← ルキアノス

スキュティア人またはプロクセノス

§1-3

トクサリスの神格化とアナハルシスとの出会い

スキティアの賢人トクサリスがアテナイで「異邦の医者」として神格化された経緯と、彼がアテナイに到着したばかりで当惑していた同胞のアナハルシスとケラメイコスで再会する場面を描く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Οὐ πρῶτος Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας Ἀθήναζε παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ καὶ Τόξαρις πρὸς αὐτοῦ,1 σοφὸς μὲν καὶ φιλόκαλος ἀνὴρ καὶ ἐπιτηδευμάτων φιλομαθὴς τῶν ἀρίστων, οἴκοι δὲ οὐ τοῦ βασιλείου γένους ὢν οὐδὲ τῶν πιλοφορικῶν, ἀλλὰ Σκυθῶν τῶν πολλῶν καὶ δημοτικῶν, οἷοί εἰσι παρ' αὐτοῖς οἱ ὀκτάποδες καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι καὶ ἁμάξης μιᾶς. οὗτος ὁ Τόξαρις οὐδὲ ἀπῆλθεν ἔτι ὀπίσω ἐς Σκύθας, ἀλλ’ Ἀθήνησιν ἀπέθανεν, καὶ μετ' οὐ πολὺ καὶ ἥρως ἔδοξεν καὶ ἐντέμνουσιν2 αὐτῷ Ξένῳ Ἰατρῷ οἱ Ἀθηναῖοι· τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο. τὴν δ’ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθ' ὅτου ἐς τοὺς ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν, οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς Σκύθας ἐπὶ τῆς Ἑλλάδος.

アナハルシスは、ギリシアの教養を求める熱望からスキティアからアテナイへやって来た最初の人ではなかった。彼の前にはトクサリスも来ていた。彼は賢明で美を愛し、最善の習慣を熱心に学ぶ男であったが、母国では王族でも帽子をかぶる貴族でもなく、大勢の庶民たるスキティア人の一人であり、彼らの間で「八本脚」と呼ばれる者たちの一人であった。これは、二頭の牛と一台の荷車を所有しているという意味である。このトクサリスはもはやスキティアに戻ることなくアテナイで亡くなり、それから間もなくして彼らは彼を英雄と見なし、アテナイ人は彼に「異邦の医者」として犠牲を捧げるようになった。彼は英雄になった後にこの名を追加で得たのである。この呼び名の原因と、彼がどのような理由で英雄の列に加えられ、アスクレピオスの子らの一人と見なされたかについては、おそらく説明するに値する。それは、スキティア人だけが神格化してザモルクシスの元へと送る慣習があるのではなく、アテナイ人にとってもスキティア人をギリシアの地で神格化することが許されていることをあなたがたが知るためである。

§2

Κατὰ τὸν λοιμὸν τὸν μέγαν ἔδοξεν ἡ Ἀρχιτέλους γυνή, Ἀρεοπαγίτου ἀνδρός, ἐπιστάντα οἱ τὸν Σκύθην κελεῦσαι3 εἰπεῖν Ἀθηναίοις ὅτι παύσονται τῷ λοιμῷ ἐχόμενοι, ἢν τοὺς στενωποὺς οἴνῳ πολλῷ ῥαίνωσι. τοῦτο συχνάκις γενόμενον—οὐ γὰρ ἠμέλησαν οἱ Ἀθηναῖοι ἀκούσαντες—ἔπαυσε μηκέτι λοιμώττειν αὐτούς, εἴτε ἀτμούς τινας πονηροὺς ὁ οἶνος σβέσας τῇ ὀδμῇ, εἴτε ἄλλο τι πλέον εἰδὼς ὁ ἥρως ὁ Τόξαρις, ἅτε ἰατρικὸς ὤν, συνεβούλευσεν. ὁ δ’ οὖν μισθὸς τῆς ἰάσεως ἔτι καὶ νῦν ἀποδίδοται αὐτῷ λευκὸς ἵππος καταθυόμενος ἐπὶ τῷ μνήματι, ὅθεν ἔδειξεν ἡ Δειμαινέτη προσελθόντα αὐτὸν ἐντείλασθαι ἐκεῖνα τὰ περὶ τοῦ οἴνου· καὶ εὑρέθη κεῖθι ὁ Τόξαρις τεθαμμένος τῇ τε ἐπιγραφῇ γνωσθείς, εἰ καὶ μὴ πᾶσα ἔτι ἐφαίνετο, καὶ μάλιστα, ὅτι ἐπὶ τῇ στήλῃ Σκύθης ἀνὴρ ἐγκεκόλαπτο, τῇ λαιᾷ μὲν τόξον ἔχων ἐντεταμένον, τῇ δεξιᾷ δὲ βιβλίον, ὡς ἐδόκει. ἔτι καὶ νῦν ἴδοις ἂν αὐτοῦ ὑπὲρ ἥμισυ καὶ τὸ τόξον ὅλον καὶ τὸ βιβλίον· τὰ δὲ ἄνω τῆς στήλης καὶ τὸ πρόσωπον ὁ χρόνος ἤδη ἐλυμήνατό που· ἔστιν δὲ οὐ πολὺ ἀπὸ τοῦ Διπύλου, ἐν ἀριστερᾷ εἰς Ἀκαδημίαν ἀπιόντων, οὐ μέγα τὸ χῶμα καὶ ἡ στήλη χαμαί· πλὴν ἀλλ’ ἔστεπταί γε ἀεί, καί φασι πυρεταίνοντάς τινας ἤδη πεπαῦσθαι ἀπ' αὐτοῦ, καὶ μὰ τὸν Δί' οὐδὲν ἄπιστον, ὃς ὅλην ποτὲ ἰάσατο τὴν πόλιν.

