Humanitext Reader

琉善 · 致称我为“言辞上的普罗米修斯”者 §4-7

托勒密的异兽奇人与对话同喜剧的结合

第 2 段,共 2 段 · 希腊语

内容简介

作者分享了托勒密展示的新奇事物在埃及人那里遇冷、因为他们更看重和谐与美感而非单纯新奇的轶事,并表达了自己将本对立的“对话”与“喜剧”相融合的尝试可能会沦为不和谐怪胎的担忧,但最终仍下定决心坚持自己的选择。

§4Πτολεμαῖος γοῦν ὁ Λάγου δύο καινὰ ἐς Αἴγυπτον ἄγων, κάμηλόν τε Βακτριανὴν παμμέλαιναν καὶ δίχρωμον ἄνθρωπον, ὡς τὸ μὲν ἡμίτομον αὐτοῦ ἀκριβῶς μέλαν εἶναι, τὸ δὲ ἕτερον ἐς ὑπερβολὴν λευκόν, ἐπ' ἴσης δὲ μεμερισμένον, ἐς τὸ θέατρον συναγαγὼν τοὺς Αἰγυπτίους ἐπεδείκνυτο αὐτοῖς ἄλλα τε πολλὰ θεάματα καὶ τὸ τελευταῖον καὶ ταῦτα, τὴν κάμηλον καὶ τὸν ἡμίλευκον ἄνθρωπον, καὶ ᾤετο ἐκπλήξειν τῷ θεάματι.
无论如何,拉古斯之子托勒密曾将两件新奇之物带到埃及,一头全黑的双峰骆驼,和一个双色的人(其半边身子极黑,另半边则极白,且均等平分)。 他将埃及人召集到剧场,向他们展示了许多其他奇观,最后也展示了这些,即骆驼和那个半白的人,并以为能用这奇观使他们惊叹。
οἱ δὲ πρὸς μὲν τὴν κάμηλον ἐφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῷ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο καὶ ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιον.
然而,人们一方面对骆驼感到恐惧,险些一跃而起逃之夭夭,尽管这头骆驼全身饰有黄金,覆盖着紫衣,缰绳上镶嵌着宝石,那是某位大流士、冈比西斯或居鲁士本人的珍宝。
πρὸς δὲ τὸν ἄνθρωπον οἱ μεν πολλοὶ ἐγέλων, οἱ δέ τινες ὡς ἐπὶ τέρατι ἐμυσάττοντο.
另一方面,对于那个人,大多数人哈哈大笑,而有些人则像对待怪物一样感到恶心。
ὥστε ὁ Πτολεμαῖος συνεὶς ὅτι οὐκ εὐδοκιμεῖ ἐπ' αὐτοῖς οὐδὲ θαυμάζεται ὑπὸ τῶν Αἰγυπτίων ἡ καινότης, ἀλλὰ πρὸ αὐτῆς τὸ εὔρυθμον καὶ τὸ εὔμορφον κρίνουσι, μετέστησεν αὐτὰ καὶ οὐκέτι διὰ τιμῆς ἦγεν ὡς πρὸ τοῦ.
因此,托勒密意识到新奇性在埃及人那里并不受欢迎,也没有受到他们的崇拜,相反,在衡量新奇之前,他们更看重和谐与美感。 于是他将这些东西撤走,不再像以前那样予以珍视。
ἀλλ’ ἡ μὲν κάμηλος ἀπέθανεν ἀμελουμένη, τὸν ἄνθρωπον δὲ τὸν διττὸν Θέσπιδι τῷ αὐλητῇ ἐδωρήσατο καλῶς αὐλήσαντι παρὰ τὸν πότον.
结果,骆驼因受到忽视而死,而那个双色人则被他赠送给了在宴席上精妙吹奏的笛手塞斯皮斯。
§5Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις ᾖ, οἱ δὲ ἄνθρωποι τὸν χαλινὸν ἔτι αὐτῆς θαυμάζωσι καὶ τὴν ἁλουργίδα, ἐπεὶ οὐδὲ τὸ ἐκ δυοῖν τοῖν καλλίστοιν συγκεῖσθαι, διαλόγου καὶ κωμῳδίας, οὐδὲ τοῦτο ἀπόχρη εἰς εὐμορφίαν, εἰ μὴ καὶ ἡ μῖξις ἐναρμόνιος καὶ κατὰ τὸ σύμμετρον γίγνοιτο.
我害怕我的作品也会成为埃及人面前的那头骆驼,而人们仅仅赞美它的缰绳和紫衣,因为即使是由最美丽的两者——对话与喜剧——所构成,如果混合得不协调、不匀称,这也绝不足以产生美感。
ἔστι γοῦν ἐκ δύο καλῶν ἀλλόκοτον τὴν ξυνθήκην εἶναι, οἷον ἐκεῖνο τὸ προχειρότατον, ὁ ἱπποκένταυρος· οὐ γὰρ ἂν φαίης ἐπέραστόν τι ζῷον τουτὶ γενέσθαι, ἀλλὰ καὶ ὑβριστότατον, εἰ χρὴ πιστεύειν τοῖς ζωγράφοις ἐπιδεικνυμένοις τὰς παροινίας καὶ σφαγὰς αὐτῶν.
无论如何,由两个美好的事物所构成的结合体也可能是怪异的,例如那个最显而易见的例子:半人半马;因为你不会说这个生物是可爱的,反而它是极度残暴的,如果必须相信那些展现他们酒后狂暴和屠杀的画家的话。
τί οὖν; οὐχὶ καὶ ἔμπαλιν γένοιτ' ἂν εὔμορφόν τι ἐκ δυοῖν τοῖν ἀρίστοιν ξυντεθέν, ὥσπερ ἐξ οἴνου καὶ μέλιτος τὸ ξυναμφότερον ἥδιστον;
