Humanitext Reader

琉善 · 船或愿望 §36-39

萨米普斯的幻想胜利与王权的忧患

第 9 段,共 11 段 · 希腊语

内容简介

萨米普斯描绘了与波斯国王的幻想战斗、自己的胜利以及作为君主的严酷统治;然而,吕基诺斯将他的幻想拉回到现实的步行路程中,并通过指出王权带来的无尽焦虑与孤立来劝诫他。

§36ΣΑΜΙΠΠΟΣ Πρόσιμεν δή, εἴ σοι δοκεῖ.
萨米普斯 “既然你同意,那我们就前进吧。
καὶ ὅπως ἄνδρες ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε τὸ πάτριον φρόνημα.
在危险中,你们要表现得像个勇士,绝不能背弃祖先的尊严。
ἤδη γάρ που καὶ οἱ πολέμιοι ἐπιλαμβάνουσιν.
因为敌人也已经逼近了。
ὥστε τὸ μὲν σύνθημα ἔστω Ἐνυάλιος.
所以,我们的口令定为‘埃纽阿里奥斯’。
ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής, ἀλαλάξαντες καὶ τὰ δόρατα κρούσαντες πρὸς τὰς ἀσπίδας ἐπείγεσθε συμμῖξαι τοῖς ἐναντίοις καὶ ἐντὸς γενέσθαι τῶν τοξευμάτων, ὡς μηδὲ πληγὰς λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες.
当号手吹响信号时,你们要发出呐喊,用长矛敲击盾牌,急步与对手交战,冲入他们的弓箭射程之内,以免因为让他们有机会进行袭扰而使我们受伤。
καὶ ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθ' αὑτοὺς Μήδους ὄντας, τὸ δὲ κατ' ἐμὲ ἰσόπαλον ἔτι, Πέρσαι γάρ εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς.
既然我们已经进入了白兵战,左翼和提莫劳斯已经击溃了他们对面的美迪亚人,但我这边的战况仍然势均力敌,因为他们是波斯人,国王也在他们中间。
ἡ δὲ ἵππος ἅπασα τῶν βαρβάρων ἐπὶ τὸ δεξιὸν ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε, αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ παρακελεύου δέχεσθαι τὴν ἐπέλασιν.
不过,异族的所有骑兵都正向我们的右翼冲来,所以,吕基诺斯,你自己要表现得像个勇士,并激励你手下的人迎击敌人的冲锋。
§37ΛΥΚΙΝΟΣ Ὢ τῆς τύχης.
” 吕基诺斯 “哎呀,真倒霉!
ἐπ' ἐμὲ γὰρ οἱ ἱππεῖς ἅπαντες καὶ μόνος ἐπιτήδειος αὐτοῖς ἔδοξα ἐπελαύνεσθαι.
所有的骑兵居然都朝我冲过来了,在他们眼里,我似乎是唯一适合被他们践踏的目标。
καί μοι δοκῶ, ἢν βιάζωνται, αὐτομολήσειν προσδραμὼν ἐς τὴν παλαίστραν ἔτι πολεμοῦντας ὑμᾶς καταλιπών.
我觉得,如果他们逼得太紧,我就会逃到体育场去投降,留下你们继续战斗。
ΣΑΜΙΠΠΟΣ Μηδαμῶς.
” 萨米普斯 “千万别这样!
κρατεῖς γὰρ αὐτῶν καὶ σὺ ἤδη τὸ μέρος.
因为你也已经在你的位置上击退了他们的一部分。
ἐγὼ δέ, ὡς ὁρᾷς, καὶ μονομαχήσω πρὸς τὸν βασιλέα· προκαλεῖται γάρ με καὶ ἀναδῦναι πάντως αἰσχρόν.
而我,正如你所见,也将与国王进行单挑;因为他在挑战我,退缩绝对是奇耻大辱。
ΛΥΚΙΝΟΣ Νὴ Δία καὶ τετρώσῃ αὐτίκα μάλα πρὸς αὐτοῦ.
” 吕基诺斯 “天哪,你马上就会被他刺伤的。
βασιλικὸν γὰρ καὶ τὸ τρωθῆναι περὶ τῆς ἀρχῆς μαχόμενον.
因为为了争夺统治权而战斗负伤,也是颇有国王风范的。
ΣΑΜΙΠΠΟΣ Εὖ λέγεις.
” 萨米普斯 “说得好。
ἐπιπόλαιον μέντοι τὸ τραῦμα καὶ οὐκ εἰς τὰ φανερὰ τοῦ σώματος, ὡς μηδὲ τὴν οὐλὴν ὕστερον ἄμορφον γενέσθαι.
不过伤口只是皮外伤,而且不会在身体显眼的部位,免得日后留下难看的疤痕。
πλὴν ἀλλὰ ὁρᾷς ὅπως ἐπελάσας μιᾷ πληγῇ αὐτόν τε καὶ τὸν ἵππον διέπειρα τὴν λόγχην ἀφείς, εἶτα τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἀφελὼν τὸ διάδημα βασιλεὺς ἤδη γέγονα προσκυνούμενος ὑφ' ἁπάντων;