大疫病の際、アレオパゴス議員であるアルキテレスの妻に、あのスキティア人が枕元に立って、アテナイ人に、もし路地に多くのワインを撒くならば疫病の苦しみから解放されるだろうと伝えるように命じたと思われた。これが度々行われ(アテナイ人は聞いて怠らなかった)、彼らがこれ以上疫病を患うのをやめさせた。ワインがその臭いで何か悪い蒸気を消し去ったのか、あるいはトクサリスという英雄が、医術の心得がある者として何か他のより多くのことを知っていて勧告したのか。いずれにせよ、治療の報酬は今日でも彼に支払われており、それは彼の墓の上で白い馬が犠牲として捧げられることである。その墓の場所をデイマイネテが、彼が近づいてきてワインに関するあれこれを命じたのだと示した。そしてそこにトクサリスが葬られているのが見つかった。碑文によって知られたが、すべてがまだ見えているわけではないものの、何よりも、その碑石の上にスキティア人の男が彫り込まれており、左手には張られた弓を持ち、右手には書物を持っていたことからそう推測された。今日でも彼の姿の半分以上と、弓の全体、そして書物を見ることができるだろう。碑石の上部と顔は時間がすでに損なってしまった。その場所はディピュロンから遠くなく、アカデメイアへと向かって左手に進むところにあり、土盛りは大きくなく、碑石は地面に横たわっている。しかし、それは常に花冠で飾られており、発熱している人々が彼のおかげで病気が治まったと語るのを聞く。ゼウスにかけて、それは信じがたいことではない。彼はかつて市全体を癒やしたのだから。

§3

Ἀλλὰ γὰρ οὗπερ ἕνεκα ἐμνήσθην αὐτοῦ, ἔζη μὲν ἔτι ὁ Τόξαρις, ὁ Ἀνάχαρσις δὲ ἄρτι καταπεπλευκὼς ἀνῄει ἐκ Πειραιῶς, οἷα δὴ ξένος καὶ βάρβαρος οὐ μετρίως τεταραγμένος ἔτι τὴν γνώμην, πάντα ἀγνοῶν, ψοφοδεὴς πρὸς τὰ πολλά, οὐκ ἔχων ὅ τι χρήσαιτο ἑαυτῷ·4 καὶ γὰρ συνίει καταγελώμενος ὑπὸ τῶν ὁρώντων ἐπὶ τῇ σκευῇ, καὶ ὁμόγλωσσον οὐδένα εὕρισκεν, καὶ ὅλως μετέμελεν αὐτῷ ἤδη τῆς ὁδοῦ, καὶ ἐδέδοκτο5 ἰδόντα μόνον τὰς Ἀθήνας ἐπὶ πόδα εὐθὺς ὀπίσω χωρεῖν καὶ πλοίῳ ἐπιβάντα πλεῖν αὖθις ἐπὶ Βοσπόρου, ὅθεν οὐ πολλὴ ἔμελλεν αὐτῷ ὁδὸς ἔσεσθαι οἴκαδε ἐς Σκύθας. οὕτως ἔχοντι τῷ Ἀναχάρσιδι ἐντυγχάνει δαίμων τις ἀγαθὸς ὡς ἀληθῶς ὁ Τόξαρις ἤδη ἐν τῷ Κεραμεικῷ. καὶ τὸ μὲν πρῶτον ἡ στολὴ αὐτὸν ἐπεσπάσατο πατριῶτις οὖσα, εἶτα μέντοι οὐ χαλεπῶς ἔμελλε καὶ αὐτὸν γνώσεσθαι τὸν Ἀνάχαρσιν ἅτε γένους τοῦ δοκιμωτάτου ὄντα καὶ ἐν τοῖς πρώτοις Σκυθῶν. ὁ Ἀνάχαρσις δὲ πόθεν ἂν ἐκεῖνον ἔγνω ὁμοεθνῆ ὄντα, Ἑλληνιστὶ ἐσταλμένον, ἐν χρῷ κεκαρμένον τὸ γένειον, ἄζωστον, ἀσίδηρον, ἤδη στωμύλον, αὐτῶν τῶν Ἀττικῶν ἕνα τῶν αὐτοχθόνων; οὕτω μετεπεποίητο ὑπὸ τοῦ χρόνου.