那么,难道相反地,由两种最优秀的事物结合在一起,就不能产生某种美好的东西吗? 就像酒和蜂蜜混合在一起会极其甜美一样。
φημὶ ἔγωγε.
我说是可以的。
οὐ μὴν περί γε τῶν ἐμῶν ἔχω διατείνεσθαι ὡς τοιούτων ὄντων, ἀλλὰ δέδια μὴ τὸ ἑκατέρου κάλλος ἡ μῖξις συνέφθειρεν.
然而,对于我自己的作品,我不敢坚称它们就是这样的,反倒担心这种混合破坏了各自原本的美感。
§6Οὐ πάνυ γοῦν συνήθη καὶ φίλα ἐξ ἀρχῆς ἦν ὁ διάλογος καὶ ἡ κωμῳδία, εἴ γε ὁ μὲν οἴκοι καθ' ἑαυτὸν καὶ νὴ Δία ἐν τοῖς περιπάτοις μετ' ὀλίγων τὰς διατριβὰς ἐποιεῖτο, ἡ δὲ παραδοῦσα τῷ Διονύσῳ ἑαυτὴν θεάτρῳ ὡμίλει καὶ ξυνέπαιζε καὶ ἐγελωτοποίει καὶ ἐπέσκωπτε καὶ ἐν ῥυθμῷ ἔβαινε πρὸς αὐλὸν ἐνίοτε καὶ τὸ ὅλον ἀναπαίστοις μέτροις ἐποχουμένη τὰ πολλά.
事实上,对话与喜剧从一开始就完全不相熟也不友好。 因为一方(对话)独自待在家里,或者在步道上与少数人一起消磨时光;而另一方(喜剧)则将自己献给狄奥尼索斯,与剧场交往,嬉戏、逗笑、讽刺,有时随着笛声合着节奏起舞,大体上多采用短短长格的音步。
τοὺς δὲ τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε φροντιστὰς καὶ μετεωρολέσχας καὶ τὰ τοιαῦτα προσαγορεύουσα.
她还嘲笑对话的同伴,称他们为“思想家”和“空谈天体者” 诸如此类。
καὶ μίαν ταύτην προαίρεσιν ἐπεποίητο ἐκείνους ἐπισκώπτειν καὶ τὴν Διονυσιακὴν ἐλευθερίαν καταχεῖν αὐτῶν, ἄρτι μὲν ἀεροβατοῦντας δεικνύουσα καὶ νεφέλαις ξυνόντας, ἄρτι δὲ ψυλλῶν πηδήματα διαμετροῦντας, ὡς δῆθεν τὰ ἀέρια λεπτολογουμένους.
她以此为唯一宗旨来嘲弄他们,并将狄奥尼索斯式的放纵倾泻在他们身上,一会儿展示他们漫步云端、与云同在,一会儿展示他们测量跳蚤的跳跃,仿佛他们真的在对虚无缥缈之事作琐细的辩论。
ὁ διάλογος δὲ σεμνοτάτας ἐποιεῖτο τὰς συνουσίας φύσεώς τε πέρι καὶ ἀρετῆς φιλοσοφῶν.
而对话则举行极庄严的聚会,探讨自然与德性。
ὥστε, τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν εἶναι τὴν ἁρμονίαν, ἀπὸ τοῦ ὀξυτάτου ἐς τὸ βαρύτατον.
因此,正如音乐家所说,这种调和处于“双八度不和谐之遥”,从最高音一直到最低音。
καὶ ὅμως ἐτολμήσαμεν ἡμεῖς τὰ οὕτως ἔχοντα πρὸς ἄλληλα ξυναγαγεῖν καὶ ξυναρμόσαι οὐ πάνυ πειθόμενα οὐδὲ εὐμαρῶς ἀνεχόμενα τὴν κοινωνίαν.
然而,我们却敢于将这些彼此对立、既不听话也不轻易容忍合作的事物结合并协调在一起。
§7Δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ δἰ αὐτὸ δίκην ὑπόσχω.
因此,我担心自己是否再次做出了类似于你的普罗米修斯所做的事情,将雌性(喜剧)与雄性(对话)混合在一起,并因此受到惩罚。
μᾶλλον δὲ καὶ κατ' ἄλλο τι τοιοῦτος ἂν φανείην, ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ.
或者说,在另一个方面我也可能显得像他,或许欺骗了听众,给他们呈上了用脂油包裹的骨头——即在哲学的庄严之下隐藏着喜剧的笑声。
τὸ γὰρ τῆς κλεπτικῆς—καὶ γὰρ κλεπτικῆς ὁ θεός—ἄπαγε.
至于偷窃——确实,那位神也是偷窃之神——免谈吧!
τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις.
你绝不能说唯独这一点存在于我的作品中。
ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν;
因为我们会向谁偷窃呢?
εἰ μὴ ἄρα τις ἐμὲ διέλαθεν τοιούτους ἱπποκάμπους καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς.
除非有人在我没注意的情况下,自己也已经合成了此类海马和羊鹿。
πλὴν ἀλλὰ τί ἂν πάθοιμι;
然而,我该怎么办呢?
ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.
因为我必须坚持自己曾经的选择;因为改变主意是厄庇墨透斯(后知后觉者)的事,而不是普罗米修斯(先知先觉者)的事。

