§44ΤΙΜΟΛΑΟΣ
καὶ ταῦτα πάντα ἔχειν μὴ ὀλιγοχρόνιον ὄντα μηδὲ κατὰ μέτρον ζῶντα τῆς ἀνθρωπίνης βιοτῆς, ἀλλ’ ἔτη χίλια νέον ἐκ νέου γιγνόμενον διαβιῶναι ἀμφὶ τὰ ἑπτακαίδεκα ἔτη ἀεὶ ἀποδυόμενον τὸ γῆρας ὥσπερ οἱ ὄφεις.
提莫劳斯 “而且,让我拥有这一切,绝非短命,也无需在人类生命的尺度下生活,而是活上一千年,不断重返青春,始终保持在十七岁左右,像蛇一样脱去衰老。
οὐδὲν γὰρ δεήσει με ταῦτα ἔχοντα· πάντα γὰρ ἐμὰ ἦν ἂν τὰ τῶν ἄλλων, ἐς ὅσον ἀνοίγειν τε τὰς θύρας ἐδυνάμην καὶ κοιμίζειν τοὺς φύλακας καὶ ἀθέατος εἶναι εἰσιών.
因为一旦拥有这些,我将一无所缺:只要我能打开大门,让守卫入睡,并隐形进入,别人的所有东西都将归我所有。
εἰ δέ τι ἐν Ἰνδοῖς ἢ Ὑπερβορέοις θέαμα παράδοξον ἢ κτῆμα τίμιον ἢ ὅσα ἐμφαγεῖν ἢ πιεῖν ἡδέα, οὐ μεταστειλάμενος, ἀλλ’ αὐτὸς ἐπιπετόμενος ἀπέλαυον ἁπάντων ἐς κόρον.
如果在印度或极北人那里有什么奇异的奇观、珍贵的财产,或者任何美味的饮食,我无需派人去取,而是自己飞过去,尽情享用一切直到满足。
καὶ ἐπεὶ γρὺψ ὑπόπτερον θηρίον ἢ φοῖνιξ ὄρνεον ἐν Ἰνδοῖς ἀθέατον τοῖς ἄλλοις, ἐγὼ δὲ καὶ τοῦτο ἑώρων ἄν, καὶ τὰς πηγὰς δὲ τὰς Νείλου μόνος ἂν ἠπιστάμην καὶ ὅσον τῆς γῆς ἀοίκητον, καὶ εἴ τινες ἀντίποδες ἡμῖν οἰκοῦσι τὸ νότιον τῆς γῆς ἡμίτομον ἔχοντες.
既然狮身鹰首兽和凤凰是在印度连其他人也见不到的,我也能见到它们,并且只有我一个人知道尼罗河的源头以及地球上还有多少无人居住的地方,以及是否有什么对跖人居住在地球的南半球。
ἔτι δὲ καὶ ἀστέρων φύσιν καὶ σελήνης καὶ αὐτοῦ ἡλίου ῥᾳδίως ἔγνων ἂν ἀπαθὴς ὢν τῷ πυρί, καὶ τὸ πάντων ἥδιστον, αὐθημερὸν ἀγγεῖλαι ἐς Βαβυλῶνα, τίς ἐνίκησεν Ὀλύμπια, καὶ ἀριστήσαντα, εἰ τύχοι, ἐν Συρίᾳ δειπνῆσαι ἐν Ἰταλίᾳ.
此外,由于我不受火焰的伤害,我可以轻松了解恒星、月亮和太阳本身的心性;而且最惬意的是,在当天就能把奥林匹亚获胜者的消息传到巴比伦,如果愿意,在叙利亚吃午饭,在意大利吃晚饭。
εἰ δέ τις ἐχθρὸς εἴη, ἀμύνασθαι καὶ τοῦτον ἐκ τοῦ ἀφανοῦς πέτρον ἐμβαλόντα τῇ κεφαλῇ, ὡς ἐπιτετρῖφθαι τὸ κρανίον, τούς τε αὖ φίλους εὖ ποιεῖν ἐπιχέαντα κοιμωμένοις αὐτοῖς τὸ χρυσίον.
如果有什么仇人,我就隐形向他的头上扔块石头,把他的头骨砸碎以此报复;而对于朋友,则在他们熟睡时往他们身上倾倒黄金来施予恩惠。
καὶ μὴν εἴ τις ὑπερόπτης εἴη ἢ τύραννος πλούσιος ὑβριστής, ἀράμενος αὐτὸν ὅσον ἐπὶ σταδίους εἴκοσιν ἀφῆκα φέρεσθαι κατὰ τῶν κρημνῶν.