しかし、私が彼のことを思い出した本来の理由であるが、トクサリスはまだ生きており、アナハルシスはちょうど船から降りてペイライエウスから上ってくるところであった。異邦人であり野蛮人であるために、彼の心はまだ少なからず混乱しており、すべてを未知とし、多くのものに対して臆病になっていて、自分をどう扱ってよいか分からなかった。なぜなら、自分が身につけている装束のせいで見ている人々から嘲笑されていることを理解していたし、同じ言葉を話す者を誰も見つけられなかったからだ。全体として、彼はすでに旅を後悔しており、ただアテナイを目にしただけで、すぐに引き返し、再び船に乗ってボスポロスへと航海しようと決めていた。そこからなら、故郷のスキティアへの道のりはそう遠くはなかったからだ。このような状態にあったアナハルシスに、まさに本物の善き守護神のように、トクサリスがケラメイコスで出会った。最初、同郷の衣服が彼を引き寄せたが、その後、アナハルシスが最も名だたる家柄の出身で、スキティアの第一人者たちの一人であることを知ることは容易であった。しかしアナハルシスは、彼が同胞であるとどうして分かっただろうか。彼はギリシア風の身なりをし、髭を根元まで剃り落とし、帯を締めず、武器を持たず、すでに話し方もおしゃべりで、アッティカの土着の民のひとりのようになっていたのだから。それほどまでに時間は彼を変えてしまっていたのである。

構文注5 件
  1. 1πρὸς αὐτοῦ

    前置詞 πρὸς が属格を伴って「〜の前に」という時間的先後関係を示す。これは通常 πρό + 属格で表されるところ、詩的あるいはイオニア方言的な表現、もしくは πρὸ αὐτοῦ の異読である。

  2. 1ἐντέμνουσιν

    動詞 ἐντέμνω は、天上の神々に捧げる通常の犠牲(θύω)とは異なり、英雄(ヒーロー)や死者に捧げる犠牲の供儀(通常、血を地中や低い祭壇に流し込むもの)に対して専門的に用いられる。

  3. 2ἔδοξεν ἡ Ἀρχιτέλους γυνή... ἐπιστάντα... κελεῦσαι

    動詞 δοκέω の個人型構文(「妻は〜したと思われた」すなわち「夢に見た」)であり、対格不定詞構文(ἐπιστάντα... κελεῦσαι)の意味上の主語である ἐπιστάντα (枕元に立つ者、すなわちトクサリス)は対格となっている。

  4. 3ὅ τι χρήσαιτο ἑαυτῷ

    疑問詞 ὅ τι に導かれる間接疑問節内の deliberative optative(主節の過去時制に引かれた過去の主観的疑問)であり、手段・関係を示す与格 ἑαυτῷ を伴い、「自分自身をどう扱ってよいか」という意味になる。

  5. 3ἐδέδοκτο

    非人称動詞 δέδοκται (〜することに決まっている)の過去完了形で、「(彼にとって)〜することに決めていた」という確固たる意志・決定を示す。意味上の主語は、後続の不定詞句である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg062.humanitext-grc3:1-3