§5οὐ γάρ, οἶμαι, χρὴ παρὰ τῶν ποιητῶν ἐς τὸ λεπτότατον ἀκριβολογουμένους ἀπαιτεῖν κατὰ συλλαβὴν ἑκάστην ἐντελῆ πάντως τὰ εἰρημένα, κἂν εἴ τι ἐν τῷ τῆς ποιήσεως δρόμῳ παραρρυὲν λάθῃ, πικρῶς τοῦτο ἐξετάζειν, ἀλλ’ εἰδέναι ὅτι πολλὰ ἡμεῖς καὶ τῶν μέτρων ἕνεκα καὶ τῆς εὐφωνίας ἐπεμβάλλομεν·
というのも、詩人たちに対して極めて細かく穿鑿し、語られたことがことごとくすべての音節において完璧であることを要求すべきではないと私は思うからだ。 たとえ詩作の流れの中で何かが滑り落ちて気づかれずに紛れ込んだとしても、それを厳しく詮索するべきではなく、むしろ、われわれが韻律のためや響きの良さのために多くのものを挿入していることを知るべきである。
τὰ δὲ καὶ τὸ ἔπος αὐτὸ πολλάκις λεῖα ὄντα οὐκ οἶδ’ ὅπως παρεδέξατο.
またある事柄については、詩句そのものがしばしば滑らかであるために、どういうわけかそれを受け入れてしまったのだ。
σὺ δὲ τὸ μέγιστον ὧν ἔχομεν ἀγαθῶν ἀφαιρῇ ἡμᾶς—λέγω δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἐν τῷ ποιεῖν ἐξουσίαν, καὶ τὰ μὲν ἄλλα οὐχ ὁρᾷς ὅσα τῆς ποιήσεως καλά, σκινδαλάμους δὲ καὶ ἀκάνθας τινὰς ἐκλέγεις καὶ λαβὰς τῇ συκοφαντίᾳ ζητεῖς.
しかし、あなたはわれわれが持つ最大の善、すなわち自由と作詩における権能をわれわれから奪おうとしており、詩の他のすべての美点を見ようともせず、些細な木の破片や棘のようなものを選び出し、言いがかりの口実を探している。
ἀλλ’ οὐ μόνος ταῦτα σὺ οὐδὲ κατ' ἐμοῦ μόνου, ἀλλὰ πολλοὶ καὶ ἄλλοι τὰ τοῦ ὁμοτέχνου τοῦ ἐμοῦ Ὁμήρου κατακνίζουσι λεπτὰ οὕτω κομιδῇ καὶ μάλιστα μικρὰ ἄττα διεξιόντες.
だが、そうしているのはあなただけではなく、私に対してだけでもない。 他の多くの人々も、私の同業者であるホメロスの作品を、このように極めて細かく、実に取るに足らない些細な点をあげつらって、ちくちくと非難しているのだ。
§6εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας.
しかし、もしその非難に真っ向から立ち向かって、最も正しい弁明をしなければならないというなら、これ見よ、私の『仕事と日』を読むがよい。
εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας.
そうすれば、この詩の中で私がどれほど予言的かつ神託的にあらかじめ預言し、正しくかつ時宜を得て行われることの結果と、怠られたことの不利益を前もって明らかにしているかが分かるだろう。
καὶ τὸ
"
οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,
"
καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσιν χρησιμωτάτη ἂν τῷ βίῳ μαντικὴ νομίζοιτο.
例えば、 "お前は(収穫を)籠に入れて運ぶことになり、お前を見る者はほとんどいないだろう "という句や、あるいは、正しく農業を行う者にどれほど多くの善いものがもたらされるかということなどは、人生にとって極めて有用な予言術と見なされるべきであろう。
§7ΛΥΚΙΝΟΣ
Τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι, καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδ’ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος.
