Humanitext Reader

ルキアノス · 船または願い事 §32-35

サミッポスの遠征の空想とルキノスによる現実の指摘

8 / 11 箇所 · ギリシア語

要旨

サミッポスは脳内での大遠征の計画を語り続け、ペルシアの百万の軍勢との対決を夢想するが、ルキノスがピレウスからの帰途としての現実を指摘し、一同を我に返らせる。

§32ΣΑΜΙΠΠΟΣ προΐωμεν δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί·
ΣΑΜΙΠΠΟΣ 「さあ、王たるゼウスに祈りを捧げて、山道を通ってコリントスへの道を進もう。
κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν, ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα.
そしてギリシアのすべての事柄をすでに征服したときには――というのも、これほど多数である我々に対して武力をもって刃向かう者は誰もいないだろうし、我々は戦わずして勝利するからだ――三段櫂船に乗り込み、馬を馬匹輸送船に乗せて――ちなみにケンクレアイには十分な糧食も十分な数の船も、他のすべてのものもすでに用意されている――エーゲ海を渡ってイオニアへと向かおう。 それからそこでアルテミスに犠牲を捧げ、城壁を持たない諸都市を容易に手に入れ、支配者たちを残して、カリア、次いでリュキア、パンフリア、ピシディア、そして海岸沿いおよび山がちのキリキアを通って、ユーフラテス川に到着するまでシリアへと進もう。
§33ΛΥΚΙΝΟΣ Ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς Ἑλλάδος κατάλιπε.
」 ΛΥΚΙΝΟΣ 「王よ、もしよろしければ、私をギリシアのサトラップとして残してください。
δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι.
私は臆病者ですし、故郷から遠く離れるのを好んで耐えることはできないでしょうから。
σὺ δὲ ἔοικας ἐπὶ Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν τοξικὴν εὔστοχα.
君は、戦闘的な民族であり弓術に長けたアルメニア人やパルティア人に対して進軍するつもりのようです。
ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν τινα ἔασον ἐπὶ τῆς Ἑλλάδος, μή με καὶ διαπείρῃ τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα ἡγούμενόν σοι τῆς φάλαγγος.
ですから、右翼を他の誰かに引き渡して、私をアンティパトロスのような者としてギリシアに残してください。 君のためにファランクスを率いている最中、スサやバクトラのあたりで、無防備なところに誰かが矢を放って哀れな私を射抜いたりしないように。
ΣΑΜΙΠΠΟΣ Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον δειλὸς ὤν.
」 ΣΑΜΙΠΠΟΣ 「ルキノス、君は臆病風を吹かせて徴兵から逃れようとしているのだな。
ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις λιπὼν φαίνοιτο τὴν τάξιν.
だが、もし誰かが戦列を離脱したことが判明すれば、首をはねられるというのが掟だ。
ἀλλ’ ἐπεὶ κατὰ τὸν Εὐφράτην ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν ὑπ' ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι τὴν Φοινίκην ἡμῖν ἐν τούτῳ καὶ τὴν Παλαιστίνην εἶτα καὶ τὴν Αἴγυπτον προσαξόμενοι, §34ΣΑΜΙΠΠΟΣ σὺ πρῶτος, ὦ Λυκῖνε, διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ' ἐμὲ ὁ Τιμόλαος·
しかし、私たちはすでにユーフラテス川におり、川には橋が架けられ、後方のこれまで通り過ぎてきたところはすべて安全であり、私がそれぞれの民族に対して新たに配置した代官たちがすべてを掌握している。 そして他の者たちは、その間にフェニキア、パレスチナ、さらにはエジプトをも私たちの配下に置くために出発しているのだから、」 ΣΑΜΙΠΠΟΣ 「ルキノス、君が右翼を率いて最初に渡るのだ。 次に私、そして私の後にティモラオスだ。
ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, ὦ Ἀδείμαντε.
そしてアデイマントス、最後に君が騎兵隊を率いて渡れ。
καὶ διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς ἀπήντηκεν ἡμῖν πολέμιος, ἀλλὰ ἑκόντες αὑτούς τε καὶ τὰς ἀκροπόλεις ἅνθρωποι ἐνεχείρισαν, καὶ ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι παρήλθομεν εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν πόλιν.
そしてメソポタミアを通る間、敵は一人も現れず、人々は自発的に自分たちと城塞を明け渡し、そしてバビロンに到着すると、不意を突いて城壁の内側へと入り込み、私たちはその都市を手に入れた。
ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας καὶ σφενδονήτας.
しかし王はクテシフォン近郊に滞在していたが、この侵攻を聞き、それからセレウケイアにやって来て、できるだけ多くの騎兵や弓兵、投石兵を召集して準備を整えている。
ἀπαγγέλλουσι δ’ οὖν οἱ σκοποὶ ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ μαχίμου συνειλέχθαι καὶ τούτων εἴκοσιν ἱπποτοξότας, καίτοι οὔπω ὁ Ἀρμένιος πάρεστιν οὔτε οἱ κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες οὔτε οἱ ἀπὸ Βάκτρων, ἀλλ’ ἐκ τῶν πλησίον καὶ προαστείων τῆς ἀρχῆς·
偵察兵たちが報告するところでは、戦闘部隊はすでに約百万人が集まっており、そのうち二十万人が騎馬弓兵であるとのことだ。 しかも、アルメニア人も、カスピ海沿岸に住む者たちも、バクトラからの者たちもまだ到着しておらず、ただ帝国の近隣地域や近郊から集まった者たちだけだというのに。
οὕτω ῥᾳδίως τοσαύτας μυριάδας κατέλεξε.
これほど容易に、これほど多くの万の軍勢を徴集したのだ。
καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι χρὴ ποιεῖν.
それゆえ、私たちは何をすべきか検討すべき時が来たのだ。
§35ΑΔΕΙΜΑΝΤΟΣ Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.
」 ΑΔΕΙΜΑΝΤΟΣ 「しかし、私はこう言います。 あなた方歩兵はクテシフォンへの道を進むべきであり、私たち騎兵はここに留まってバビロンを死守すべきだと。
ΣΑΜΙΠΠΟΣ Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ κινδύνου γενόμενος;
」 ΣΑΜΙΠΠΟΣ 「アデイマントス、危険が近づいて君もまた怖気づいたのか?
σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;
ティモラオス、君はどう思う?
ΤΙΜΟΛΑΟΣ Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους, μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’ ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς.
」 ΤΙΜΟΛΑΟΣ 「全軍で敵に向かって進軍すべきです。 同盟軍が四方から合流して、敵がより優れた準備を整えるまで待つことなく、敵がまだ移動中であるうちに、彼らを攻撃しましょう。
ΣΑΜΙΠΠΟΣ Εὖ λέγεις.
」 ΣΑΜΙΠΠΟΣ 「良い提案だ。
σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;
ルキノス、君は何を提案するかね?
ΛΥΚΙΝΟΣ Ἐγώ σοι φράσω.
」 ΛΥΚΙΝΟΣ 「お答えしましょう。
ἐπειδὴ κεκμήκαμεν συντόνως ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ, καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ.
私たちが朝早くピレウスへ下ってきた時に、急ぎ足で歩いて疲れてしまいましたし、そして今や私たちはすでに三十スタディオンほど進んでおり、陽射しも強く、すでにほぼ真昼ですから、このあたりで、ひっくり返った碑石の上のオリーブの木のところで腰を下ろして休むのがよいでしょう。 それから立ち上がって、残りの道を市街へと進むのがよい。
ΣΑΜΙΠΠΟΣ Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος;
」 ΣΑΜΙΠΠΟΣ 「おいおい、君はまだアテナイにいるつもりなのか。 これほど多くの兵士に囲まれてバビロン近郊の城壁の前の平原に座り、戦争について検討しているというのに。
ΛΥΚΙΝΟΣ Εὖ γε ὑπέμνησας.
」 ΛΥΚΙΝΟΣ 「よくぞ思い出させてくれた。
ἐγὼ δὲ νήφειν ᾤμην καὶ ὕπαρ ἀποφανεῖσθαι τὴν γνώμην.
私は自分がしらふで、現実として意見を述べているつもりだったのだ。 」

語釈・文法注

  1. §32τὴν ἐπὶ Κορίνθου — 「道路(ὁδός)」などの名詞が省略された表現。前置詞句「ἐπὶ Κορίνθου(コリントスへの)」を伴う方向・経路を表す対格の女性形冠詞「τὴν」のみが残っている。
  2. §33μή με καὶ διαπείρῃ τις — 懸念や否定命令を表す「μή」に導かれた接続法。直前の命令文「ἔασον(放っておいてくれ)」を受けて、「~しないように」という目的、あるいは「~しはしないかという恐れ」を表す。
  3. §35καθίσαντας ἀναπαύσασθαι — 提案や命令の意を表す不定詞。主語として対格「ἡμᾶς」が想定されているため、分詞「καθίσαντας」も対格・複数・男性となっている。「δοκιμάζεις(君は何を提案するかね)」に対する答えとして、当人の意向を述べる独立不定詞(命令的不定詞)の用法。

この箇所を引用する

ルキアノス, 船または願い事 §32-35. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:32-35

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。