更不用说,如果有什么傲慢之人或粗暴的富人僭主,我可以把他提到二十斯塔迪翁的高空,然后任其从悬崖上坠落。
τοῖς παιδικοῖς δὲ ὁμιλεῖν ἀκωλύτως ἂν ἐξῆν εἰσιόντα ἀθέατον κοιμίσαντα ἅπαντας ἄνευ ἐκείνων μόνων.
至于和心爱的少年交往,我也可以毫无阻碍地隐形进入,让除了他们之外的所有人入睡。
οἷον δὲ κἀκεῖνο ἦν, τοὺς πολεμοῦντας ἐπισκοπεῖν ἔξω βέλους ὑπεραιωρούμενον;
还有一件事多么美妙,那就是在箭矢所不能及的高空俯瞰交战的双方!
καὶ εἰ δόξειέ μοι, προσθέμενος ἂν τοῖς ἡττημένοις κοιμίσας τοὺς κρατοῦντας νικᾶν παρεῖχον τοῖς φεύγουσιν ἀναστρέψασιν ἀπὸ τῆς τροπῆς.
如果我高兴,还可以加入战败的一方,让获胜者入睡,使溃逃的人转败为功,从败退中回转赢得胜利。
καὶ τὸ ὅλον, παιδιὰν ἐποιούμην ἂν τὸν τῶν ἀνθρώπων βίον καὶ πάντα ἐμὰ ἦν καὶ θεὸς ἐδόκουν τοῖς ἄλλοις.
总而言之,我会把人类的生活当作一场游戏,一切都是我的,在别人眼里我就是神。
τοῦτο ἡ ἄκρα εὐδαιμονία ἐστὶ μήτε ἀπολέσθαι μήτε ἐπιβουλευθῆναι δυναμένη, καὶ μάλιστα μεθ' ὑγιείας ἐν μακρῷ τῷ βίῳ.
这才是至高无上的幸福,既不会失去,也不会被阴谋危害,尤其是伴随着健康而度过的漫长一生。
§45ΤΙΜΟΛΑΟΣ
τί ἂν αἰτιάσαιο, ὦ Λυκῖνε, τῆς εὐχῆς;
” 提莫劳斯 “吕基诺斯,对于这个愿望,你有什么可指责的呢?
ΛΥΚΙΝΟΣ
Οὐδέν, ὦ Τιμόλαε.
” 吕基诺斯 “毫无指责,提莫劳斯。
οὐδὲ γὰρ ἀσφαλὲς ἐναντιοῦσθαι ἀνδρὶ πτηνῷ καὶ ὑπὲρ μυρίους τὴν ἰσχύν, πλὴν ἀλλὰ ἐκεῖνο ἐρήσομαί σε, εἴ τινα ἄλλον εἶδες ἐν τοσούτοις ἔθνεσιν, ὅσα ὑπερέπτης, γέροντα ἤδη ἄνδρα οὕτω παρακεκινηκότα τὴν γνώμην, ἐπὶ δακτυλίου μικροῦ ὀχούμενον, ὄρη ὅλα κινεῖν ἄκρῳ τῷ δακτύλῳ δυνάμενον, ἐπέραστον πᾶσι, καὶ ταῦτα φαλακρὸν ὄντα καὶ τὴν ῥῖνα σιμόν;
因为对抗一个能飞且力量超越万人的人确实是不安全的。 不过我还是要问你:在你飞过的那么多民族中,你是否见过有其他老汉,神智也像这样错乱,指望一个微小的戒指,却能用指尖移动整座大山,受所有人喜爱,而且还是个秃顶和塌鼻子?
ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε οὐχ εἶς δακτύλιος ἅπαντα ταῦτα δύναταί σοι, ἀλλὰ τοσούτους περιημμένος βαδιῇ τὴν ἀριστερὰν πεφορτισμένος κατὰ δάκτυλον ἕνα;
不过你也告诉我这一点:为什么一枚戒指不能为你做到这一切,你却要戴着这么多戒指走路,把左手的每个手指都装得沉甸甸的?
μᾶλλον δὲ ὑπερπαίει ὁ ἀριθμός, καὶ δεήσει καὶ τὴν δεξιὰν συνεπιλαβεῖν.
或者说,这个数量已经超载了,你还得把右手也用上。
καίτοι ἑνὸς τοῦ ἀναγκαιοτάτου προσδεῖ, ὃς περιθέμενόν σε παύσει μωραίνοντα τὴν πολλὴν ταύτην κόρυζαν ἀποξύσας.
然而,你还缺少最需要的一枚戒指,戴上它就能帮你擦掉这满脑子的黏糊鼻涕,让你不再说傻话。
ἢ τοῦτο μὲν καὶ ὁ ἑλλέβορος ἱκανὸς ποιῆσαι ζωρότερος ποθείς;
还是说,喝一碗更浓的避邪草药就足以做到这一点了?
