Humanitext Reader

琉善 · 船或愿望 §40-43

王权的虚无与提莫劳斯对魔法戒指的愿望

第 10 段,共 11 段 · 希腊语

内容简介

吕基诺斯指出即使身为国王也无法逃避疾病与死亡,一切荣耀皆是虚无;随后轮到提莫劳斯许愿,他祈求赫尔墨斯赐予数枚拥有各种魔力的戒指。

§40ΛΥΚΙΝΟΣ καὶ γὰρ οὖν καὶ τόδε πῶς οὐ ταπεινόν, ὅτι καὶ νοσεῖς τὰ ὅμοια τοῖς ἰδιώταις καὶ ὁ πυρετὸς οὐ διαγιγνώσκει σε βασιλέα ὄντα οὐδ’ ὁ θάνατος δέδιε τοὺς δορυφόρους, ἀλλ’ ἐπιστάς, ὁπόταν αὐτῷ δοκῇ, ἄγει οἰμώζοντα οὐκ αἰδούμενος τὸ διάδημα;
吕基诺斯 “因此,下面这件事难道不也是很悲哀的吗? 那就是你也会像普通人一样生病,发烧并不区分你是不是国王,死亡也不害怕那些护卫,反而在它愿意的时候悄然降临,毫不顾及王冠,将哭喊着的你带走。
σὺ δὲ ὁ οὕτως ὑψηλὸς καταπεσὼν ἀνάσπαστος ἐκ τοῦ βασιλείου θρόνου τὴν αὐτὴν ὁδὸν ἄπει τοῖς πολλοῖς, ἰσότιμος ἐλαυνόμενος ἐν τῇ ἀγέλῃ τῶν νεκρῶν, χῶμα ὑψηλὸν ὑπὲρ γῆς καὶ στήλην μακρὰν ἢ πυραμίδα εὔγραμμον τὰς γωνίας ἀπολιπών, ἐκπρόθεσμα καὶ ἀνεπαίσθητα φιλοτιμήματα.
而如此高高在上的你,一旦倒下,被从王座上拉下来,也将和普通大众走上同一条路,在死者的队伍中被同等对待地驱赶,只留下地上高高的土丘、高耸的石柱,或是一座棱角分明的金字塔,而这些都是过时且无法被感知到的虚荣。
εἰκόνες δὲ ἐκεῖναι καὶ νεῴ, οὓς ἀνιστᾶσιν αἱ πόλεις θεραπεύουσαι, καὶ τὸ μέγα ὄνομα πάντα κατ' ὀλίγον ὑπορρεῖ καὶ ἄπεισιν ἀμελούμενα.
那些城市为了奉承你而建立的肖像和神殿,以及那个伟大的名字,都会一点点衰落,并在被遗忘中消逝。
ἢν δὲ καὶ ὅτι μάλιστα ἐπὶ πλεῖστον παραμείνῃ, τίς ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ γενομένῳ;
即使它们能留存得再久,对于一个已经失去知觉的人来说,又有什么乐趣可言呢?
ὁρᾷς οἷα μὲν ἔτι ζῶν ἕξεις πράγματα δεδιὼς καὶ φροντίζων καὶ κάμνων, οἷα δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν ἔσται;
你看清了吗,在还活着的时候,你因为恐惧、忧虑和劳累而要承受怎样的麻烦,而在离世之后,又会是怎样的一番光景呢?
§41ΛΥΚΙΝΟΣ Ἀλλ' ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβαλῇ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασιν χρῆσθαι εἰδότα.
” 吕基诺斯 “好了,提莫劳斯,现在该你许愿了,要像一个聪明且懂得处理事务的人那样,超越这两个人。
ΤΙΜΟΛΑΟΣ Σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη.
” 提莫劳斯 “那么吕基诺斯,你且看着,我是否会许下什么值得非难的愿望,或者是任何人都可以纠正的愿望。
χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, εἰκότως διέβαλες, οὐκ αἰτήσομαι.
黄金、财宝、成斗的钱币,或者帝国,以及为了统治而进行的战争和恐惧,既然你合情合理地贬低了它们,我就绝不祈求。
ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν.
因为这些东西是不稳定的,蕴含着无数阴谋,且其中的痛苦多于快乐。