不过你看到了吗,我是如何冲上去,一枪刺穿了他和他的马,然后斩下他的首级,夺走他的王冠,如今已经成为受所有人顶礼膜拜的国王了?
οἱ βάρβαροι προσκυνείτωσαν.
让异族人顶礼膜拜吧!
§38ΣΑΜΙΠΠΟΣ ὑμῶν κατὰ τὸν Ἑλλήνων νόμον ἄρξω εἷς στρατηγὸς ὀνομαζόμενος.
” 萨米普斯 “至于你们,我将按照希腊人的法律,以独一统帅之名来统治。
ἐπὶ τούτοις ἄρα ἐννοεῖτε ὅσας μὲν πόλεις ἐπωνύμους ἐπ' ἐμαυτοῦ οἰκιῶ, ὅσας δὲ καὶ καθαιρήσω ἑλὼν κατὰ κράτος, αἳ ἂν ὑβρίσωσί τι ἐς τὴν ἀρχήν.
因此,你们要想一想,我将建立多少以我命名的城市,又将以武力攻克并摧毁多少对我的统治不敬的城市。
ἁπάντων δὲ μάλιστα Κυδίαν τὸν πλούσιον μετελεύσομαι, ὃς ὅμορος ὤν μοι ἐξέωσε τοῦ ἀγροῦ ἐπιβαίνων κατ' ὀλίγον ἐς τὸ εἴσω τῶν ὅρων.
而最重要的是,我要去报复富翁库迪亚斯,他作为我的邻居,一点点蚕食我的边界,把我从我的土地上赶了出去。
§39ΛΥΚΙΝΟΣ Πέπαυσο ἤδη, ὦ Σάμιππε.
” 吕基诺斯 “快停下吧,萨米普斯。
καιρὸς γὰρ σὲ ἤδη μὲν νενικηκότα τηλικαύτην μάχην ἐν Βαβυλῶνι εὐωχεῖσθαι τὰ ἐπινίκια—ἑκστάδιος γὰρ οἶμαί σοι ἡ ἀρχή—Τιμόλαον δὲ ἐν τῷ μέρει εὔχεσθαι ὅπερ ἂν ἐθέλῃ.
既然你已经在巴比伦赢得了这样一场大战,现在是你享受胜利盛宴的时候了——因为我想你的帝国只有六个斯塔迪翁长——现在轮到提莫劳斯许下他想要的愿望了。
ΣΑΜΙΠΠΟΣ Τί δ’ οὖν, ὦ Λυκῖνε; οἷά σοι ᾐτῆσθαι δοκῶ;
” 萨米普斯 “那么,吕基诺斯,你觉得我许下的是什么样的愿望呢?
ΛΥΚΙΝΟΣ Παρὰ πολύ, ὦ θαυμασιώτατε βασιλέων, ἐπιπονώτερα καὶ βιαιότερα τῶν Ἀδειμάντου, παρ' ὅσον ἐκεῖνος μὲν ἐτρύφα διτάλαντα χρύσεα ἐκπώματα προπίνων τοῖς συμπόταις, σὺ δὲ καὶ ἐτιτρώσκου μονομαχῶν καὶ ἐδεδίεις καὶ ἐφρόντιζες νύκτωρ καὶ μεθ' ἡμέραν·
” 吕基诺斯 “噢,最伟大的国王啊,你的愿望比阿德曼托斯的要辛苦和痛苦得多。 因为阿德曼托斯是在宴席上用两塔兰同重的金杯向同伴敬酒,尽情享乐;而你却在一场单挑中受伤,日日夜夜担惊受怕、忧心忡忡。
οὐ μόνον γάρ σοι τὰ παρὰ τῶν πολεμίων φοβερὰ ἦν, ἀλλὰ καὶ ἐπιβουλαὶ μυρίαι καὶ φθόνος παρὰ τῶν συνόντων καὶ μῖσος καὶ κολακεία, φίλος δὲ οὐδεὶς ἀληθής, ἀλλὰ πρὸς τὸ δέος ἅπαντες ἢ πρὸς τὴν ἐλπίδα εὖνοι δοκοῦντες εἶναι.
对你来说,不仅敌人的威胁令人恐惧,而且还有身边人无数的阴谋、嫉妒、憎恨和谄媚,没有一个是真正的朋友,所有人表现出友好,要么是出于恐惧,要么是出于期盼。
ἀπόλαυσις μέν γε οὐδὲ ὄναρ τῶν ἡδέων, ἀλλὰ δόξα μόνη καὶ πορφυρὶς χρυσῷ ποικίλη καὶ ταινία λευκὴ περὶ τῷ μετώπῳ καὶ δορυφόροι προϊόντες, τὰ δ’ ἄλλα κάματος ἀφόρητος καὶ ἀηδία πολλή, καὶ ἢ χρηματίζειν δεῖ τοῖς παρὰ τῶν πολεμίων ἥκουσιν ἢ δικάζειν ἢ καταπέμπειν τοῖς ὑπηκόοις ἐπιτάγματα, καὶ ἤτοι ἀφέστηκέ τι ἔθνος ἢ ἐπελαύνουσί τινες τῶν ἔξω τῆς ἀρχῆς.
甚至连在梦里也无法享受快乐的事,有的只是虚名、镶金的紫袍、额头上的白丝带以及在前引路的卫兵,而其余的一切都是无法忍受的劳累和许多烦心事。 要么得接见来自敌国的使者,要么得审理案件,要么得向臣民下达命令,要么是某个民族起义,要么是帝国国境之外的什么人正向你进攻。
δεδιέναι οὖν δεῖ πάντα καὶ ὑφορᾶσθαι, καὶ ὅλως ὑπὸ πάντων μᾶλλον ἢ ὑπὸ σεαυτοῦ εὐδαιμονίζεσθαι.
因此,你必须惧怕一切,怀疑所有人,总之,你只是在被除你之外的所有人羡慕为幸福而已。 ”