ΛΥΚΙΝΟΣ いやはや、驚くべきヘシオドスよ、それは実にもって羊飼いらしい言い分だ。 あなた自身、自分の詩のために弁明することもできず、ただムーサたちの霊感をそのまま証明しているかのようだ。
ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν·
しかし、われわれがあなたやムーサたちに期待していたのは、そのような予言術ではない。
ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ' ἂν ἡμῖν περὶ αὐτῶν—ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν· καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῇ ἐκχυθέντων τῶν σπερμάτων οὐδὲ ἀμᾶν χλωρὸν ἔτι τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν.
というのも、そのようなことなら、農夫たちのほうがあなた方よりもはるかに予言に長けており、それらについて我々に最も見事に予言してくれるだろうからだ。 すなわち、神が雨を降らせれば穀物の束は豊かに実り、もし干ばつが襲って耕地が渇くなら、その渇きに飢饉が伴わないような手立ては一切ない、ということや、また、夏の盛りに耕すべきではない、さもなければ種を無駄に蒔いても何の役にも立たないということ、また、麦の穂がまだ青いうちに刈り取るべきではない、さもなければ実が空っぽであることが分かるだけだ、ということ。
οὐ μὴν οὐδ’ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψῃς τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφορῇ τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.
さらに、もし種を覆わず、従者が鍬を持ってその上に土をかけなければ、鳥たちが飛び降りてきて、夏の収穫の望みをすべてあらかじめ食い尽くしてしまうだろう、ということも、予言を必要とするものではない。
§8Τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν—ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ ὁ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον.
というのも、このようなことを勧告や訓戒と呼ぶなら間違いではないが、予言術からは極めて遠いと私には思われる。 予言術の役割とは、不分明でいかなる方法でも明らかでないことをあらかじめ知ることであって、例えば、ミノスに対して、彼の息子が蜜の入った大きな瓶の中で溺れ死んでいるとあらかじめ告げることや、アカイア人たちにアポロンの怒りの原因を予告し、十年のうちにイリオンが陥落することを告げるようなことだ。
ταῦτα γὰρ ἡ μαντική.
これらこそが予言術なのだから。
ἐπεὶ καὶ τὰ τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων.
というのも、もしそのようなことを予言術に帰する者がいるなら、その人は私をも予言者と呼ぶのをためらわないだろう。
προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις, ὕοντος προσέτι ἢ χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ, τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα ὡς τὸ εἰκός ἐπιγενήσεται·
なぜなら、カスタリアの泉も月桂樹もデルポイの三脚釜もなしに、私はこうあらかじめ告げ、予言するからだ。 すなわち、もし誰かが寒さの中で裸で歩き回り、その上、神が雨や雹を降らせているなら、そのような者には少なからぬ悪寒が襲いかかるだろう、と。 そして、これよりもさらに予言的なことには、その後には当然のことながら熱が出るだろう、と。
καὶ ἄλλα πολλὰ τοιαῦτα ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι.
他にもこのようなことはたくさんあるが、それらを挙げるのは滑稽というものだ。
§9Ὥστε τὰς μὲν τοιαύτας ἀπολογίας καὶ μαντείας ἄφες.
したがって、そのような弁明や予言はあきらめなさい。
ἐκεῖνο δὲ ὃ εἴρηκας ἐν ἀρχῇ, ἴσως παραδέχεσθαι ἄξιον, ὡς οὐδὲν ᾔδεισθα τῶν λεγομένων, ἀλλά τις ἔμπνοια δαιμόνιος ἐνεποίει σοι τὰ μέτρα, οὐ πάνυ οὐδὲ ἐκείνη βέβαιος οὖσα·
それよりも、あなたが最初に言ったこと、すなわち、語られたことについて自分は何も知らず、ただ何らかの神的な霊感があなたの中に詩句を生み出したのだ、ということを受け入れるのがふさわしい。 もっとも、その霊感とて全く確かなものではなかったようだが。
οὐ γὰρ ἂν τὰ μὲν ἐπετέλει τῶν ὑπεσχημένων, τὰ δ’ ἀτελῆ ἀπελίμπανεν.
というのも、もし確かであったなら、約束されたことの一方を果たしながら、もう一方を未完成のまま残すことはなかったであろうから。