§42ΤΙΜΟΛΑΟΣ ἐγὼ δὲ βούλομαι τὸν Ἑρμῆν ἐντυχόντα μοι δοῦναι δακτυλίους τινὰς τοιούτους τὴν δύναμιν, ἕνα μὲν ὥστε ἀεὶ ἐρρῶσθαι καὶ ὑγιαίνειν τὸ σῶμα καὶ ἄτρωτον εἶναι καὶ ἀπαθῆ, ἕτερον δὲ ὡς μὴ ὁρᾶσθαι τὸν περιθέμενον, οἷος ἦν ὁ τοῦ Γύγου, τὸν δέ τινα ὡς ἰσχύειν ὑπὲρ ἄνδρας μυρίους καὶ ὅ τι ἂν ἄχθος ἅμα μυρίοι κινῆσαι μόλις δύναιντο, τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι, ἔτι δὲ καὶ πέτεσθαι πολὺ ἀπὸ τῆς γῆς ἀρθέντα, καὶ πρὸς τοῦτο εἶναί μοι δακτύλιόν τινα.
提莫劳斯我想要赫尔墨斯在遇见我时,赐给我几枚具有如下力量的戒指:一枚能使我的身体永远强壮健康、刀枪不入且免受痛苦;另一枚能使戴上它的人隐形,就像古格斯的那枚戒指一样;还有一枚能让我拥有超越万人的力量,任何一万人合力都难以挪动的重物,我独自一人就能轻松举起;此外,还能让我离地飞得很高,为此我也要有一枚戒指。
καὶ μὴν καὶ ἐς ὕπνον κατασπᾶν ὁπόσους ἂν ἐθέλω καὶ ἅπασαν θύραν προσιόντι μοι ἀνοίγεσθαι χαλωμένου τοῦ κλείθρου καὶ τοῦ μοχλοῦ ἀφαιρουμένου, ταῦτα ἀμφότερα εἷς δακτύλιος δυνάσθω.
而且,还能让我把任何我想让他入睡的人送入梦乡,并且当我走近时,所有的门锁都会松开,插销也会脱落,门便自动开启——让一枚戒指同时拥有这两项功能。
§43ΤΙΜΟΛΑΟΣ τὸ δὲ μέγιστον ἄλλος τις ἔστω ἐπὶ πᾶσιν ὁ ἥδιστος, ὡς ἐράσμιον εἶναί με περιθέμενον παισὶ τοῖς ὡραίοις καὶ γυναιξὶ καὶ δήμοις ὅλοις καὶ μηδένα εἶναι ἀνέραστον καὶ ὅτῳ μὴ ποθεινότατος ἐγὼ καὶ ἀνὰ στόμα, ὥστε πολλὰς γυναῖκας οὐ φερούσας τὸν ἔρωτα καὶ ἀναρτᾶν ἑαυτὰς καὶ τὰ μειράκια ἐπιμεμηνέναι μοι καὶ εὐδαίμονα εἶναι δοκεῖν, εἴ τινα καὶ μόνον προσβλέψαιμι αὐτῶν, εἰ δ’ ὑπερορῴην, κἀκεῖνα ὑπὸ λύπης ἀπολλύσθω, καὶ ὅλως ὑπὲρ τὸν Ὑάκινθον ἢ Ὕλαν ἢ Φάωνα τὸν Χῖον εἶναί με.
提莫劳斯最重要的一点是,在这一切之上还要有一枚最美妙的戒指,戴上它就能让我受到青春美少年、女性以及全体民众的爱慕,没有一个人不爱我,每个人都极度渴望我、议论我;以至于许多妇女因无法承受爱意而自缢,青年男子们为我发狂,只要我仅仅看他们中的任何一眼,他们就觉得自己无比幸福,而如果我忽视他们,他们就会因悲伤而死;总之,让我成为超越雅辛托斯、海拉斯或希俄斯人法翁的存在。 ”

词汇与语法注释

  1. 40τὰ ὅμοια — 与不及物动词 `νοσεῖς` 连用的副词性宾格(或一种同族宾格),意为“与……同样地”或“以相同的方式”。
  2. 41ὅπως ὑπερβαλῇ — 连接词 `ὅπως` 后接虚拟语气的结构,在没有主句的情况下独立使用,表示强烈的劝告或命令(“你应当超越”)。
  3. 42τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι — 紧随关系从句之后的带对格不定式短语。在文脉上,它继承了前文 `ὡς ἰσχύειν` 等句子的结构,是由 `βούλομαι` 或 `δοῦναι` 引导的名词性或结果性表达。`ἐμέ` 是该不定式的逻辑主语(对格)。
  4. 43ὡς ἐράσμιον εἶναί με — 表示结果(或目的)的连词 `ὡς`(等同于 `ὥστε`)后接不定式 `εἶναι` 的结构,表示“结果使我成为受爱戴之人”。

引用这一段

琉善, 船或愿望 §40-43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:40-43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。