词汇与语法注释

  1. §36ὅπως ἄνδρες ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε — ὅπως 后接将来直说法定动词(ἔσεσθε),用于表示强烈的命令或劝告(“务必要……”)。主句中表示命令的动词(如 ὅρα)被省略。
  2. §37αὐτομολήσειν προσδραμὼν ἐς τὴν παλαίστραν — 吕基诺斯独具幽默感的表达,他通过提到逃往“体育场”(palæstra)来打断萨米普斯的幻想,这与他们现实中在雅典/比雷埃夫斯散步的物理背景(体育场是青年活动的场所)相呼应。
  3. §39ἑκστάδιος γὰρ οἶμαί σοι ἡ ἀρχή — 对 ἀρχή 一词的双关运用,该词既有“帝国/统治”之意,也有“起点/旅程”之意。由于他们从比雷埃夫斯已经走了30斯塔迪翁,距离雅典城还剩大约6斯塔迪翁,吕基诺斯以此讥讽萨米普斯的“帝国”仅仅是他们剩下的“步行距离”。
  4. §39πρὸς τὸ δέος ἅπαντες ἢ πρὸς τὴν ἐλπίδα εὖνοι δοκοῦντες εἶναι — 介词 πρός 在此表示“根据”或“出于”。它指出,他们表现出友好完全是出于恐惧或对(赏赐)的期盼。

引用这一段

琉善, 船或愿望 §36-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:36-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。