Humanitext Reader

琉善 · 船或愿望 §1-4

参观比雷埃夫斯巨船与阿德曼托斯的走失

第 1 段,共 11 段 · 希腊语

内容简介

吕基诺斯、蒂莫劳斯和萨米普斯在比雷埃夫斯港参观完一艘巨大的埃及运粮船后,在回城的路上谈论着走散的朋友阿德曼托斯的去向,并讨论了他们在船上看到的一个埃及年轻人的容貌。

§1ΛΥΚΙΝΟΣ Οὐκ ἐγὼ ἔλεγον ὅτι θᾶττον τοὺς γῦπας ἕωλος νεκρὸς ἐν φανερῷ κείμενος ἢ θέαμά τι τῶν παραδόξων Τιμόλαον διαλάθοι, κἂν εἰς Κόρινθον δέοι ἀπνευστὶ θέοντα ἀπιέναι διὰ τοῦτο;
吕基诺斯我不是说过吗? 一具暴露在外的陈旧尸体躲过秃鹰的注意,也比任何新奇的景象躲过蒂莫劳斯的注意要快,即便为此需要不着一息地跑到科林斯去也无妨?
οὕτω φιλοθεάμων σύ γε καὶ ἄοκνος τὰ τοιαῦτα.
你在这些事情上真是如此热衷于观看,且毫不松懈。
ΤΙΜΟΛΑΟΣ Τί γὰρ ἔδει ποιεῖν, ὦ Λυκῖνε, σχολὴν ἄγοντα πυθόμενον οὕτως ὑπερμεγέθη ναῦν καὶ πέρα τοῦ μέτρου ἐς τὸν Πειραιᾶ καταπεπλευκέναι μίαν τῶν ἀπ' Αἰγύπτου ἐς Ἰταλίαν σιταγωγῶν;
蒂莫劳斯吕基诺斯,既然我闲着无事,在听说一艘如此巨大、非同寻常的船只——从埃及到意大利的运粮船之一——已经驶入比雷埃夫斯港时,我还能做什么呢?
οἶμαι δὲ καὶ σφώ, σέ τε καὶ Σάμιππον τουτονί, μὴ κατ' ἄλλο τι ἐξ ἄστεος ἥκειν ἢ ὀψομένους τὸ πλοῖον.
而且我想,你们两个,你和这里的萨米普斯,从城里来到这里,也绝非为了别的,而正是为了看看这艘船。
ΛΥΚΙΝΟΣ Νὴ Δία, καὶ Ἀδείμαντος ὁ Μυρρινούσιος εἵπετο μεθ' ἡμῶν, ἀλλ’ οὐκ οἶδ’ ὅπου νῦν ἐκεῖνός ἐστιν ἀποπλανηθεὶς ἐν τῷ πλήθει τῶν θεατῶν.
吕基诺斯确实,妙里努斯的阿德曼托斯当时也和我们在一起,但现在我不知道他在哪里,大概是在观众的洪流中迷失了方向。
ἄχρι μὲν γὰρ τῆς νεὼς ἅμα ἤλθομεν καὶ ἀνιόντες ἐς αὐτὴν, σὺ μέν, οἶμαι, Σάμιππε, προῄεις, μετὰ σὲ δὲ ὁ Ἀδείμαντος ἦν, εἶτ' ἐγὼ μετ' ἐκεῖνον ἐχόμενος αὐτοῦ ἀμφοτέραις, καί με διὰ τῆς ἀποβάθρας ὅλης παρέπεμψε χειραγωγῶν ὑποδεδεμένον ἀνυπόδητος αὐτὸς ὤν, τὸ ἀπὸ τούτου δὲ οὐκέτι αὐτὸν εἶδον οὔτε ἔνδον οὔτε ἐπεὶ κατεληλύθαμεν.
因为我们确实是一起走到船边的,在登上船时,萨米普斯,我想你走在前面,在你后面的是阿德曼托斯,然后是我在他后面、双手紧紧抓着他。 他自己光着脚,却拉着穿着鞋的我,引导我走过了整个舷梯。 但自那以后,无论是在船舱内还是在我们下船后,我都再没见到他。
§2ΣΑΜΙΠΠΟΣ Οἶσθα οὖν, ὦ Λυκῖνε, ὅπου ἡμᾶς ἀπέλιπεν;
萨米普斯那么,吕基诺斯,你知道他在哪里离开我们的吗?
ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ τῆς θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός, ἀναδεδεμένον ἐς τοὐπίσω τὴν κόμην ἐπ' ἀμφότερα τοῦ μετώπου ἀπηγμένην.
我想,是当那个漂亮的年轻人穿着洁净的亚麻衣服从舱房里走出来的时候,他的头发在脑后扎起,额头两侧拨开。
εἰ τοίνυν ἐγὼ Ἀδείμαντον οἶδα, οἶμαι, γλαφυρὸν οὕτω θέαμα ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν φράσας τῷ Αἰγυπτίῳ ναυπηγῷ περιηγουμένῳ τὸ πλοῖον παρέστηκε δακρύων, ὥσπερ εἴωθε.
因此,如果我了解阿德曼托斯的话,我想他一看到这般雅致的景象,就会对那个带我们参观船只的埃及造船匠道声长别,然后像往常一样,站在一旁流着泪。
ταχύδακρυς γὰρ ὁ ἀνὴρ ἐς τὰ ἐρωτικά.
因为那个人一遇到情爱之事就极易落泪。
ΛΥΚΙΝΟΣ Καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι, ᾧ τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται, πάντες ἐλεύθεροι, στωμύλοι τὸ φθέγμα, παλαίστρας ἀποπνέοντες, οἶς καὶ παραδακρῦσαι οὐκ ἀγεννές.