词汇与语法注释

  1. §4ὀλίγου δεῖν — 意为“几乎”、“差一点就……”的非人称惯用表达。源自带有属格 <i>ὀλίγου</i> 的非人称动词 <i>δεῖ</i>,此处起副词性作用以修饰动词 <i>ἔφυγον</i>,表示“他们几乎要逃跑了”。
  2. §5Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις ᾖ — 由表示恐惧的动词 <i>δέδοικα</i> 引导的 <i>μή</i> 从句结构,使用现在时虚拟语气 <i>ᾖ</i>(以及随后的 <i>θαυμάζωσι</i>)来表达对目前状态或持续可能性的担忧。
  3. §6δὶς διὰ πασῶν — 字面意思是“两次穿过所有(音符)”,古希腊音乐理论中表示“双八度”音程的专业术语。此处用作比喻,表达了“对话”与“喜剧”这两者之间极大的距离和互不相容性。
  4. §7ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ — 暗指普罗米修斯欺骗宙斯、让他选择包裹在脂油下的骨头作为祭品的著名希腊神话。作者利用这一比喻,表达了他对自己作品的担忧:可能只是在“哲学的庄严”这一吸引人的外表下,隐藏着“喜剧的笑声”这一并无实质的骨头。

引用这一段

琉善, 致称我为“言辞上的普罗米修斯”者 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg064.humanitext-grc3:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。