺ τοῦτο θέαμα εἶδες, ὦ Ζέφυρε, καὶ ἐρωτικόν, νηχόμενον τὸν Δία καὶ φέροντα τὴν ἀγαπωμένην.
南风西风啊,你看到了一幅多么甜蜜又多情的画面,宙斯在海里游着,背着他心爱的人。
ΖΕΦΥΡΟΣ Καὶ μὴν τὰ μετὰ ταῦτα ἡδίω παρὰ πολύ, ὦ Νότε·
西风然而,南风啊,在这之后发生的事情要比这甜蜜得多。
ἥ τε γὰρ θάλασσα εὐθὺς ἀκύμων ἐγένετο καὶ τὴν γαλήνην ἐπισπασαμένη λείαν παρεῖχεν ἑαυτήν, ἡμεῖς δὲ πάντες ἡσυχίαν ἄγοντες οὐδὲν ἄλλο ἢ θεαταὶ μόνον τῶν γιγνομένων παρηκολουθοῦμεν, Ἔρωτες δὲ παραπετόμενοι μικρὸν ὑπὲρ τὴν θάλασσαν, ὡς ἐνίοτε ἄκροις τοῖς ποσὶν ἐπιψαύειν τοῦ ὕδατος, ἡμμένας τὰς δᾷδας φέροντες ᾖδον ἅμα τὸν ὑμέναιον, αἱ Νηρεΐδες δὲ ἀναδῦσαι παρίππευον ἐπὶ τῶν δελφίνων ἐπικροτοῦσαι ἡμίγυμνοι τὰ πολλά, τό τε τῶν Τριτώνων γένος καὶ εἴ τι ἄλλο μὴ φοβερὸν ἰδεῖν τῶν θαλασσίων ἅπαντα περιεχόρευε τὴν παῖδα·
因为大海立刻变得风平浪静,仿佛为自己披上了一层宁静,展现得平滑如镜。 我们大家都保持着安静,仅仅作为发生之事的观众随行。 许多爱神在海面上空不远处飞翔,有时脚尖甚至触及水面,他们手持点燃的火把,一同唱着婚礼之歌。 涅瑞伊得斯们浮出水面,骑着海豚并肩而行,她们大半裸露着身体,拍手欢呼。 特里同的眷属以及其他所有看上去不可怕的海洋生物,都围着那姑娘跳起舞来。
ὁ μὲν γὰρ Ποσειδῶν ἐπιβεβηκὼς ἅρματος, παροχουμένην τὴν Ἀμφιτρίτην ἔχων, προῆγε γεγηθὼς ὁδοποιῶν νηχομένῳ τῷ ἀδελφῷ·
波塞冬乘着战车,让安菲特里忒坐在身旁,欢天喜地地在前面带路,为他那正在游泳的兄弟开辟道路。
ἐπὶ πᾶσι δὲ τὴν Ἀφροδίτην δύο Τρίτωνες ἔφερον ἐπὶ κόγχης κατακειμένην, ἄνθη παντοῖα ἐπιπάττουσαν τῇ νύμφῃ.
在所有人之后,两只特里同抬着躺在贝壳上的阿芙洛狄忒,她向新娘撒下各种各样的鲜花。
§15.4ΖΕΦΥΡΟΣ ταῦτα ἐκ Φοινίκης ἄχρι τῆς Κρήτης ἐγένετο·
西风这些情景从腓尼基一直持续到克里特。
ἐπεὶ δὲ ἐπέβη τῇ νήσῳ ὁ μὲν ταῦρος οὐκέτι ἐφαίνετο, ἐπιλαβόμενος δὲ τῆς χειρὸς ὁ Ζεὺς ἀπῆγε τὴν Εὐρώπην εἰς τὸ Δικταῖον ἄντρον ἐρυθριῶσαν καὶ κάτω ὁρῶσαν·
当他登上那座岛屿时,雄牛便消失不见了,宙斯牵起欧罗巴的手,将红着脸、低着头的她带进了迪克特洞穴。
ἠπίστατο γὰρ ἤδη ἐφ' ὅτῳ ἄγοιτο.
因为她已经知道自己被带去是要做什么了。
ἡμεῖς δὲ ἐμπεσόντες ἄλλο ἄλλος τοῦ πελάγους μέρος διεκυμαίνομεν.
而我们则纷纷跳入海中,在海洋的各个角落里掀起波浪。
ΝΟΤΟΣ Ὦ μακάριε Ζέφυρε τῆς θέας·
南风噢,西风,能看到这样的奇观,你真是太幸福了!
ἐγὼ δὲ γρῦπας καὶ ἐλέφαντας καὶ μέλανας ἀνθρώπους ἑώρων.
而我却只看到了格里芬、大象和黑人。

词汇与语法注释

  1. 15.1ἀφ' οὗ — 相当于 ἀπὸ τούτου ὅτε(自……以来)的时间起点接续词用法。由于其后接现在时动词 εἶμι καὶ πνέω(我存在并吹拂),它表示一个从过去持续到现在的状态,意为“自从我有生以来并吹拂开始”。
  2. 15.2τὰ κέρατα — 限定宾格(又称关系宾格)。修饰形容词 εὐκαμπής(弯曲的、有弹性的),将该性质所涉及的范围限定为“在双角方面”。
  3. 15.3ἄκροις τοῖς ποσὶν — 形容词 ἄκρος 处于谓语位置(置于冠词及名词结构之外)的典型用法。其意思并非“用高处/边缘的脚”,而是指名词的特定部分,即“用脚尖/脚的末端”,生动地描绘了众爱神擦过水面飞行的轻盈姿态。
  4. 15.4ἄλλο ἄλλος — 一种通过重叠不同格的代词来表达“各自不同的”这一分指惯用语(distributive idiom)。单数主语 ἄλλος(各人)同格地嵌入复数动词 διεκυμαίνομεν(我们掀起波浪)中,构成了“我们(各自)在(海中的)不同部分掀起波浪”的句式。

引用这一段

琉善, 海神对话录 §15.1-15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:15.1-15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。