§23ΑΔΕΙΜΑΝΤΟΣ
εἶτα δεῖπνα ἐπὶ χρυσοῦ—εὐτελὴς γὰρ ὁ ἄργυρος καὶ οὐ κατ' ἐμέ—, τάριχος μὲν ἐξ Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ Ἰβηρίας καὶ τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον, καὶ ὄψα πανταχόθεν καὶ σύες καὶ λαγώς, καὶ ὅσα πτηνά, ὄρνις ἐκ Φάσιδος καὶ ταὼς ἐξ Ἰνδίας καὶ ἀλεκτρυὼν ὁ Νομαδικός· οἱ δὲ σκευάζοντες ἕκαστα σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς ἔχοντες.
ΑΔΕΙΜΑΝΤΟΣ 「それから、金(の器)の上のディナーだ――銀は安っぽくて私には合わないからな――、イベリア産の干し魚、イタリア産のワイン、これもイベリア産のオリーブオイル、私たちの火にかけない(自然の)蜂蜜、そしていたるところからの馳走、豚や野ウサギ、鳥はすべて、ファシス産のキジ、インド産のクジャク、ノマディア産の鶏、そしてそれらの一皿一皿を調理するのは、菓子やソースに関して一家言ある(知恵のある)専門家たちだ。
εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας, ὁ ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα.
もし私が誰かに杯や浅鉢を求めて祝杯をあげるなら、それを飲み干した者はその杯をも持ち帰るがよい。
§24ΑΔΕΙΜΑΝΤΟΣ
οἱ δὲ νῦν πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ οὐκέτι τὸ ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται Διόνικος ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν ὁρᾷ τοὺς οἰκέτας τοὺς ἐμοὺς ἀργύρῳ τοσούτῳ χρωμένους.
」 ΑΔΕΙΜΑΝΤΟΣ 「今の金持ちどもは私に比べれば全員が文字通りイーロス(物乞い)であり、ディオニコスが行列の中で自慢げに銀のお盆や杯を見せびらかすことももうないだろう。 私の召使いどもがこれほどの銀を使っているのを目にすれば、とりわけそうなる。
τῇ πόλει δὲ ταῦτα ἐξαίρετα παρ' ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ μῆνα ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ μετοίκῳ ἥμισυ τούτων, δημοσίᾳ δὲ ὅσα ἐς κάλλος θέατρα καὶ βαλανεῖα, καὶ τὴν θάλατταν ἄχρι πρὸς τὸ Δίπυλον ἥκειν κἀνταῦθά που λιμένα εἶναι ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ ὕδατος, ὡς τὸ πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν ἐκ τοῦ Κεραμεικοῦ.
そして、私の国(アテナイ)には私の手から特別なものがもたらされる。 すなわち、毎月の分配金として市民には一人当たり百ドラクマ、在留外人にはその半分だ。 また、公共のものとしては、美を極めた劇場や浴場、そして海がディピュロン門のあたりまで届くこと、そして巨大な掘削によって水がそこまで引き込まれて港となり、私の船がケラメイコスからよく見える近くに停泊できるようにするのだ。
§25ΑΔΕΙΜΑΝΤΟΣ
τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν εὐχήν.
」 ΑΔΕΙΜΑΝΤΟΣ 「そして友人の君たちには、サミッポスには家令に刻印された金貨二十メディムノスを量って与えるように命じるだろうし、ティモラオスには五コιニクス、ルキノスには一コイニクス――それも(枡の縁を)平らにすりきりしたもの(アポメマグメネー)をだ、彼はおしゃべりで私の願いをからかうからな。
τοῦτον ἐβουλόμην βιῶναι τὸν βίον πλουτῶν ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς ἀφθόνως χρώμενος.
私はこれほどの過度な富を極め、贅沢に暮らし、あらゆる快楽を不自由なく享受する人生を送りたいものだ。
εἴρηκα, καί μοι ὁ Ἑρμῆς τελεσιουργήσειεν αὐτά.
