Humanitext Reader

琉善 · 船或愿望 §5-10

巨轮的构造、惊险航程与阿德曼托斯的现身

第 2 段,共 11 段 · 希腊语

内容简介

萨米普斯描述了这艘运粮巨轮的巨大尺寸、豪华装饰、庞大船员队伍以及年迈的操舵手,蒂莫劳斯则转述了船长讲述的在神明拯救下历经风暴奇迹生还的惊险航程。随后,一行人发现了走在前方、先前走失的阿德曼托斯。

§5ΣΑΜΙΠΠΟΣ ἀλλὰ μεταξὺ λόγων, ἡλίκη ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε ὁ ναυπηγός τὸ μῆκος, εὖρος δὲ ὑπὲρ τὸ τέταρτον μάλιστα τούτου, καὶ ἀπὸ τοῦ καταστρώματος ἐς τὸν πυθμένα, ᾗ βαθύτατον κατὰ τὸν ἄντλον, ἐννέα πρὸς τοῖς εἴκοσι.
萨米普斯:不过顺便提一句,这是多么巨大的一艘船啊! 造船匠说,它的长度是一百二十腕尺,宽度大约超过长度的四分之一,而从甲板到舱底,在污水池最深处的地方,深度为二十九腕尺。
τὰ δ’ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ δὲ προτόνῳ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν.
至于其他的细节,比如桅杆有多么巨大,它支撑的帆桁有多么宽阔,它是被怎样的前支索固定着的,以及船尾如何微微弯曲着耸起、顶端放着一个金色的鹅头装饰,而与之相对、比例相称的船首如何向前延伸拉长,两侧绘有与该船同名的女神伊西斯的画像!
ὁ μὲν γὰρ ἄλλος κόσμος, αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, καὶ πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξεν.
确实,其他的装饰,如彩绘、帆上如火般闪耀的顶篷,以及在此之先的锚、绞车、起锚机和船尾的起居舱,在我看来都是令人惊叹的。
§6ΣΑΜΙΠΠΟΣ καὶ τὸ τῶν ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.
萨米普斯:而且船员的数量多得让人可以将其比作一支军队。
ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς τροφήν.
据说它运载了如此多的粮食,足以供给阿提卡所有居民一整年的口粮。
κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα πηδάλια περιστρέφων· ἐδείχθη γάρ μοι ἀναφαλαντίας τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.
而所有这一切,都由一个已经年老、身材矮小的矮子,通过一根细细的舵柄转动如此巨大的双舵来维持安全;因为有人向我指出,那是一个秃顶、卷发的人,我想名字叫赫伦。
ΤΙΜΟΛΑΟΣ Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες, καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα.
换言之。 蒂莫劳斯:据船上的人说,他的技术精湛绝伦,在海上事务方面的智慧超越了普罗透斯。
§7ΤΙΜΟΛΑΟΣ ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;
蒂莫劳斯:你们听说了他是如何将船驶入这里的吗,他们在航行中遭遇了什么,或者那颗星是如何救了他们的?
ΛΥΚΙΝΟΣ Οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.
吕基诺斯:没有,蒂莫劳斯,但现在我们很乐意听一听。
ΤΙΜΟΛΑΟΣ Ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ καὶ προσομιλῆσαι δεξιός.
蒂莫劳斯:船长本人亲自向我讲述了这件事,他是个善良且善于交际的人。
ἔφη δὲ ἀπὸ τῆς Φάρου ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.
他说,他们从法罗斯出发后,借着并不十分猛烈的风,在第七天看到了阿卡马斯岬角,接着由于西风逆吹,他们被横着吹到了西顿,从那里又遭遇了大风暴,在第十天通过海峡到达了切利多尼亚群岛,在那里,所有人确实都差一点沉入水底。
§8ΤΙΜΟΛΑΟΣ οἶδα δέ ποτε παραπλεύσας καὶ αὐτὸς Χελιδονέας ἡλίκον ἐν τῷ τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου· κατ' ἐκεῖνο γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος—ἀπόξυροι δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι τῷ κλύσματι—καὶ φοβερωτάτην ποιεῖ τὴν κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.
蒂莫劳斯:我自己也曾航行经过切利多尼亚群岛,知道那个地方会掀起多么巨大的波浪,尤其是在西南风刮起、并且又夹杂着南风的时候;因为在那个地方,帕姆菲利亚海恰好与吕基亚海分界,而波涛因许多潮流在海岬周围被分流——那些都是在海水冲刷下被磨得极其锋利的陡峭岩石——使得波浪的拍击最为可怕,声音极大,波浪常常与悬崖本身一样高。
§9ΤΙΜΟΛΑΟΣ τοιαῦτα καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς.
蒂莫劳斯:船长说,当夜幕尚未褪去、一片漆黑之时,他们也遭遇了这样的情况。
ἀλλὰ πρὸς τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος ἤδη τῷ κρημνῷ προσφερομένην.
然而,神明因他们的哀号而动了恻隐之心,从吕基亚方向显现出火光,使他们得以认出那个地方,并且一颗耀眼的双子神之星停在桅顶,将已经向着悬崖漂去的船只引导向左侧的公海。
τοὐντεῦθεν δὲ ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.
自此,他们一旦偏离了正确的航路,便穿过爱琴海航行,在离开埃及的第七十天,顶着逆向的季风斜向航行,于昨日终于艰难地驶入比雷埃夫斯港,他们被向下方拖了这么远,而他们原本应该把克里特岛留在右边,绕过马莱阿角,此时早已在意大利了。
ΛΥΚΙΝΟΣ Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον ἀπεσφάλη τῆς ὁδοῦ.
吕基诺斯:天哪,你说的这个赫伦真是一个令人惊叹的舵手,或者是涅柔斯的同辈人,竟然偏离了这么远的航线。
§10ΛΥΚΙΝΟΣ ἀλλὰ τί τοῦτο;
吕基诺斯:不过,那是什么?
οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι;
那不是阿德曼托斯吗?
ΤΙΜΟΛΑΟΣ Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός.
蒂莫劳斯:没错,正是阿德曼托斯本人。
ἐμβοήσωμεν οὖν.
那我们大声喊他吧。
Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου.
阿德曼托斯! 我说的是你,斯特隆比科斯之子、妙里努斯的阿德曼托斯!
ΛΥΚΙΝΟΣ Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι.
吕基诺斯:二者必居其一,他要么是在生我们的气,要么是聋了。
Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά.
因为确实是阿德曼托斯,不是别人。 我现在看得非常清楚了,他的斗篷、他的步态,还有他那紧贴头皮剪短的发型。
ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.
不过我们还是加快脚步,好追上他。