§46ΤΙΜΟΛΑΟΣ
Ἀλλὰ πάντως, ὦ Λυκῖνε, καὶ αὐτὸς εὔξῃ τι ἤδη ποτέ, ὡς ἂν μάθωμεν οἷα αἰτήσεις ἀνεπίληπτα καὶ ἀνέγκλητα ὁ συκοφαντῶν τοὺς ἄλλους.
” 提莫劳斯 “但是,吕基诺斯,你无论如何也该给自己许个愿了,好让我们看看,你这个整天指责别人的人,会求些什么无可指责、无懈可击的东西。
ΛΥΚΙΝΟΣ
Ἀλλ' οὐ δέομαι εὐχῆς ἐγώ.
” 吕基诺斯 “但我不需要许愿。
ἥκομεν γὰρ δὴ πρὸς τὸ Δίπυλον, καὶ ὁ βέλτιστος οὑτοσὶ Σάμιππος ἀμφὶ Βαβυλῶνα μονομαχῶν, καὶ σύ, ὦ Τιμόλαε, ἀριστῶν μὲν ἐν Συρίᾳ, δειπνῶν δὲ ἐν Ἰταλίᾳ καὶ τοῖς ἐμοὶ ἐπιβάλλουσι σταδίοις κατεχρήσασθε καλῶς ποιοῦντες.
因为我们已经到了狄皮隆门,而这位优秀的萨米波斯在巴比伦周围进行单挑,你,提莫劳斯,在叙利亚吃午饭,在意大利吃晚饭,你们真是不客气,把原本属于我的那份路程都给用光了。
ἄλλως τε οὐκ ἂν δεξαίμην πλουτήσας ἐπ' ὀλίγον ὑπηνέμιόν τινα πλοῦτον ἀνιᾶσθαι μετ' ὀλίγον ψιλὴν τὴν μᾶζαν ἐσθίων, οἷα ὑμεῖς πείσεσθε μετ' ὀλίγον, ἐπειδὰν ἡ εὐδαιμονία μὲν ὑμῖν καὶ ὁ πολὺς πλοῦτος οἴχηται ἀποπτάμενος, αὐτοὶ δὲ καταβάντες ἀπὸ τῶν θησαυρῶν τε καὶ διαδημάτων ὥσπερ ἐξ ἡδίστου ὀνείρατος ἀνεγρόμενοι ἀνόμοια τὰ ἐπὶ τῆς οἰκίας εὑρίσκητε ὥσπερ οἱ τοὺς βασιλεῖς ὑποκρινόμενοι τραγῳδοὶ ἐξελθόντες ἀπὸ τοῦ θεάτρου λιμώττοντες οἱ πολλοί, καὶ ταῦτα πρὸ ὀλίγου Ἀγαμέμνονες ὄντες ἢ Κρέοντες.
而且,我可不想在短暂富裕之后,为一阵风一样的财富而苦恼,不久后又得啃那光秃秃的麦饼。
λυπήσεσθε οὖν, ὡς τὸ εἰκός, καὶ δυσάρεστοι ἔσεσθε τὰ ἐπὶ τῆς οἰκίας, καὶ μάλιστα σύ, ὦ Τιμόλαε, ὁπόταν δέῃ σε τὸ αὐτὸ παθεῖν τῷ Ἰκάρῳ τῆς πτερώσεως διαλυθείσης καταπεσόντα ἐκ τοῦ οὐρανοῦ χαμαὶ βαδίζειν ἀπολέσαντα τοὺς δακτυλίους ἐκείνους ἅπαντας ἀπορρυέντας τῶν δακτύλων.
这正是你们不久后要遭遇的命运。 当你们的幸福和巨额财富飞走消失,你们自己从宝藏和王冠上走下来,就像从最美妙的梦中醒来一样,发现家里的境况完全不同——就像扮演国王的悲剧演员们,走出剧场后大多都挨饿,而就在不久前他们还是阿伽门农或克瑞翁。 因此,你们很自然会感到悲伤,对家里的事情感到不满,尤其是你,提莫劳斯,当你的羽翼融化,不得不遭遇和伊卡洛斯一样的命运,从天空中坠落,在地上步行,并且所有那些戒指都从手指上脱落遗失的时候。
ἐμοὶ δὲ καὶ τοῦτο ἱκανὸν ἀντὶ πάντων θησαυρῶν καὶ Βαβυλῶνος αὐτῆς τὸ γελάσαι μάλα ἡδέως ἐφ' οἷς ὑμεῖς ᾐτήσατε τοιούτοις οὖσι, καὶ ταῦτα φιλοσοφίαν ἐπαινοῦντες.
但对我来说,比起所有的财宝和巴比伦本身,只要能对你们许下的这些荒唐愿望——而且你们还口口声声赞美哲学——发自内心地开怀大笑,这就已经足够了。 ”