§1Οὐ πρῶτος Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ καὶ Τόξαρις πρὸς αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων, οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ δημοτικῶν, οἷοί εἰσι παρ' αὐτοῖς οἱ ὀκτάποδες καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι καὶ ἁμάξης μιᾶς.
阿纳哈尔西斯并不是第一个因渴望希腊教养而从斯基泰来到雅典的人,托克萨里斯在他之前也已来到,他是一位智慧且爱美、热心学习最优良习惯的人。 但在家乡他既非王室成员,亦非戴帽子的贵族,而是众多普通斯基泰人之一,即在他们中间被称为“八只脚”的人,这意味着拥有两头牛和一辆马车。
οὗτος ὁ Τόξαρις οὐδὲ ἀπῆλθεν ἔτι ὀπίσω ἐς Σκύθας, ἀλλ’ Ἀθήνησιν ἀπέθανεν, καὶ μετ' οὐ πολὺ καὶ ἥρως ἔδοξεν καὶ ἐντέμνουσιν αὐτῷ Ξένῳ Ἰατρῷ οἱ Ἀθηναῖοι· τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο.
这位托克萨里斯再也没有回到斯基泰,而是死在雅典。 不久之后,他被视为英雄,雅典人以“异乡医生”之名向他献祭;因为他在成为英雄后获得了这个名字。
τὴν δ’ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθ' ὅτου ἐς τοὺς ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος.
至于这个称号的起因,以及他为何被列入英雄之列并被视为阿斯克勒庇俄斯子嗣之一,或许同样值得叙述,以便你们了解,不仅斯基泰人有将人神格化并送往萨摩尔克西斯处的习俗,雅典人也有权在希腊将斯基泰人奉为神明。
§2Κατὰ τὸν λοιμὸν τὸν μέγαν ἔδοξεν ἡ Ἀρχιτέλους γυνή, Ἀρεοπαγίτου ἀνδρός, ἐπιστάντα οἱ τὸν Σκύθην κελεῦσαι εἰπεῖν Ἀθηναίοις ὅτι παύσονται τῷ λοιμῷ ἐχόμενοι, ἢν τοὺς στενωποὺς οἴνῳ πολλῷ ῥαίνωσι.
在大瘟疫期间,阿雷奥帕古斯议员阿耳基特勒斯的妻子梦见那个斯基泰人站在她身旁,命令她告诉雅典人,如果他们在狭窄的街道上洒上大量的酒,他们就会停止遭受瘟疫的折磨。
τοῦτο συχνάκις γενόμενον—οὐ γὰρ ἠμέλησαν οἱ Ἀθηναῖοι ἀκούσαντες—ἔπαυσε μηκέτι λοιμώττειν αὐτούς, εἴτε ἀτμούς τινας πονηροὺς ὁ οἶνος σβέσας τῇ ὀδμῇ, εἴτε ἄλλο τι πλέον εἰδὼς ὁ ἥρως ὁ Τόξαρις, ἅτε ἰατρικὸς ὤν, συνεβούλευσεν.
这件事被多次执行——因为雅典人听后并未忽视——从而使他们不再受瘟疫之苦。 无论是酒用气味消除了一些有害的蒸汽,还是英雄托克萨里斯作为懂医术的人知道其他更多的事情而给出了建议。
ὁ δ’ οὖν μισθὸς τῆς ἰάσεως ἔτι καὶ νῦν ἀποδίδοται αὐτῷ λευκὸς ἵππος καταθυόμενος ἐπὶ τῷ μνήματι, ὅθεν ἔδειξεν ἡ Δειμαινέτη προσελθόντα αὐτὸν ἐντείλασθαι ἐκεῖνα τὰ περὶ τοῦ οἴνου·
无论如何,直到今天,人们仍将治愈的报酬支付给他,在墓前献祭一匹白马。 戴迈内特指出了那个地方,也就是他走近并吩咐关于洒酒之事的地方。
καὶ εὑρέθη κεῖθι ὁ Τόξαρις τεθαμμένος τῇ τε ἐπιγραφῇ γνωσθείς, εἰ καὶ μὴ πᾶσα ἔτι ἐφαίνετο, καὶ μάλιστα, ὅτι ἐπὶ τῇ στήλῃ Σκύθης ἀνὴρ ἐγκεκόλαπτο, τῇ λαιᾷ μὲν τόξον ἔχων ἐντεταμένον, τῇ δεξιᾷ δὲ βιβλίον, ὡς ἐδόκει.
