← ルキアノス

きみは言葉によるプロメテウスだと評した人に

§4-7

プトレマイオスの見世物と対話篇と喜劇の結合

著者は、プトレマイオスが持ち込んだ珍奇な見世物がエジプト人に不評を買い、単なる新奇さよりも調和と美が重んじられた逸話を紹介し、本来対極にある「対話」と「喜劇」を融合させる自身の試みが、不調和な怪作となってしまうことへの懸念と創作の決意を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

Πτολεμαῖος γοῦν ὁ Λάγου δύο καινὰ ἐς Αἴγυπτον ἄγων, κάμηλόν τε Βακτριανὴν παμμέλαιναν καὶ δίχρωμον ἄνθρωπον, ὡς τὸ μὲν ἡμίτομον αὐτοῦ ἀκριβῶς μέλαν εἶναι, τὸ δὲ ἕτερον ἐς ὑπερβολὴν λευκόν, ἐπ' ἴσης δὲ μεμερισμένον, ἐς τὸ θέατρον συναγαγὼν τοὺς Αἰγυπτίους ἐπεδείκνυτο αὐτοῖς ἄλλα τε πολλὰ θεάματα καὶ τὸ τελευταῖον καὶ ταῦτα, τὴν κάμηλον καὶ τὸν ἡμίλευκον ἄνθρωπον, καὶ ᾤετο ἐκπλήξειν τῷ θεάματι. οἱ δὲ πρὸς μὲν τὴν κάμηλον ἐφοβήθησαν καὶ ὀλίγου δεῖν1 ἔφυγον ἀναθορόντες, καίτοι χρυσῷ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο καὶ ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιον. πρὸς δὲ τὸν ἄνθρωπον οἱ μεν πολλοὶ ἐγέλων, οἱ δέ τινες ὡς ἐπὶ τέρατι ἐμυσάττοντο. ὥστε ὁ Πτολεμαῖος συνεὶς ὅτι οὐκ εὐδοκιμεῖ ἐπ' αὐτοῖς οὐδὲ θαυμάζεται ὑπὸ τῶν Αἰγυπτίων ἡ καινότης, ἀλλὰ πρὸ αὐτῆς τὸ εὔρυθμον καὶ τὸ εὔμορφον κρίνουσι, μετέστησεν αὐτὰ καὶ οὐκέτι διὰ τιμῆς ἦγεν ὡς πρὸ τοῦ. ἀλλ’ ἡ μὲν κάμηλος ἀπέθανεν ἀμελουμένη, τὸν ἄνθρωπον δὲ τὸν διττὸν Θέσπιδι τῷ αὐλητῇ ἐδωρήσατο καλῶς αὐλήσαντι παρὰ τὸν πότον.

かつてラゴスの子プトレマイオスは、二つの新奇なものをエジプトに連れてきました。真っ黒なバクトリアのラクダと、体の片半分は正確に黒く、もう一方は極端に白く、それらが均等に分かれている二色の人間です。彼はエジプト人たちを劇場に集めて、他の多くの見世物を見せ、最後にこれら、すなわちラクダと半白の人間を見せました。そして、その見世物によって彼らを驚嘆させるだろうと思っていました。しかし彼らは、ラクダに対しては恐れを抱き、飛び起きて危うく逃げ出すところでした。もっとも、そのラクダは全身が金で飾られ、紫布が敷かれ、手綱は宝石を散りばめたもので、ダレイオスやカンビュセス、あるいはキュロス自身が秘蔵していた宝物であったのですが。一方、人間に対しては、大多数の者が笑い、一部の者はまるで怪物を見るかのように嫌悪しました。そのためプトレマイオスは、それらの新奇さがエジプト人たちに受け入れられず、賞賛もされないこと、むしろ彼らは新奇さよりも調和と美しさを重んじるのだということを理解し、それらを退場させ、もはや以前のように重んじることはしませんでした。そして、ラクダは無視されて死んでしまい、二色の人間は、宴席で見事に笛を吹いたことへの褒美として、笛吹きのテスピスに贈られました。