吕基诺斯可是,萨米普斯,那个年轻人对我来说似乎并不怎么美丽,不至于让阿德曼托斯惊叹。 在雅典,有那么多美丽的年轻人跟随着阿德曼托斯,他们都是自由身,谈吐不凡,身上散发着竞技场的气息,为他们流泪并不可耻。
οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι καὶ πρόχειλός ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ ἐφθέγγετο ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον, Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ τῆς φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ πλόκαμος συνεσπειραμένος οὐκ ἐλεύθερόν φησιν αὐτὸν εἶναι.
而这个年轻人,除了肤色黝黑之外,还嘴唇凸出,双腿过于纤细。 他说话的声音拖沓、急促且连贯,虽然说的是希腊语,但其发音和声调却带着母国的口音。 他的头发和脑后盘绕着的辫子,也说明他并非自由人。
§3ΤΙΜΟΛΑΟΣ Τοῦτο μὲν εὐγενείας, ὦ Λυκῖνε, σημεῖόν ἐστιν Αἰγυπτίοις ἡ κόμη.
蒂莫劳斯吕基诺斯,对于埃及人来说,这种发型是高贵出身的象征。
ἅπαντες γὰρ αὐτὴν οἱ ἐλεύθεροι παῖδες ἀναπλέκονται ἔστε πρὸς τὸ ἐφηβικόν, ἔμπαλιν ἢ οἱ πρόγονοι ἡμῶν, οἷς ἐδόκει καλὸν εἶναι κομᾶν τοὺς γέροντας ἀναδουμένους κρωβύλον ὑπὸ τέττιγι χρυσῷ ἀνειλημμένον.
因为所有自由之身的男孩在步入青年之前都要编辫子,这与我们的祖先恰恰相反。 对我们的祖先来说,老人们留长发,并用金蝉簪把头发束成发髻,这才是美丽的象征。
ΣΑΜΙΠΠΟΣ Εὖ γε, ὦ Τιμόλαε, ὅτι ἡμᾶς ἀναμιμνήσκεις τῶν Θουκυδίδου συγγραμμάτων, ἃ ἐν τῷ προοιμίῳ περὶ τῆς ἀρχαίας ἡμῶν τρυφῆς εἶπεν ἐν τοῖς Ἴωσιν, ὁπότε οἱ τότε συναπῳκίσαν.
萨米普斯说得好,蒂莫劳斯。 多亏你让我们想起了修昔底德的著作,他在序论中谈到我们在爱奥尼亚人中的古代奢华,当时的人们共同移居至此。
§4ΛΥΚΙΝΟΣ Ἀτάρ, ὦ Σάμιππε, νῦν ἀνεμνήσθην, ὁπόθεν ἡμῶν ἀπελείφθη Ἀδείμαντος, ὅτε παρὰ τὸν ἱστὸν ἐπὶ πολὺ ἔστημεν ἀναβλέποντες, ἀριθμοῦντες τῶν βυρσῶν τὰς ἐπιβολὰς καὶ θαυμάζοντες ἀνιόντα τὸν ναύτην διὰ τῶν κάλων, εἶτα ἐπὶ τῆς κεραίας ἄνω ἀσφαλῶς διαθέοντα τῶν κεροιάκων ἐπειλημμένον.
吕基诺斯不过,萨米普斯,我现在想起来阿德曼托斯是在哪里和我们走散的了。 就是当我们在桅杆旁站了许久,抬头仰望,数着一张张皮革的覆盖层数,并赞叹水夫顺着缆绳爬上去,然后在帆桁上安全地奔跑,紧紧抓住绳索的时候。
ΣΑΜΙΠΠΟΣ Εὖ λέγεις.
萨米普斯你说的对。
τί δ’ οὖν χρὴ ποιεῖν ἡμᾶς;
那么我们该怎么办呢?
ἐνταῦθα καραδοκεῖν αὐτόν, ἢ ἐθέλεις ἐγὼ αὖθις ἐπάνειμι ἐς τὸ πλοῖον;
是在这里等他,还是你想让我再回船上去一趟?
ΤΙΜΟΛΑΟΣ Μηδαμῶς, ἀλλὰ προΐωμεν.
蒂莫劳斯千万不要,我们继续往前走吧。
εἰκὸς γὰρ ἤδη παρεληλυθέναι ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ, ἐπεὶ μηκέθ' ἡμᾶς εὑρεῖν ἐδύνατο.
因为他既然找不到我们,很可能已经急匆匆地穿过去城里了。
εἰ δὲ μή, ἀλλ’ οἶδε τὴν ὁδὸν Ἀδείμαντος, καὶ δέος οὐδὲν μὴ ἀπολειφθεὶς ἡμῶν ἀποβουκοληθῇ.
即使不是这样,阿德曼托斯也认识路,不用担心他被我们落下后会迷路。
ΛΥΚΙΝΟΣ Ὁρᾶτε, μὴ σκαιὸν ᾖ φίλον ἀπολιπόντας αὐτοὺς ἀπιέναι.
吕基诺斯当心,丢下朋友自己离去是否会显得有些无礼。
βαδίζωμεν δ’ ὅμως, εἰ καὶ Σαμίππῳ τοῦτο δοκεῖ.
不过,如果萨米普斯也这么想,我们还是往前走吧。
ΣΑΜΙΠΠΟΣ Καὶ μάλα δοκεῖ, ἤν πως ἀνεῳγυῖαν ἔτι τὴν παλαίστραν καταλάβωμεν.
萨米普斯我非常赞成,只要我们还能赶上竞技场开着门。

