§1Οὐκοῦν Προμηθέα με εἶναι φής;
那么,你是说我是普罗米修斯吗?
εἰ μὲν κατὰ τοῦτο, ὦ ἄριστε, ὡς πηλίνων κἀμοὶ τῶν ἔργων ὄντων, γνωρίζω τὴν εἰκόνα καί φημι ὅμοιος εἶναι αὐτῷ, οὐδ’ ἀναίνομαι πηλοπλάθος ἀκούειν, εἰ καὶ φαυλότερος ἐμοὶ ὁ πηλὸς οἷος ἐκ τριόδου, βόρβορός τις παρὰ μικρόν.
亲爱的朋友,如果是因为这个原因,即我的作品也是用泥土制成的,我承认这一相似之处,并承认我与他相似,也不拒绝被称为泥塑匠,即使对我而言,那泥土是极其低劣的,就像十字路口捡来的,几乎和烂泥无异。
εἰ δὲ ὑπερεπαινῶν τοὺς λόγους ὡς δῆθεν εὐμηχάνους ὄντας τὸν σοφώτατον τῶν Τιτάνων ἐπιφημίζεις αὐτοῖς, ὅρα μή τις εἰρωνείαν φῇ καὶ μυκτῆρα οἷον τὸν Ἀττικὸν προσεῖναι τῷ ἐπαίνῳ.
但是,如果你过分赞美我的言论,仿佛它们真的精妙无比,从而将这位最智慧的提坦神的名字冠于其上,那么请注意,别让人说这赞美中夹杂着讽刺和阿提卡式的嘲讽。
ἢ πόθεν γὰρ εὐμήχανον τοὐμόν;
因为我的巧妙又从何而来?
τίς δὲ ἡ περιττὴ σοφία καὶ προμήθεια ἐν τοῖς γράμμασιν;
我文章中那超凡的智慧与预见又在哪里?
ὡς ἔμοιγε ἱκανόν εἰ μὴ πάνυ σοι γήϊνα ἔδοξεν μηδὲ κομιδῇ ἄξια τοῦ Καυκάσου.
对我而言,只要你没有觉得它们完全土气,也并非完全配得上高加索山(的刑罚),我就心满意足了。
καίτοι πόσῳ δικαιότερον ὑμεῖς ἂν εἰκάζοισθε τῷ Προμηθεῖ, ὁπόσοι ἐν δίκαις εὐδοκιμεῖτε ξὺν ἀληθείᾳ ποιούμενοι τοὺς ἀγῶνας.
然而,你们这些在法庭上享有盛誉、以真理进行辩论的人,岂不更应该被公正地比作普罗米修斯吗?
ζῶα γοῦν ὡς ἀληθῶς καὶ ἔμψυχα ὑμῖν τὰ ἔργα, καὶ νὴ Δία καὶ τὸ θερμὸν αὐτῶν ἐστι διάπυρον·
事实上,你们的作品才是真正活着且有灵魂的,誓以宙斯之名,它们的热力是炽热的。
καὶ τοῦτο ἐκ τοῦ Προμηθέως ἂν εἴη, πλὴν εἰ μὴ ἑνὶ διαλλάττοιτε, ὅτι μὴ ἐκ πηλοῦ πλάττετε ἀλλὰ χρυσᾶ ὑμῖν τοῖς πολλοῖς τὰ πλάσματα.
这也必定是源自普罗米修斯,除非在一点上有所不同,即你们不是用泥土塑造,而是你们大多数人的作品都是黄金铸就的。
§2Ἡμεῖς δὲ οἱ ἐς τὰ πλήθη παριόντες καὶ τὰς τοιαύτας τῶν ἀκροάσεων ἐπαγγέλλοντες εἴδωλα ἄττα ἐπιδεικνύμεθα, καὶ τὸ μὲν ὅλον ἐν πηλῷ, καθάπερ ἔφην μικρὸν ἔμπροσθεν, ἡ πλαστικὴ κατὰ ταὐτὰ τοῖς κοροπλάθοις·
而我们这些在大众面前亮相并宣告此类朗诵会的人,展示的不过是一些幻影,而且整体而言,正如我刚才所说,这在泥土中的塑造与玩偶制造者的手艺无异。
τὰ δ’ ἄλλα οὔτε κίνησις ὁμοία πρόσεστιν οὔτε ψυχῆς δεῖγμά τι, ἀλλὰ τέρψις ἄλλως καὶ παιδιὰ τὸ πρᾶγμα.
至于其他方面,既没有类似的运动,也没有灵魂的痕迹,不过是纯粹的娱乐和消遣。
ὥστε μοι ἐνθυμεῖσθαι ἔπεισι μὴ ἄρα οὕτω με Προμηθέα λέγεις εἶναι ὡς ὁ κωμικὸς τὸν Κλέωνα· φησὶν δέ, οἶσθα, περὶ αὐτοῦ· "
Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα.
