§28ΣΑΜΙΠΠΟΣ
Ἐγὼ δὲ—ἠπειρώτης γάρ εἰμι, Αρκὰς ἐκ Μαντινείας, ὡς ἴστε—ναῦν μὲν οὐκ αἰτήσω μοι γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον, οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν αἰτῶν καὶ μεμετρημένον χρυσίον.
ΣΑΜΙΠΠΟΣ 「そして私は――知っての通り、私は内陸の人間、マンティネイア出身のアルカディア人だから――船が私のものになることは願うまい。 同胞の市民に見せびらかすことが不可能なのだから。 また、宝を求めたり、計量された金貨を求めたりして、神々に対してけちくさいことはすまい。
ἀλλὰ δύνανται γὰρ πάντα οἱ θεοί, καὶ τὰ μέγιστα εἶναι δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς ὃν Τιμόλαος ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς ἐκείνων πρὸς οὐδὲν ἀνανευόντων. αἰτῶ δὴ βασιλεὺς γενέσθαι οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν βασιλείαν παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον ἀπὸ λῃστείας ἀρξαμένῳ ἑταῖροι καὶ συνωμόται ὅσον τριάκοντα, πιστοὶ μάλα καὶ πρόθυμοι, γενέσθωσαν, εἶτα κατ' ὀλίγον τριακόσιοι προσιόντες ἡμῖν ἄλλος ἐπ' ἄλλῳ, εἶτα χίλιοι καὶ μετ' οὐ πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους.
しかし、神々はすべてを、最大と思われることさえも可能であり、またティモラオスが、何一つ求めるのをためらうな、神々は何に対しても拒まないから、と言って定めた願いの規則もあるので、そこで私は王となることを願う。 フィリッポスの子アレクサンドロスや、プトレマイオスや、ミトリダテスや、あるいは父親から王位を受け継いで統治した他の誰かのようではなく、そうではなく、まず私が略奪行為から始めるにあたって、三十人ほどの非常に忠実で熱心な仲間や共謀者たちが私に与えられんことを。 それから、少しずつ三百人が次々と私たちのところに加わり、次いで千人、ほどなく一万人となり、全体で五万人の重装歩兵、騎兵は約五千人とならんことを。
§29ΣΑΜΙΠΠΟΣ
ἐγὼ δὲ χειροτονητὸς ὑφ' ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι.
」 ΣΑΜΙΠΠΟΣ 「そして私は、全員による投票で支配者に選ばれ、人々を率い、国事を扱うのに人間の中で最も優れていると認められんことを。
ὡς τοῦτό γε αὐτὸ ἡδύ, μείζω εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν·
これこそがまさに快いことだ。 軍隊によってその力量ゆえに支配者として選ばれ、他の王たちよりも偉大であり、他人が苦労して築いた王位の相続人になるのではないのだから。
ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς δι’ αὑτοῦ κτησάμενος τὴν δυναστείαν.
なぜなら、そのようなことはアデイマントスの宝に似ており、自らの力で支配権を獲得したのを自分で見る時のように、同様の喜びを与えるわけではないからだ。
ΛΥΚΙΝΟΣ
Παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε ᾔτησας, ἄρχειν ἀσπίδος τοσαύτης ἄριστος δὴ προκριθεὶς ὑπὸ τῶν πεντακισμυρίων.
」 ΛΥΚΙΝΟΣ 「おやおや、サミッポス、君は全く小さなものではなく、あらゆる善きものの要点そのものを求めたのだな、五万人の者たちから最も優れているとして選ばれ、これほど多くの盾を支配することを。
τοιοῦτον ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν βασιλέα καὶ στρατηγὸν ἐλελήθει ἀνατρέφουσα.
マンティネイアがこれほど見事な王であり将軍である者を、私たちの知らないうちに育てていたとはな。
πλὴν ἀλλὰ βασίλευε καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας·
だがともあれ、王となって兵士たちを率い、騎兵隊や盾を持つ男たちを整列させるがよい。
ἐθέλω γὰρ εἰδέναι οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας ἢ ἐπὶ τίνας ἀθλίους πρώτους ἀφίξεσθε.
