Humanitext Reader

琉善 · 与赫西俄德的对话 §5-9

关于诗歌自由与农事预言性质的辩驳

第 2 段,共 2 段 · 希腊语

内容简介

赫西俄德以诗歌创作的自由进行辩护,并将《工作与时日》中的农事指引视为实用的预言,而吕基诺斯则驳斥其仅为常识和劝诫,并敦促他承认最初关于神圣灵感的辩解。

§5οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα, κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ’ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν·
因为我认为,不应该对诗人极其严苛地斤斤计较,要求他们所说的话在每一个音节上都完全完美;即使在诗歌创作的奔流中有什么东西悄悄溜走而未被察觉,也不该对此严加考问;而应当知道,我们为了格律和悦耳而添加了许多东西。
τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο.
至于其他一些情况,由于诗句本身往往很流畅,不知怎的就接纳了它们。
σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς—λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς.
然而,你却在剥夺我们所拥有的最大福祉——我指的是自由和创作诗歌的特权——而且你对诗歌中其他所有优美之处视而不见,却挑剔一些细碎的木屑和刺,为你的恶意诽谤寻找借口。
ἀλλ’ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ' ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες.
但这并非只有你一个人这么做,也并非只针对我一个人,许多其他人也以这种极度细碎的方式,通过挑剔一些确实微不足道的细节,来百般刁难我同仁荷马的作品。
§6εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας.
但是,如果必须正面应对这一指责并做出最正确的辩护,那么,这位老兄,读读我的《工作与时日》吧。
εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας.
因为你将会知道,在这首诗中我曾如何同时以预言和宣告的方式,提前预言了那些正确且应时而作之事的成果,以及那些被疏忽之事的惩罚。
καὶ τὸ " οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται, " καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσιν χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ νομίζοιτο.
比如: “你将把收成装在篮子里运走,几乎没人会羡慕地看着你, “以及,凡是正确耕作的人将获得多少好处,这难道不应该被视为对生活极有用途的预言术吗?
§7ΛΥΚΙΝΟΣ Τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι, καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδ’ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος.
吕基诺斯哎呀,令人惊叹的赫西俄德,你这话可真是十足的牧羊人口吻,你似乎自己也证明了缪斯们的灵感,因为你甚至无法为自己的诗句辩护。
ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν· ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ' ἂν ἡμῖν περὶ αὐτῶν—ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν· καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῇ ἐκχυθέντων τῶν σπερμάτων οὐδὲ ἀμᾶν χλωρὸν ἔτι τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν.
但是,我们从你和缪斯们那里所期待的,并不是这种预言术;因为在这类事情上,农夫们比你们更精通预言,而且能向我们做出最好的预言——也就是说,如果神明降雨,麦捆就会茂盛,但如果遭遇干旱、土地干渴,就决无任何办法能不让饥荒伴随它们的干旱而来;而且,绝不能在盛夏时节耕作,否则徒然播下的种子不会带来任何益处,也不能在麦穗还青绿的时候收割,否则只会发现果实是空瘪的。
οὐ μὴν οὐδ’ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψῃς τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφορῇ τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.
此外,这件事情同样不需要预言:如果你不把种子盖上,而仆人不拿着锄头给它们盖上泥土,鸟儿就会飞下来,提前吃光整个夏天的希望。
§8Τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν—ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον.
因为,如果有人把这些事情称为劝告和训诫,那倒不会错,但在我看来,这与预言术相去甚远,预言术的任务是预先知晓那些不明确且绝不显明的事情——比如预先向米诺斯宣告他的儿子将溺死在蜜罐里,以及向阿卡亚人预示阿波罗愤怒的原因,并预言伊利翁将在第十年被攻陷。
ταῦτα γὰρ ἡ μαντική.
因为这些才是预言术。
ἐπεὶ καὶ τὰ τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων.
因为如果有人把此类事情归于预言术,那么他也会毫不迟疑地称我为预言家。
προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις, ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ, τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα ὡς τὸ εἰκός ἐπιγενήσεται·
因为,即使没有卡斯塔利亚、月桂树和德尔斐的三脚架,我也能预言并宣告:如果有人在寒冷中赤身裸体地四处走动,而且神明还在下雨或下冰雹,此人必定会患上严重的风寒,而且,比这更具预言性的是,在此之后通常还会发烧。
καὶ ἄλλα πολλὰ τοιαῦτα ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι.
还有许多其他类似的事情,提及它们未免显得滑稽。
§9Ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες.
因此,放弃这类辩护和预言吧。
ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέχεσθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα· οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δ’ ἀτελῆ ἀπελίμπανεν.
但是,你开头所说的那点也许值得接受,即你对所说的事情一无所知,而是某种神圣的灵感在你心中注入了诗句,尽管连那灵感也并非完全可靠;因为,如果可靠的话,它就不会只履行了承诺中的一部分,而让另一部分保持未完成状态。

词汇与语法注释

  1. §5τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο — 这里的 τὰ δέ 是前句 πολλὰ(添加许多东西)的对应宾语(中性复数),受主句动词 παρεδέξατο(其主语为 τὸ ἔπος αὐτό)支配。分词短语 λεῖα ὄντα 为中性复数,与宾语 τὰ δέ 一致,意为“至于其他一些情况,由于诗句本身往往很流畅,不知怎的就接纳了它们”。
  2. §7οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν — 在否定词 οὐδεμία μηχανὴ(绝无任何办法)之后,接 μὴ οὐχὶ +不定式(ἐπακολουθῆσαι),构成双重否定,表示强烈的肯定,即“饥荒必定会随之而来”。
  3. §8οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων — 这是 οὐκ ἂν φθάνοιμι +分词(意为“不失时机地”、“立刻做某事”)的第三人称惯用表达。主语是前句中的 tis(任何人),意思是“他也会毫不迟疑地(立刻)称我为预言家”。

引用这一段

琉善, 与赫西俄德的对话 §5-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg061.humanitext-grc3:5-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。