因此,我脑海中不免产生疑问,你称我为普罗米修斯,是否就像那位喜剧诗人戏称克里昂一样;如你所知,他谈到克里昂时说: "克里昂是事过境迁后的普罗米修斯。
"
καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τοὺς χυτρέας καὶ ἱπνοποιοὺς καὶ πάντας ὅσοι πηλουργοί Προμηθέας ἀπεκάλουν ἐπισκώπτοντες ἐς τὸν πηλὸν ἢ καὶ τὴν ἐν πυρὶ οἶμαι τῶν σκευῶν ὄπτησιν.
"而且雅典人自己也把陶工、炉灶工以及所有与泥土打交道的人戏称为普罗米修斯,以此戏弄泥土,或者我想,也是在戏弄他们在火中烧制器皿。
καὶ εἴ γε σοι τοῦτο βούλεται εἶναι ὁ Προμηθεύς, πάνυ εὐστόχως ἀποτετόξευται καὶ ἐς τὴν Ἀττικὴν δριμύτητα τῶν σκωμμάτων, ἐπεὶ καὶ εὔθρυπτα ἡμῖν τὰ ἔργα ὥσπερ ἐκείνοις τὰ χυτρίδια, καὶ μικρόν τις λίθον ἐμβαλὼν συντρίψειεν ἂν πάντα.
如果你的普罗米修斯确实是指这个意思,那么这支箭射得极其精准,且充满了阿提卡式的辛辣嘲讽,因为我们的作品就像他们的泥罐一样易碎,任何人投下一块小石头,都会将它们全部砸得粉碎。
§3Καίτοι, φαίη τις ἂν παραμυθούμενος, οὐ ταῦτα εἴκασέ σε τῷ Προμηθεῖ, ἀλλὰ τὸ καινουργὸν τοῦτο ἐπαινῶν καὶ μὴ πρός τι ἄλλο ἀρχέτυπον μεμιμημένον, ὥσπερ ἐκεῖνος οὐκ ὄντων ἀνθρώπων τέως ἐννοήσας αὐτοὺς ἀνέπλασεν, τοιαῦτα ζῷα μορφώσας καὶ διακοσμήσας ὡς εὐκίνητά τε εἴη καὶ ὀφθῆναι χαρίεντα.
然而,有人为了安慰我可能会说:“他并非因此将你比作普罗米修斯,而是为了赞美你作品的这种创新性,以及它没有模仿任何其他原型,就像他在人类尚不存在时构想并塑造了他们,将这些生物塑造成型并加以装点,使它们易于活动且看起来令人愉悦。
καὶ τὸ μὲν ὅλον ἀρχιτέκτων αὐτὸς ἦν, συνειργάζετο δέ τι καὶ ἡ Ἀθηνᾶ ἐμπνέουσα τὸν πηλὸν καὶ ἔμψυχα ποιοῦσα εἶναι τὰ πλάσματα.
”而且总体而言,他自己是建筑师,但雅典娜也参与了协助,向泥土中吹入气息,使这些塑造物获得了生命。
ὁ μὲν ταῦτα ἂν εἴποι, πρός γε τὸ εὐφημότατον ἐξηγούμενος τὸ εἰρημένον, καὶ ἴσως οὗτος ὁ νοῦς ἦν τῷ λελεγμένῳ.
有人会这样说,以便对所说的话做出最善意的解释,也许这确实是其本意。
ἐμοὶ δὲ οὐ πάνυ ἱκανόν, εἰ καινοποιεῖν δοκοίην, μηδὲ ἔχοι τις λέγειν ἀρχαιότερόν τι τοῦ πλάσματος οὗ τοῦτο ἀπόγονόν ἐστιν.
但对我而言,仅仅显得是在创新,或者别人无法指出这件作品所源自的更古老的范本,是远远不够的。
ἀλλὰ εἰ μὴ καὶ χάριεν φαίνοιτο, αἰσχυνοίμην ἄν, εὖ ἴσθι, ἐπ' αὐτῷ καὶ ξυμπατήσας ἂν ἀφανίσαιμι.
相反,如果它看起来不雅致,请确信,我会为此感到羞耻,并会将其踩在脚下予以消灭。
οὐδ’ ἂν ὠφελήσειεν αὐτό, παρὰ γοῦν ἐμοί, ἡ καινότης, μὴ οὐχὶ συντετρῖφθαι ἄμορφον ὄν.
新奇性在我的评判中,决不能保护一个丑陋的作品免于被砸碎的命运。
καὶ εἴ γε μὴ οὕτω φρονοίην, ἄξιος ἄν εἶναι μοι δοκῶ ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι, οὐ συνιεὶς ὡς πολὺ ἀμορφότερα τὰ μετὰ τοῦ ξένου αὐτὸ πεπονθότα.
如果我不这样想,我觉得自己应该被十六只秃鹰啄食,因为我没有意识到,那些伴随着新奇而显得丑陋的事物是多么的难看。