Humanitext Reader

琉善 · 船或愿望 §28-31

萨米普斯称王建军的愿望与将领任命

第 7 段,共 11 段 · 希腊语

内容简介

萨米普斯因自己是内陆人而放弃求船,转而祈愿从打家劫舍起家并最终建立起一支统领五万大军的王权。当吕基诺斯以不擅骑马为由婉拒骑兵司令一职后,阿德曼托斯主动请缨接任,大军的指挥阵型随之确定。

§28ΣΑΜΙΠΠΟΣ Ἐγὼ δὲ—ἠπειρώτης γάρ εἰμι, Αρκὰς ἐκ Μαντινείας, ὡς ἴστε—ναῦν μὲν οὐκ αἰτήσω μοι γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον, οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν αἰτῶν καὶ μεμετρημένον χρυσίον.
萨米普斯 “而我——因为我是内陆人,正如你们所知,是来自曼提尼亚的阿卡迪亚人——,我不会祈求拥有一艘船,因为这根本不可能向我的同胞市民展示。 我也不打算对神明斤斤计较,去祈求什么宝藏和量好的金子。
ἀλλὰ δύνανται γὰρ πάντα οἱ θεοί, καὶ τὰ μέγιστα εἶναι δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς ὃν Τιμόλαος ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς ἐκείνων πρὸς οὐδὲν ἀνανευόντων.
然而,既然众神无所不能,哪怕是看起来最伟大的事情,而且还有提莫劳斯制定的祈愿法则,他说过不应犹豫去祈求任何事物,因为神明对任何请求都不会拒绝,所以我请求成为一个国王。
αἰτῶ δὴ βασιλεὺς γενέσθαι οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν βασιλείαν παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον ἀπὸ λῃστείας ἀρξαμένῳ ἑταῖροι καὶ συνωμόται ὅσον τριάκοντα, πιστοὶ μάλα καὶ πρόθυμοι, γενέσθωσαν, εἶτα κατ' ὀλίγον τριακόσιοι προσιόντες ἡμῖν ἄλλος ἐπ' ἄλλῳ, εἶτα χίλιοι καὶ μετ' οὐ πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους.
我不想像腓力的儿子亚历山大,或者托勒密、米特里达梯,亦或是其他继承父位而统治的国王那样。 相反,当我最初从打家劫舍开始起家时,愿我能有大约三十名极其忠诚和热情的同伴和同谋,然后渐渐地有三百人陆续加入我们,接着是一千人,不久就达到一万人,最后发展成一支拥有五万重装步兵、大约五千骑兵的整编军队。
§29ΣΑΜΙΠΠΟΣ ἐγὼ δὲ χειροτονητὸς ὑφ' ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι.
” 萨米普斯 “愿我被所有人投票推选为统治者,被认为是最适合领导人类和处理国务的人。
ὡς τοῦτό γε αὐτὸ ἡδύ, μείζω εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν·
这本身是多么令人愉快的事啊! 凭借才能被军队推举为统治者,从而比其他国王更为伟大,而不是成为别人为之奋斗而留下的王位的继承人。
ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς δι’ αὑτοῦ κτησάμενος τὴν δυναστείαν.
因为继承来的王位就像阿德曼托斯的宝藏一样,它的乐趣远不如一个人亲眼看到自己凭一己之力夺取政权时那样。
ΛΥΚΙΝΟΣ Παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε ᾔτησας, ἄρχειν ἀσπίδος τοσαύτης ἄριστος δὴ προκριθεὶς ὑπὸ τῶν πεντακισμυρίων.
” 吕基诺斯 “天哪,萨米普斯,你求的可真不小,你求的简直是一切福祉的顶峰,那就是被五万人推选为最优秀的人,来统领这么多的盾牌。
τοιοῦτον ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν βασιλέα καὶ στρατηγὸν ἐλελήθει ἀνατρέφουσα.
我们真没想到曼提尼亚在暗中培养了你这么一位了不起的国王和将军。
πλὴν ἀλλὰ βασίλευε καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας·
不过,你就当你的国王,去领导你的士兵,整顿你的骑兵和持盾的步兵吧。
ἐθέλω γὰρ εἰδέναι οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας ἢ ἐπὶ τίνας ἀθλίους πρώτους ἀφίξεσθε.
因为我很想知道,你们这么多人从阿卡迪亚出发会走向何方,或者首先去祸害哪些可怜的人。
§30ΣΑΜΙΠΠΟΣ Ἄκουε, ὦ Λυκῖνε, μᾶλλον δέ, εἴ σοι φίλον, ἀκολούθει μεθ' ἡμῶν.
” 萨米普斯 “听我说,吕基诺斯,或者如果你愿意,跟我们一起走吧。
ἵππαρχον γάρ σε τῶν πεντακισχιλίων ἀποφανῶ.
我会任命你做这五千骑兵的司令。
ΛΥΚΙΝΟΣ Ἀλλὰ τῆς μὲν τιμῆς, ὦ βασιλεῦ, χάριν οἶδά σοι καὶ ὑποκύψας ἐς τὸ Περσικὸν προσκυνῶ σε περιαγαγὼν εἰς τοὐπίσω τὼ χεῖρε τιμῶν τὴν τιάραν ὀρθὴν οὖσαν καὶ τὸ διάδημα.
” 吕基诺斯 “不过,大王,我感谢您的厚意,并向您行波斯式的跪拜礼,双手负于身后,致敬您高耸的头巾和王冠。
σὺ δὲ τῶν ἐρρωμένων τούτων τινὰ ποίησον ἵππαρχον.
但请您把这个骑兵司令的职位赐给那些强壮的人吧。
ἐγὼ γάρ σοι δεινῶς ἄφιππός εἰμι καὶ οὐδὲ ὅλως ἐπέβην ἵππου ἐν τῷ πρὸ τοῦ χρόνῳ.
因为我极不擅长骑马,以前也从未骑过马。
δέδια τοίνυν μὴ τοῦ σαλπιγκτοῦ ἐποτρύνοντος καταπεσὼν ἔγωγε συμπατηθῶ ἐν τῇ τύρβῃ ὑπὸ τοσαύταις ὁπλαῖς, ἢ καὶ θυμοειδὴς ὢν ὁ ἵππος ἐξενέγκῃ με τὸν χαλινὸν ἐνδακὼν ἐς μέσους τοὺς πολεμίους, ἢ δεήσει καταδεθῆναί με πρὸς τὸ ἐφίππιον, εἰ μέλλω μενεῖν τε ἄνω καὶ ἕξεσθαι τοῦ χαλινοῦ.
因此,我害怕当号手吹响冲锋号时,我会摔下马,在混乱中被那么多马蹄践踏;或者,那匹性子暴烈的战马咬住嚼子,把我带入敌阵之中;再或者,如果我想留在马上并拉住缰绳,就必须把我绑在马鞍上。
§31ΑΔΕΙΜΑΝΤΟΣ Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω.
” 阿德曼托斯 “萨米普斯,我来为你统领骑兵,让吕基诺斯掌管右翼吧。
δίκαιος δ’ ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.
既然我送了你那么多美狄姆诺斯的金币,我理应从你那里获得最大的恩赐。
ΣΑΜΙΠΠΟΣ Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας, εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι.
” 萨米普斯 “阿德曼托斯,我们来问问骑兵们自己,他们是否愿意让你做他们的长官。
ὅτῳ δοκεῖ, ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν χεῖρα.
骑兵们,如果谁同意阿德曼托斯担任骑兵司令,请举手。
ΑΔΕΙΜΑΝΤΟΣ Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.
” 阿德曼托斯 “萨米普斯,你看,大家都举手通过了。
ΣΑΜΙΠΠΟΣ Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω τὸ δεξιόν.
” 萨米普斯 “好,那你就统领骑兵,吕基诺斯掌管右翼。
οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου τετάξεται.
这边的提莫劳斯将被部署在左翼。
ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι.
我则坐镇中央,正如波斯国王们亲自临阵时的惯例那样。 ”

