§5ΣΑΜΙΠΠΟΣ
ἀλλὰ μεταξὺ λόγων, ἡλίκη ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε ὁ ναυπηγός τὸ μῆκος, εὖρος δὲ ὑπὲρ τὸ τέταρτον μάλιστα τούτου, καὶ ἀπὸ τοῦ καταστρώματος ἐς τὸν πυθμένα, ᾗ βαθύτατον κατὰ τὸν ἄντλον, ἐννέα πρὸς τοῖς εἴκοσι.
サミッポス:ところで、話のついでだが、なんと巨大な船だろう! 造船技師の言うところでは、長さは百二十ペーキュス(約五十四メートル)、幅はこれのほぼ四分の一強、そして甲板から船底まで、ビルジのところで最も深い部分は、二十九ペーキュスとのことだ。
τὰ δ’ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ δὲ προτόνῳ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν.
その他の点、たとえばマストがいかに巨大か、それが支えている帆桁がいかに大きいか、いかなるフォアステイで固定されているか、また、船尾が緩やかなカーブを描いてそびえ立ち、その上端に金のチェニスコスを載せている一方で、それと対照的に船首が前方に長く伸びて突出し、その両側に船名の由来となった女神イシスの像を戴いている様子などはどうだろう!
ὁ μὲν γὰρ ἄλλος κόσμος, αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, καὶ πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξεν.
確かに、その他の装飾、つまり彩色画や、帆の炎のように輝く副帆、さらにはそれらの前にある錨、巻き上げ機、キャプスタン、そして船尾の客室など、すべてが私には驚くべきものに思えた。
§6ΣΑΜΙΠΠΟΣ
καὶ τὸ τῶν ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.
サミッポス:それに、船員の多さは軍隊に例えられるほどだ。
ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς τροφήν.
また、アッティカ地方のすべての人々の丸一年の食糧として十分なほどの穀物を積んでいると言われていた。
κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα πηδάλια περιστρέφων·
そして、あれほど巨大な舵を、一人の年老いた小さな男が、細い舵柄で回して、それらすべてを安全に保っていたのだ。
ἐδείχθη γάρ μοι ἀναφαλαντίας τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.
実際、ハゲ頭で、縮れ毛の、ヘロンという名(だと思うが)の男が私に示された。
ΤΙΜΟΛΑΟΣ
Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες, καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα.
ティモラオス:乗り組んでいた人たちの話では、彼はその技術において驚くべき人物で、海の事柄に関してはプロテウスを超える知恵を持っているそうだ。
§7ΤΙΜΟΛΑΟΣ
ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;
ティモラオス:ところで君たちは、彼がどのようにして船をここまで入港させたか、航海中に彼らがどんな目に遭ったか、あるいはあの星がどのようにして彼らを救ったかを聞いたかい。
ΛΥΚΙΝΟΣ
Οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.
ルキノス:いや、ティモラオス、聞いていない。 だが今、ぜひ聞きたいものだ。
ΤΙΜΟΛΑΟΣ
Ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ καὶ προσομιλῆσαι δεξιός.
ティモラオス:船主自身が私に語ってくれたのだ。 彼は親切な男で、話し相手としても気が利いていた。
ἔφη δὲ ἀπὸ τῆς Φάρου ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.
彼が言うには、ファロスから出帆したのち、それほど激しくない風に恵まれ、七日目にアカマスを望んだ。 しかし、その後ゼピュロスが逆風となって吹き荒れ、シドンまで横流しにされ、そこから大嵐に見舞われ、十日目にアウロンを通ってケリドニアイに達した。 そこでは、あわや全員が水没して沈没しかけたそうだ。
§8ΤΙΜΟΛΑΟΣ
οἶδα δέ ποτε παραπλεύσας καὶ αὐτὸς Χελιδονέας ἡλίκον ἐν τῷ τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου·
ティモラオス:私自身もかつてケリドニアイの付近を航行したことがあるので、あの場所でどれほど凄まじい波が立ち上がるかを知っている。 とりわけリブスが吹き荒れ、さらにノトスをも伴うときはなおさらだ。
κατ' ἐκεῖνο γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος—ἀπόξυροι δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι τῷ κλύσματι—καὶ φοβερωτάτην ποιεῖ τὴν κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.
というのも、あの場所でパンピュリア海とリュキア海が分かたれることになっており、多くの潮流がその岬の周りで分流するため——そこは波の浸食によって研ぎ澄まされた、削り取られたような鋭い岩礁なのだ——波の砕け方は最も恐ろしく、その轟音は凄まじく、波はしばしば岩礁そのものと同じ高さに達する。
§9ΤΙΜΟΛΑΟΣ
τοιαῦτα καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς.
ティモラオス:船主が言うには、まだ夜で完全に真っ暗な中、自分たちもそのような状況に襲われたのだそうだ。
ἀλλὰ πρὸς τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος ἤδη τῷ κρημνῷ προσφερομένην.
しかし、彼らの嘆きに神々が心を動かされ、リュキアの方から火を現して、あの場所がどこであるかを知らせてくださり、またディオスクロイの輝く星の一つがマスト頭部に留まり、崖に押し流されそうになっていた船を、左方の公海へと導いてくれたのだ。
τοὐντεῦθεν δὲ ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.
そこから、一度は正しい航路を外れたものの、エーゲ海を渡り、エジプトから七十日目に、向かい風のエテーシアイに対して斜めに進みながら、昨日、這う這うの体でペイライエウスに何とか入港した。 これほどまでに下方の南へ流されてしまったのだ。 本来なら、クレーテー島を右手に見てマレア岬を回り、すでにイタリアに着いているはずだったのにね。
ΛΥΚΙΝΟΣ
Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον ἀπεσφάλη τῆς ὁδοῦ.
ルキノス:おやおや、そのヘロンとやらは、ずいぶん驚くべき航海士、あるいはネーレウスと同世代の老人なのだね。 これほどまでに航路を踏み外すとは。
§10ΛΥΚΙΝΟΣ
ἀλλὰ τί τοῦτο;
ルキノス:いや、しかし、あれは何だ。
οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι;
あそこにいるのはアデイマントスではないか。
ΤΙΜΟΛΑΟΣ
Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός.
ティモラオス:まさに、アデイマントスその人だ。
ἐμβοήσωμεν οὖν.
大声で呼んでみよう。
Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου.
アデイマントス! ストロンビコスの息子、ミュリヌースのアデイマントス、君のことだよ!
ΛΥΚΙΝΟΣ
Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ ἐκκεκώφωται.
ルキノス:二つのうちどちらかだ。 私たちに腹を立てているか、あるいは耳が聞こえなくなっているかだ。
Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι.
アデイマントスに違いない、他の誰でもない。
Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά.
今やはっきりと見える、彼の外套も、あの歩き方も、短く刈り込んだ髪型もそうだ。
ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.
ともかく、追いつくために歩みを速めよう。