アルカディアからこれほど大人数となった君たちが、どこへ進軍するのか、あるいはまずどこの哀れな者たちのところへ到着するのか、私は知りたいものだ。
§30ΣΑΜΙΠΠΟΣ
Ἄκουε, ὦ Λυκῖνε, μᾶλλον δέ, εἴ σοι φίλον, ἀκολούθει μεθ' ἡμῶν.
」 ΣΑΜΙΠΠΟΣ 「お聞き、ルキノス、いやむしろ、もし気に入ったなら、私たちと一緒に来てくれ。
ἵππαρχον γάρ σε τῶν πεντακισχιλίων ἀποφανῶ.
君を五千の騎兵の隊長に任命してやろう。
ΛΥΚΙΝΟΣ
Ἀλλὰ τῆς μὲν τιμῆς, ὦ βασιλεῦ, χάριν οἶδά σοι καὶ ὑποκύψας ἐς τὸ Περσικὸν προσκυνῶ σε περιαγαγὼν εἰς τοὐπίσω τὼ χεῖρε τιμῶν τὴν τιάραν ὀρθὴν οὖσαν καὶ τὸ διάδημα.
」 ΛΥΚΙΝΟΣ 「しかし王よ、その栄誉に対しては感謝いたします。 そして身をかがめて、ペルシア風に、両手を後ろに回して拝礼し、まっすぐ立ったティアラとダイアデムを敬いましょう。
σὺ δὲ τῶν ἐρρωμένων τούτων τινὰ ποίησον ἵππαρχον.
だが、この頑強な者たちの誰かを騎兵隊長にしてください。
ἐγὼ γάρ σοι δεινῶς ἄφιππός εἰμι καὶ οὐδὲ ὅλως ἐπέβην ἵππου ἐν τῷ πρὸ τοῦ χρόνῳ.
というのも、私はひどく馬が苦手で、これまでの人生で馬に乗ったことが全くないのです。
δέδια τοίνυν μὴ τοῦ σαλπιγκτοῦ ἐποτρύνοντος καταπεσὼν ἔγωγε συμπατηθῶ ἐν τῇ τύρβῃ ὑπὸ τοσαύταις ὁπλαῖς, ἢ καὶ θυμοειδὴς ὢν ὁ ἵππος ἐξενέγκῃ με τὸν χαλινὸν ἐνδακὼν ἐς μέσους τοὺς πολεμίους, ἢ δεήσει καταδεθῆναί με πρὸς τὸ ἐφίππιον, εἰ μέλλω μενεῖν τε ἄνω καὶ ἕξεσθαι τοῦ χαλινοῦ.
ですから、ラッパ手が突撃を促すときに、私が落馬して、騒乱の中でこれほど多くの蹄に踏みつぶされはしないかと恐ろしいのです。 あるいは、気性の激しい馬が銜を噛んで、私を敵の真っ端中へと連れ去ってしまいはしないか、あるいは私が上に留まりつつ手綱を握り続けるつもりなら、私を鞍に縛り付ける必要が出てくるのではないかと心配なのです。
§31ΑΔΕΙΜΑΝΤΟΣ
Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω.
」 ΑΔΕΙΜΑΝΤΟΣ 「サミッポス、私が君のために騎兵を率いよう。 ルキノスには右翼を受け持たせればよい。
δίκαιος δ’ ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.
君にこれほど多くのメディムノスの刻印された金貨を贈ったのだから、私は君から最大の恩恵を受けるのが当然であろう。
ΣΑΜΙΠΠΟΣ
Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας, εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι.
」 ΣΑΜΙΠΠΟΣ 「アデイマントス、騎兵たち自身にも、君が彼らの指揮官になるのを受け入れるかどうか尋ねてみよう。
ὅτῳ δοκεῖ, ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν χεῖρα.
騎兵諸君、アデイマントスが騎兵隊長を務めるのが良いと思う者は、手を挙げたまえ。
ΑΔΕΙΜΑΝΤΟΣ
Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.
」 ΑΔΕΙΜΑΝΤΟΣ 「サミッポス、見なさい、全員が手を挙げたぞ。
ΣΑΜΙΠΠΟΣ
Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω τὸ δεξιόν.
」 ΣΑΜΙΠΠΟΣ 「よろしい、では君は騎兵隊を指揮せよ。
οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου τετάξεται.
ルキノスは右翼を受け持ち、こちらのティモラオスは左翼に配置されることにしよう。
ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι.
私は中央に陣取ろう、ペルシアの王たちが親しくその場に居合わせる時の慣習に従ってね。 」