§32ΣΑΜΙΠΠΟΣ
προΐωμεν δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί·
萨米普斯 “那我们现在就向皇家宙斯祈祷,然后动身,沿着山路前往科林斯。
κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν, ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα.
一旦我们征服了希腊的所有地方——因为面对如此众多的我们,没有人敢以武力抗拒,我们将不战而胜——我们便登上三段击船,把马匹装上运马船——在肯克里亚已经准备好了充足的粮食、足够的船只以及其他一切。 让我们渡过爱琴海前往爱奥尼亚,然后,在那里向阿耳特弥斯献祭,轻松接管那些没有城墙的城市并留下总督,接着通过卡里亚、吕基亚、潘菲利亚、皮西迪亚以及沿海和山区的基利基亚,向叙利亚挺进,直到我们抵达幼发拉底河。
§33ΛΥΚΙΝΟΣ
Ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς Ἑλλάδος κατάλιπε.
” 吕基诺斯 “大王,如果可以的话,请把我留下来当希腊的萨特拉普(总督)吧。
δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι.
因为我是个胆小鬼,我无法高高兴兴地忍受远离家乡的痛苦。
σὺ δὲ ἔοικας ἐπὶ Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν τοξικὴν εὔστοχα.
而您似乎要对付亚美尼亚人和帕提亚人,他们是好战的部落,且擅长精准射击。
ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν τινα ἔασον ἐπὶ τῆς Ἑλλάδος, μή με καὶ διαπείρῃ τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα ἡγούμενόν σοι τῆς φάλαγγος.
所以,请把右翼交给别人,让我作为像安替帕特这样的人留在希腊吧,免得我在苏萨或巴克特拉附近为您率领方阵时,有什么人一箭射中我这可怜虫不设防的地方,把我射穿。
ΣΑΜΙΠΠΟΣ
Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον δειλὸς ὤν.
” 萨米普斯 “吕基诺斯,你这是在逃避兵役,真是个胆小鬼。
ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις λιπὼν φαίνοιτο τὴν τάξιν.
但法律规定,如果有人被发现擅离职守,就要被斩首。
ἀλλ’ ἐπεὶ κατὰ τὸν Εὐφράτην ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν ὑπ' ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι τὴν Φοινίκην ἡμῖν ἐν τούτῳ καὶ τὴν Παλαιστίνην εἶτα καὶ τὴν Αἴγυπτον προσαξόμενοι, §34ΣΑΜΙΠΠΟΣ
σὺ πρῶτος, ὦ Λυκῖνε, διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ' ἐμὲ ὁ Τιμόλαος·
不过,既然我们已经到了幼发拉底河,河上已经架起了桥,而且后方我们经过的所有地方都安全无虞,我派往各个民族的代官也掌控了一切。 同时,其他人也正出发去为我们平定腓尼基、巴勒斯坦以及随后的埃及,” 萨米普斯 “你,吕基诺斯,作为先锋,率领右翼渡河,然后是我,接着是提莫劳斯。
ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, ὦ Ἀδείμαντε.
而阿德曼托斯,你率领骑兵断后。
καὶ διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς ἀπήντηκεν ἡμῖν πολέμιος, ἀλλὰ ἑκόντες αὑτούς τε καὶ τὰς ἀκροπόλεις ἅνθρωποι ἐνεχείρισαν, καὶ ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι παρήλθομεν εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν πόλιν.
我们在穿越美索不达米亚时,确实没有遇到任何敌人,人们自愿献出了自己和城堡。 我们出乎意料地来到巴比伦,进入了城墙内部并占领了这座城市。
ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας καὶ σφενδονήτας.
而波斯国王在泰西封附近逗留时听闻了我们来袭的消息,随即前往塞琉西亚,正通过召集尽可能多的骑兵、弓箭手和投石手进行整军。
ἀπαγγέλλουσι δ’ οὖν οἱ σκοποὶ ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ μαχίμου συνειλέχθαι καὶ τούτων εἴκοσιν ἱπποτοξότας, καίτοι οὔπω ὁ Ἀρμένιος πάρεστιν οὔτε οἱ κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες οὔτε οἱ ἀπὸ Βάκτρων, ἀλλ’ ἐκ τῶν πλησίον καὶ προαστείων τῆς ἀρχῆς·
无论如何,斥候报告称,敌人的战斗部队已聚集了大约一百万人,其中二十万是骑马弓兵。 而且这还是在亚美尼亚人、里海沿岸居民以及巴克特拉人尚未赶到的情况下,仅凭帝国邻近和郊区的兵力所致。
οὕτω ῥᾳδίως τοσαύτας μυριάδας κατέλεξε.
他竟然如此轻易地征集了这么多个万的军队。
καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι χρὴ ποιεῖν.
因此,现在是我们考虑该怎么办的时候了。
§35ΑΔΕΙΜΑΝΤΟΣ
Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.
” 阿德曼托斯 “不过依我之见,我认为你们步兵应该向泰西封进军,而我们骑兵则留在原地,守卫巴比伦。
ΣΑΜΙΠΠΟΣ
Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ κινδύνου γενόμενος;
” 萨米普斯 “阿德曼托斯,危险临头,你也害怕了吗?
σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;
提莫劳斯,你觉得呢?
ΤΙΜΟΛΑΟΣ
Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους, μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’ ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς.
” 提莫劳斯 “应该全军向敌人发起进攻,不要等待他们的盟友从四面八方赶来让他们做好更充分的准备,而是趁着敌人还在行军途中,就向他们发起进攻。
ΣΑΜΙΠΠΟΣ
Εὖ λέγεις.
” 萨米普斯 “说得好。
σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;
吕基诺斯,你赞同什么?
ΛΥΚΙΝΟΣ
Ἐγώ σοι φράσω.
” 吕基诺斯 “我来告诉你。
ἐπειδὴ κεκμήκαμεν συντόνως ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ, καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ.
既然我们一大早下到比雷埃夫斯时就一刻不停地赶路,现在已经累了,而且我们已经走了大约三十斯塔迪翁,阳光又刺眼,因为现在已经是正午时分了,我们应该在这个地方,在翻倒的石碑旁的奥树下坐下来歇歇脚,然后再站起来走完剩下的路回到城里。
ΣΑΜΙΠΠΟΣ
Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος;
” 萨米普斯 “好家伙,你以为你还在雅典吗? 你正身处巴比伦城墙前的平原上,在这么多士兵中间,正坐着商讨战争大事呢!
ΛΥΚΙΝΟΣ
Εὖ γε ὑπέμνησας.
” 吕基诺斯 “多亏你提醒。
ἐγὼ δὲ νήφειν ᾤμην καὶ ὕπαρ ἀποφανεῖσθαι τὴν γνώμην.
我还以为自己是清醒的,正在清醒状态下发表意见呢。 ”