词汇与语法注释

  1. §1διαλάθοι — 在由过去时主句动词(ἔλεγον)引导的ὅ提从句中,直接引语中的潜在希求语气(διαλάθοι ἄν)或将来直陈语气(διαλήσει)由于时态一致(斜格希求语气)而变成了单独的希求语气。在语境中,它表达了蒂莫劳斯“绝不会错过任何景象”的强烈肯定性。
  2. §1σχολὴν ἄγοντα πυθόμενον — 修饰不定式 ποιεῖν 的省略对格主语(即说话者自己)的一连串伴随状况或原因分词。第一个分词(σχολὴν ἄγοντα)表示持续的状态(“闲着无事”),第二个分词(πυθόμενον)表示在此状态下发生的事件(“在听说……之后”),多层地说明了行动的背景。
  3. §2ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι — 使用 ὡς ἄν 加上不定式(等同于 ὥστε 加上不定式)来表示结果的句式。与前文的否定词 οὐ(οὐ πάνυ καλός)连用,表示“并非如此美丽,以至于连阿德曼托斯也会为之惊叹”的否定性结果。
  4. §4μὴ ... ἀποβουκοληθῇ — 由表示担忧的名词 δέος(恐惧、担忧)引导的 μὴ 从句。此处因前接否定表达 δέος οὐδέν(毫无担忧),故意为“不用担心他会走散”。动词 ἀποβουκολέω 原意为“使牛脱离牛群”,此处比喻性地表示“迷路、走散”。

引用这一段

琉善, 船或愿望 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。