§11ΛΥΚΙΝΟΣ
ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.
吕基诺斯:阿德曼托斯,如果我们不抓住你的外套把你拉转过身来,你就不会理会我们的大喊。 相反,你看起来像是在深思,转念想着某件显然既不小也不容小觑的事情。
ΑΔΕΙΜΑΝΤΟΣ
Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα.
阿德曼托斯:吕基诺斯,没什么不高兴的,只是我走着走着,一个空虚的想法悄悄袭来,让我没能听到你们的声音,因为我正用全部心思专注地凝视着它。
ΛΥΚΙΝΟΣ
Τίς αὕτη;
吕基诺斯:这是什么想法?
μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων.
如果不属于极秘密的事,请不要犹豫说出来。
καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ σιγᾶν μεμαθήκαμεν.
不过,如你所知,我们已经入会受过秘仪,并且学过保持沉默。
ΑΔΕΙΜΑΝΤΟΣ
Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς.
阿德曼托斯:但我真的很不好意思对你们说。
οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.
因为这个想法在你们看来会显得太幼稚了。
ΛΥΚΙΝΟΣ
Μῶν ἐρωτικόν τί ἐστιν;
吕基诺斯:难道是恋爱方面的事?
οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις.
因为你向我们透露这事,我们可不是未受秘仪的外行,而是在明亮的火炬下、自己也同样受过秘仪的人。
ΑΔΕΙΜΑΝΤΟΣ
Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ πολλοὶ καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε.
阿德曼托斯:绝非此类的事,我亲爱的朋友,我只是在给自己凭空构想某种财富,也就是众人所说的‘虚空之福’,而当我在财产和奢华达到顶点时,你们偏偏出现了。
§12ΛΥΚΙΝΟΣ
Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον.
吕基诺斯:那么,正如最常说的那句谚语:“赫尔墨斯是共享的”,把你的财富带过来,放在大家中间吧。
ΛΥΚΙΝΟΣ
ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Αδειμάντου τρυφῆς.
吕基诺斯:因为作为朋友,我们有权分享阿德曼托斯的奢华。
ΑΔΕΙΜΑΝΤΟΣ
Ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές.
阿德曼托斯:吕基诺斯,就在我把你安顿到安全的地方、我们刚登上船的那一刻起,我就和你们走散了。
περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὸ πάχος οὐκ οἶδ’ ὅπου ὑμεῖς ἀπέστητε.
因为当我测量锚的粗细时,不知怎么的你们就走开了。
§13ΑΔΕΙΜΑΝΤΟΣ
Ἰδὼν δὲ ὅμως τὰ πάντα ἠρόμην τινὰ τῶν ναυτῶν, ὁπόσην ἀποφέρει ἡ ναῦς τῷ δεσπότῃ ὡς ἐπὶ τὸ πολὺ κατ' ἔτος ἕκαστον τὴν μισθοφορίαν.
阿德曼托斯:但我还是看遍了所有的东西,然后问了一个船员,这艘船通常每年能给主人带来多少租金收入。
ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα, εἰ πρὸς τοὐλάχιστόν τις λογίζοιτο.
他回答我说:“如果往最少里算,也有十二个阿提卡塔兰特。
τοὐντεῦθεν οὖν ἐπανιὼν ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν ποιήσειεν εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον ἐπεβίωσα εὖ ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων ἐνίοτε μὲν αὐτός, ἐνίοτε δὲ οἰκέτας ἐκπέμπων.
”于是,在回来的路上我便琢磨着:如果有哪位神明能突然把这艘船变成我的,那我将过上多么幸福的生活啊! 我可以对朋友行善,时而自己乘船出海,时而派仆人们去。
εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων οἰκίαν τε ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν ὑπὲρ τὴν Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας καὶ ζεύγη καὶ ἵππους.
然后,用那十二个塔兰特,我立刻在画廊稍上方的便利地段为自己建造了一座住宅,卖掉了伊利索斯河畔的那座祖传老宅,并且购买了仆人、衣服、马车和马匹。
νυνὶ δὲ ἢδη καὶ ἔπλεον ὑφ' ἁπάντων εὐδαιμονιζόμενος τῶν ἐπιβατῶν φοβερὸς τοῖς ναύταις καὶ μονονουχὶ βασιλεὺς νομιζόμενος.
就在刚才,我已经坐着船航行,受到所有乘客的祝贺羡慕,令船员们敬畏,几乎被视作国王一般。
ἔτι δέ μοι τὰ κατὰ τὴν ναῦν εὐθετίζοντι καὶ ἐς λιμένα πόρρωθεν ἀποβλέποντι ἐπιστάς, ὦ Λυκῖνε, κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας εὖ φερόμενον τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι.
而正当我还在船上安顿各项事务、远远望向港口的时候,吕基诺斯,你突然出现,击沉了我的财富,倾覆了那艘借着心愿的顺风正顺利航行的船只。
§14ΛΥΚΙΝΟΣ
Οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν, ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ.
吕基诺斯:既然如此,高贵的朋友,你抓住我,把我扭送到将领那里去吧,把我当成某种海盗或沉船犯,因为我造成了如此巨大的船难——而且还是在陆地上,在从比雷埃夫斯回城里的路上!
ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί σου τὸ πταῖσμα· πέντε γάρ, εἰ βούλει, καλλίω καὶ μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου κατ' ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν, εἰ καί, ὦ ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε γενησόμενος.
不过,看看我将如何弥补你的损失吧:只要你愿意,现在就可以拥有五艘比那艘埃及船更美丽、更巨大的船,而且最重要的是,它们是绝不可能沉没的。 让它们每年从埃及为你运送五次粮食吧,尽管,我们伟大的船主啊,显而易见,到那时你对我们来说将变得无法忍受。
ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς φίλους.
因为当你还只是这一艘船的主人时,你就已经对我们的大喊置若罔闻了,如果你再拥有五艘三桅且永不沉没的船,显然你连看都不会看一眼你的朋友了。
σὺ μὲν οὖν εὐπλόει, ὦ βέλτιστε, ἡμεῖς δὲ ἐν Πειραιεῖ καθεδούμεθα τοὺς ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν.
那么,我最优秀的朋友,祝你航行顺利,而我们则会坐在比雷埃夫斯,询问从埃及或意大利驶来的船员,是否在某处见过阿德曼托斯那艘名为‘伊西斯’的巨轮。