词汇与语法注释

  1. §28ναῦν μὲν οὐκ αἰτήσω μοι γενέσθαι — 与格 `μοι` 与不定式 `γενέσθαι` 连用,充当所有权与格(dative of possession),意为“(让一艘船)成为我的”或“拥有船”。
  2. §28ὡς ἐκείνων πρὸς οὐδὲν ἀνανευόντων — 属格绝对结构(genitive absolute),以代词 `ἐκείνων`(指代众神)为逻辑主语。小词 `ὡς` 的加入表明了一种主观原因或设定(“因为他们绝不拒绝任何事物”)。
  3. §29ἐγὼ δὲ χειροτονητὸς ὑφ' ἁπάντων προκριθεὶς ἄρχων — 此句在形式上缺少定动词,是一个独立分词结构(或一种破格句法),承接前句中由第三人称命令/祈愿语气(`γενέσθωσαν`)表达的愿望,继续表达第一人称的期望。主格分词 `προκριθείς` 以及随后的 `δόξας` 与祈愿者自身相一致。
  4. §30τοσαύταις ὁπλαῖς — 这是 `ὁπλή`(蹄)的复数与格,注意不要与拼写相近的 `ὅπλον`(武器、防具)的复数与格 `ὅπλοις` 相混淆。此处指乱军中众多战马的铁蹄。
  5. §31δίκαιος δ’ ἂν εἴην τυχεῖν — 人称结构(personal construction),语义上等同于非人称的 `δίκαιόν ἐστιν ἐμὲ τυχεῖν`(“我获得……是理所当然的”),但不定式的逻辑主语被提升为主句主语,与形容词 `δίκαιος` 一致。助词 `ἄν` 配合祈愿语气 `εἴην` 表达了委婉或潜在的断言(“我理应获得”)。

引用这一段

琉善, 船或愿望 §28-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:28-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。