词汇与语法注释

  1. p.v.6.p.436τὰ δ’ ἄλλα ἡλίκος μὲν ὁ ἱστός... — 句首的 τὰ δ' 辅助性或关系宾格(表示“至于其余事物”),引导其后一系列间接感叹/疑问从句(ἡλίκος... ὅσην... οἵῳ... ὡς...)。本句省略了主要动词,但与句末的 θαυμάσια πάντα μοι ἔδοξεν 相呼应,用以表达主观赞叹。
  2. p.v.6.p.438ἔφη δὲ ἀπὸ τῆς Φάρου ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους ἰδεῖν τὸν Ἀκάμαντα — 这是一个表示传闻的“带对格的不定式”(AcI)结构。不定式 ἰδεῖν(以及接下来的 ἀπενεχθῆναι, ἐλθεῖν, δῦναι)的逻辑主语是由复数对格分词 ἀπάραντας(出发)和形容词 ἑβδομαίους(在第七天)所暗示的“船员们”。ἑβδομαίους 作谓语性使用,表示时间状态(“在第七天”)。
  3. p.v.6.p.440οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ — 关系代词 οὓς 以指代船员/乘客的复数代词为先行词,在非人称动词 ἔδει(本应当……)所控制的不定式复合结构中充当对格主语。δεξιὰν λαβόντας 意为“把(克里特岛)置于右侧”,说明他们原本应当让岛屿保持在右舷(北侧)航行。

引用这一段

琉善, 船或愿望 §5-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:5-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。