§5

Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις ᾖ,2 οἱ δὲ ἄνθρωποι τὸν χαλινὸν ἔτι αὐτῆς θαυμάζωσι καὶ τὴν ἁλουργίδα, ἐπεὶ οὐδὲ τὸ ἐκ δυοῖν τοῖν καλλίστοιν συγκεῖσθαι, διαλόγου καὶ κωμῳδίας, οὐδὲ τοῦτο ἀπόχρη εἰς εὐμορφίαν, εἰ μὴ καὶ ἡ μῖξις ἐναρμόνιος καὶ κατὰ τὸ σύμμετρον γίγνοιτο. ἔστι γοῦν ἐκ δύο καλῶν ἀλλόκοτον τὴν ξυνθήκην εἶναι, οἷον ἐκεῖνο τὸ προχειρότατον, ὁ ἱπποκένταυρος· οὐ γὰρ ἂν φαίης ἐπέραστόν τι ζῷον τουτὶ γενέσθαι, ἀλλὰ καὶ ὑβριστότατον, εἰ χρὴ πιστεύειν τοῖς ζωγράφοις ἐπιδεικνυμένοις τὰς παροινίας καὶ σφαγὰς αὐτῶν. τί οὖν; οὐχὶ καὶ ἔμπαλιν γένοιτ' ἂν εὔμορφόν τι ἐκ δυοῖν τοῖν ἀρίστοιν ξυντεθέν, ὥσπερ ἐξ οἴνου καὶ μέλιτος τὸ ξυναμφότερον ἥδιστον; φημὶ ἔγωγε. οὐ μὴν περί γε τῶν ἐμῶν ἔχω διατείνεσθαι ὡς τοιούτων ὄντων, ἀλλὰ δέδια μὴ τὸ ἑκατέρου κάλλος ἡ μῖξις συνέφθειρεν.

私は、私の作品もまたエジプト人たちの前のラクダのようになってしまうのではないか、そして人々は依然としてその手綱や紫布ばかりを賞賛するのではないかと恐れています。なぜなら、最も美しい二つのもの、すなわち対話と喜劇から合成されているということも、もしその混合が調和しており、均整の取れたものでないならば、美しさにとっては十分ではないからです。実際、二つの美しいものから、奇妙な合成物が生まれることがあります。たとえば、あの最も身近な例であるケンタウロスのように。なぜなら、この生き物が愛すべきものになったとは言えないでしょうし、むしろきわめて粗暴なものであるからです。もし、彼らの酒乱や殺戮を描き出している画家たちを信じるべきであるなら。ではどうなのか。最も優れた二つのものから、逆に何か美しいものが合成されることもあり得るのではないでしょうか。あたかも、ワインと蜂蜜から、合わさったものがきわめて甘美になるように。私はそうあり得ると言います。とはいえ、自分の作品については、そのようなものであると主張する勇気はありません。むしろ、その混合が、それぞれの美しさを互いに損なってしまったのではないかと恐れているのです。

§6

Οὐ πάνυ γοῦν συνήθη καὶ φίλα ἐξ ἀρχῆς ἦν ὁ διάλογος καὶ ἡ κωμῳδία, εἴ γε ὁ μὲν οἴκοι καθ' ἑαυτὸν καὶ νὴ Δία ἐν τοῖς περιπάτοις μετ' ὀλίγων τὰς διατριβὰς ἐποιεῖτο, ἡ δὲ παραδοῦσα τῷ Διονύσῳ ἑαυτὴν θεάτρῳ ὡμίλει καὶ ξυνέπαιζε καὶ ἐγελωτοποίει καὶ ἐπέσκωπτε καὶ ἐν ῥυθμῷ ἔβαινε πρὸς αὐλὸν ἐνίοτε καὶ τὸ ὅλον ἀναπαίστοις μέτροις ἐποχουμένη τὰ πολλά. τοὺς δὲ τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε φροντιστὰς καὶ μετεωρολέσχας καὶ τὰ τοιαῦτα προσαγορεύουσα. καὶ μίαν ταύτην προαίρεσιν ἐπεποίητο ἐκείνους ἐπισκώπτειν καὶ τὴν Διονυσιακὴν ἐλευθερίαν καταχεῖν αὐτῶν, ἄρτι μὲν ἀεροβατοῦντας δεικνύουσα καὶ νεφέλαις ξυνόντας, ἄρτι δὲ ψυλλῶν πηδήματα διαμετροῦντας, ὡς δῆθεν τὰ ἀέρια λεπτολογουμένους. ὁ διάλογος δὲ σεμνοτάτας ἐποιεῖτο τὰς συνουσίας φύσεώς τε πέρι καὶ ἀρετῆς φιλοσοφῶν. ὥστε, τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν3 εἶναι τὴν ἁρμονίαν, ἀπὸ τοῦ ὀξυτάτου ἐς τὸ βαρύτατον. καὶ ὅμως ἐτολμήσαμεν ἡμεῖς τὰ οὕτως ἔχοντα πρὸς ἄλληλα ξυναγαγεῖν καὶ ξυναρμόσαι οὐ πάνυ πειθόμενα οὐδὲ εὐμαρῶς ἀνεχόμενα τὴν κοινωνίαν.