私は語り終えた、ヘルメースがこれらを私に実現してくれますように。
§26ΛΥΚΙΝΟΣ
Οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι ἀπὸ λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται, καὶ ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται;
」 ΛΥΚΙΝΟΣ 「では、アデイマントス、君のこのすべての富が、極めて細い糸(緯糸)からぶら下がっており、もしそれが切れてしまえば、すべてが消え失せて君の宝は炭になってしまうことを知っているかね?
ΑΔΕΙΜΑΝΤΟ
Πῶς λέγεις, ὦ Λυκῖνε;
」 ΑΔΕΙΜΑΝΤΟΣ 「どういうことだ、ルキノス?
ΛΥΚΙΝΟΣ
Ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσει πλουτῶν.
」 ΛΥΚΙΝΟΣ 「なぜなら、友よ、君がどれほど長く富を極めて生きるかは分からないからだ。
τίς γὰρ οἶδεν εἰ ἔτι παρακειμένης σοι τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών;
金(の器)のテーブルがまだ君の前に置かれているうちに、手を出してクジャクやノマディア産の鶏を味わうより前に、小さな魂を吹き消して(死んで)、それらのすべてを残したままハゲタカやカラスのところへ去っていくのが誰に分かろうか?
ἢ ἐθέλεις καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα πρὶν ἀπολαῦσαι τοῦ πλούτου ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς τὰ τοιαῦτα δαίμονος;
それとも、富を楽しむ前にたちまち死んでしまった者たちや、生きていながらも、こういうことに対して意地の悪いある神(ダイモーン)によって自分の持っていたものを奪われた者たちの名前を挙げてもらいたいかね?
ἀκούεις γάρ που τὸν Κροῖσον καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν ἁπάντων.
君も、クロイソスやポリュクラテスが君よりはるかに大金持ちだったのに、短期間のうちにすべての幸福から転落したことをどこかで聞いているだろう。
§27ΛΥΚΙΝΟΣ
ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον;
」 ΛΥΚΙΝΟΣ 「彼らのことは脇に置くとしても、健康が君にとって保証され、確実なものになるとでも思っているのか?
ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν ἐντοσθιδίων τι ἀλγοῦντας;
あるいは、多くの金持ちが苦痛のために惨めな生活を送っており、ある者は歩くことすらできず、ある者は目が見えず、またある者は内臓のどこかを患っているのを見ていないのか?
ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος εὖ οἶδα, κἂν μὴ εἴπῃς.
君がどれほど富んでいても、その二倍の富を得たとしても、あの金持ちのパノマコスと同じような苦痛を味わい、彼のように女々しくなりたいとは思わないであろうことは、君が言わなくても私はよく知っている。
ἐῶ λέγειν ὅσας ἐπιβουλὰς μετὰ τοῦ πλούτου καὶ λῃστὰς καὶ φθόνον καὶ μῖσος παρὰ τῶν πολλῶν.
富に伴うどれほど多くの陰謀や、盗賊、大衆からの嫉妬や憎悪については言わずにおこう。
ὁρᾷς οἵων σοι πραγμάτων αἴτιος ὁ θησαυρὸς γίγνεται;
宝が君にどれほどの厄介事をもたらすか、分かっているか?
ΑΔΕΙΜΑΝΤΟΣ
Ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος·
」 ΑΔΕΙΜΑΝΤΟΣ 「ルキノス、君はいつも私に反対ばかりする。
ὥστε οὐδὲ τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.
だから、私の願いを最後までからかい通すのなら、もうあの一コイニクスすら受け取れんぞ。
ΛΥΚΙΝΟΣ
Τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν.
」 ΛΥΚΙΝΟΣ 「これでは、多くの金持ちと同じように、今や君は退縮して約束を撤回するわけだな。
ἀλλὰ σὺ ἤδη ὁ Σάμιππος εὔχου.
よし、サミッポス、今度は君が願う番だ。 」