托克萨里斯就被埋葬在那里,通过碑文得以确认,虽然碑文已不完全可见,但最主要的是,墓碑上刻着一个斯基泰男子,左手拿着拉开的弓,右手拿着书卷,看起来是这样。
ἔτι καὶ νῦν ἴδοις ἂν αὐτοῦ ὑπὲρ ἥμισυ καὶ τὸ τόξον ὅλον καὶ τὸ βιβλίον· τὰ δὲ ἄνω τῆς στήλης καὶ τὸ πρόσωπον ὁ χρόνος ἤδη ἐλυμήνατό που·
即使在今天,你仍然可以看到他的一半以上身躯、整张弓和书卷;而墓碑的上半部分和脸部已被时间剥蚀。
ἔστιν δὲ οὐ πολὺ ἀπὸ τοῦ Διπύλου, ἐν ἀριστερᾷ εἰς Ἀκαδημίαν ἀπιόντων, οὐ μέγα τὸ χῶμα καὶ ἡ στήλη χαμαί·
这里离双门不远,在去往阿卡德米亚的左侧,封土不大,墓碑倒在地上。
πλὴν ἀλλ’ ἔστεπταί γε ἀεί, καί φασι πυρεταίνοντάς τινας ἤδη πεπαῦσθαι ἀπ' αὐτοῦ, καὶ μὰ τὸν Δί' οὐδὲν ἄπιστον, ὃς ὅλην ποτὲ ἰάσατο τὴν πόλιν.
然而,它总是戴着花环,据说一些发烧的人已经因他而痊愈。 凭着宙斯起誓,这绝非不可信,因为他曾治愈了整座城市。
§3Ἀλλὰ γὰρ οὗπερ ἕνεκα ἐμνήσθην αὐτοῦ, ἔζη μὲν ἔτι ὁ Τόξαρις, ὁ Ἀνάχαρσις δὲ ἄρτι καταπεπλευκὼς ἀνῄει ἐκ Πειραιῶς, οἷα δὴ ξένος καὶ βάρβαρος οὐ μετρίως τεταραγμένος ἔτι τὴν γνώμην, πάντα ἀγνοῶν, ψοφοδεὴς πρὸς τὰ πολλά, οὐκ ἔχων ὅ τι χρήσαιτο ἑαυτῷ·
然而,我之所以提起他,是因为当时托克萨里斯还活着,而阿纳哈尔西斯刚刚下船,正从皮埃里乌斯上来。
καὶ γὰρ συνίει καταγελώμενος ὑπὸ τῶν ὁρώντων ἐπὶ τῇ σκευῇ, καὶ ὁμόγλωσσον οὐδένα εὕρισκεν, καὶ ὅλως μετέμελεν αὐτῷ ἤδη τῆς ὁδοῦ, καὶ ἐδέδοκτο ἰδόντα μόνον τὰς Ἀθήνας ἐπὶ πόδα εὐθὺς ὀπίσω χωρεῖν καὶ πλοίῳ ἐπιβάντα πλεῖν αὖθις ἐπὶ Βοσπόρου, ὅθεν οὐ πολλὴ ἔμελλεν αὐτῷ ὁδὸς ἔσεσθαι οἴκαδε ἐς Σκύθας.
作为一个外邦人和蛮族人,他的心中仍有些许惶恐,对一切都一无所知,对许多事情胆战心惊,不知该如何安置自己;因为他明白自己因这身装束而被旁观者嘲笑,又找不到一个语言相通的人,总体上他已经后悔这次旅程,并已决定只要看一眼雅典,就立刻转身回去,登船再次驶向博斯普鲁斯,从那里回斯基泰的家园路程便不会太长。
οὕτως ἔχοντι τῷ Ἀναχάρσιδι ἐντυγχάνει δαίμων τις ἀγαθὸς ὡς ἀληθῶς ὁ Τόξαρις ἤδη ἐν τῷ Κεραμεικῷ.
正当阿纳哈尔西斯处于这种境地时,托克萨里斯在凯拉米克斯遇到了他,真如同一位善神。
καὶ τὸ μὲν πρῶτον ἡ στολὴ αὐτὸν ἐπεσπάσατο πατριῶτις οὖσα, εἶτα μέντοι οὐ χαλεπῶς ἔμελλε καὶ αὐτὸν γνώσεσθαι τὸν Ἀνάχαρσιν ἅτε γένους τοῦ δοκιμωτάτου ὄντα καὶ ἐν τοῖς πρώτοις Σκυθῶν.
起初,那身同乡的服饰吸引了他,接着,由于阿纳哈尔西斯出身于最显赫的家族,且是斯基泰人中的佼校者,托克萨里斯不难认出他来。
ὁ Ἀνάχαρσις δὲ πόθεν ἂν ἐκεῖνον ἔγνω ὁμοεθνῆ ὄντα, Ἑλληνιστὶ ἐσταλμένον, ἐν χρῷ κεκαρμένον τὸ γένειον, ἄζωστον, ἀσίδηρον, ἤδη στωμύλον, αὐτῶν τῶν Ἀττικῶν ἕνα τῶν αὐτοχθόνων;
但是,阿纳哈尔西斯又怎能认出他是同胞呢? 因为他已作希腊式打扮,胡须剃得很干净,未束腰带,没带武器,说话已变得喋喋不休,就像阿提卡本地人的一员。
οὕτω μετεπεποίητο ὑπὸ τοῦ χρόνου.
时间已将他改变得如此彻底。