実際、対話と喜劇はもともとまったく親しくも友好的な関係でもありませんでした。というのも、一方(対話)は家で一人、あるいは誓って言いますが、歩廊で少数の人々と言論活動を行っていたのに対し、他方(喜劇)は、ディオニュソスに身を捧げて劇場に交わり、ふざけ合い、笑いを誘い、嘲笑し、時には笛に合わせてリズムよく歩み、全体的には多くの場合、アナパイストスの韻律に乗っていたからです。そして、対話の仲間たちを「思想家」や「天上の空論家」などと呼んで嘲笑していました。そして、(喜劇は)彼らを嘲笑し、ディオニュソス的な放縦を彼らに浴びせることを唯一の方針としていました。ある時は空中を歩き、雲の中にいる姿を描き出し、またある時は蚤の跳躍を測定する姿を描き出して、あたかも空中について細論を戦わせているかのように。一方、対話は、自然や徳について哲学的な議論を交わしながら、極めて厳かな集いを行っていました。したがって、音楽家たちが言うところの、最も高い音から最も低い音までの「二オクターヴの音程」があるのです。それにもかかわらず、私はこのように互いに相反するものを結びつけ、まったく従順でもなく、容易には共同を受け入れないものを調和させようとあえてしたのです。

§7

Δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ δἰ αὐτὸ δίκην ὑπόσχω. μᾶλλον δὲ καὶ κατ' ἄλλο τι τοιοῦτος ἂν φανείην, ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ,4 γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ. τὸ γὰρ τῆς κλεπτικῆς—καὶ γὰρ κλεπτικῆς ὁ θεός—ἄπαγε. τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις. ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθεν τοιούτους ἱπποκάμπους καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.

それゆえ、私は再び、あなたのプロメテウスに似たことをしてしまったのではないか、すなわち女性(喜劇)と男性(対話)を混ぜ合わせ、そのことで罰を受けることになるのではないかと恐れています。それどころか、別の点でもそのような者に見えてしまうかもしれません。聴衆をおそらく騙して、彼らに脂身で覆われた骨を差し出すことによって、すなわち、哲学的な厳かさの下に隠された喜劇の笑いというものを。というのも、盗みの技術については――実際あの神は盗みの神でもあるのですが――お断りです。これだけは、私の作品の中には存在しないとあなたが言ってくれるでしょう。いったい誰から盗むというのですか。もし、私に気づかれないようにして、誰か他の者がこのようなタツノオトシゴや山羊鹿のようなものを彼自身で合成していたのでない限り。しかしながら、どうしようというのでしょう。一度選んだことに固執しなければならないのですから。なぜなら、後から考えを変えることはエピメテウスの仕業であって、プロメテウスのものではないからです。

構文注4 件
  1. 4ὀλίγου δεῖν

    「ほとんど〜」「もう少しで〜するところ」を意味する非人称的な慣用表現。元々は属格 <i>ὀλίγου</i> を伴う <i>δεῖ</i> の不変化形に由来し、ここでは動詞 <i>ἔφυγον</i> を修飾して「危うく逃げ出すところであった」という切迫した文脈を表す。

  2. 5Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις ᾖ

    懸念を表す動詞 <i>δέδοικα</i> に導かれ、現在の懸念を表すために接続法現在 <i>ᾖ</i>(および続く <i>θαυμάζωσι</i>)を用いる <i>μή</i> 節の構造。

  3. 6δὶς διὰ πασῶν

    直訳すると「すべての(弦)を二度通る」で、古代ギリシア音楽における「二オクターヴ(ダブルオクターヴ)」の音程を示す専門用語。ここでは、お互いに対極にあって本来全く交わることのない「対話」と「喜劇」の途方もない距離感・不調和を比喩的に表現している。

  4. 7ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ

    プロメテウスがゼウスを欺くため、脂身の下に中身のない骨を隠して神への供物として選ばせたギリシア神話の有名な逸話(ヘシオドス『神統記』等に依拠)への言及。著者は、自身の作品が「哲学的な厳かさ」という一見魅力的な皮の下に「喜劇の笑い」という実質のない骨を隠しているだけなのではないかという不安を、この比喩を用いて表明している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg064.humanitext-grc3:4-7