Humanitext Reader

琉善 · 与赫西俄德的对话 §1-4

吕基诺斯就预言之事发难与赫西俄德的辩解

第 1 段,共 2 段 · 希腊语

内容简介

吕基诺斯质问赫西俄德,既然他声称从缪斯那里获得了赞美过去与预言未来的能力,为何从未展现过预言。赫西俄德回答道,他的诗作完全属于缪斯,自己只对身为牧羊人的专业知识负有解释的责任。

§1ΛΥΚΙΝΟΣ Ἀλλὰ ποιητὴν μὲν ἄριστον εἶναί σε, ὦ Ἡσίοδε, καὶ τοῦτο παρὰ Μουσῶν λαβεῖν μετὰ τῆς δάφνης αὐτός τε δεικνύεις ἐν οἷς ποιεῖς—ἔνθεα γὰρ καὶ σεμνὰ πάντα—καὶ ἡμεῖς πιστεύομεν οὕτως ἔχειν.
\n吕基诺斯\n但是,赫西俄德啊,你是一位极好的诗人,并且与月桂树枝一同从缪斯那里获得了这份恩赐,这一点不仅你自己在你的诗作中展现了出来——因为一切都是神圣而庄严的——而且我们也相信确实如此。
ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον, τί δήποτε προειπὼν ὑπὲρ σαυτοῦ ὡς διὰ τοῦτο λάβοις τὴν θεσπέσιον ἐκείνην ᾠδὴν παρὰ τῶν θεῶν ὅπως κλείοις καὶ ὑμνοίης τὰ παρεληλυθότα καὶ θεσπίζοις τὰ ἐσόμενα, θάτερον μὲν καὶ πάνυ ἐντελῶς ἐξενήνοχας θεῶν τε γενέσεις διηγούμενος ἄχρι καὶ τῶν πρώτων ἐκείνων, χάους καὶ γῆς καὶ οὐρανοῦ καὶ ἔρωτος—ἔτι δὲ γυναικῶν ἀρετὰς καὶ παραινέσεις γεωργικάς, καὶ ὅσα περὶ Πλειάδων καὶ ὅσα περὶ καιρῶν ἀρότου καὶ ἀμήτου καὶ πλοῦ καὶ ὅλως τῶν ἄλλων ἁπάντων· θάτερον δὲ καὶ ὃ χρησιμώτερον ἦν τῷ βίῳ παρὰ πολὺ καὶ θεῶν δωρεαῖς μᾶλλον ἐοικός—λέγω δὲ τὴν τῶν μελλόντων προαγόρευσιν—, οὐδὲ τὴν ἀρχὴν ἐξαπέφηνας, ἀλλὰ τὸ μέρος τοῦτο πᾶν λήθῃ παραδέδωκας οὐδαμοῦ τῆς ποιήσεως ἢ τὸν Κάλχαντα ἢ τὸν Τήλεμον ἢ τὸν Πολύειδον ἢ καὶ Φινέα μιμησάμενος οἳ μηδὲ παρὰ Μουσῶν τούτου τυχόντες ὅμως προεθέσπιζον καὶ οὐκ ὤκνουν χρᾶν τοῖς δεομένοις.
然而,令人不解的是,你既然预先替自己宣称,你从神明那里获得那首神圣的歌,是为了歌颂和赞美过去,并预言未来,你一方面极其完整地将前者叙述了出来,讲述了神明的谱系,直至最初的混沌、大地、天空和爱,此外还有妇女的美德和农业的劝诫,以及关于昴星团、耕作与收获和航行的时令,乃至其他所有的一切;但另一方面,那对生活大有裨益、也更符合神明恩赐的后者——我指的是对未来的预告——你却根本没有予以显露,而是把这一部分完全付诸遗忘,在诗歌中从未模仿卡尔卡斯、泰勒摩斯、波吕伊多斯或菲纽斯,他们即使没有从缪斯那里获得这份恩赐,却依然进行预言,并毫不犹豫地向需要的人提供神示。
§2Ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτῶν μιᾷ γε πάντως ἐνέχεσθαι· ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν.
\n\n因此,你必然完全陷入这三种原因之一:要么你撒了谎(虽然这话听起来有些刺耳),说缪斯曾承诺让你也能够预言未来;要么她们确实如约赐予了你,你却出于嫉妒将其隐瞒,藏在怀中,不愿与需要的人分享这份恩赐;要么你已经写了许多这样的内容,只是尚未将其交付给世人,我不知道你是为了其他什么时机而保留着它们的使用。
ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμ' ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν—λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν—καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.
因为我绝不敢说,缪斯承诺向你提供两样东西,却只给了一样,而折半收回了她们的诺言——我指的是对未来的知识——况且她们还是在诗作中首先承诺了这一点的。
§3Ταῦτα οὖν παρὰ τίνος ἄλλου, Ἡσίοδε, ἢ παρ' αὐτοῦ σοῦ μάθοι τις ἄν;
\n\n那么,赫西俄德啊,人们除了从你本人这里,还能从谁那里得知这些呢?
πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ “δωτῆρες ἐάων” εἰσίν, οὕτω δὲ καὶ ὑμῖν, τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν, μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.
因为,正如神明是“善的赐予者”一样,你们作为他们的朋友和弟子,也应当极其真实地解释你们所知道的事情,并为我们解决疑惑。
§4ΗΣΙΟΔΟΣ Ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνεσθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστιν τῶν ἐρραψῳδημένων ὑπ' ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρ' ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν.
\n\n赫西俄德\n我最优秀的朋友啊,我本来很容易就这一切给你一个简单的回答:我所吟诵的没有一样是我自己的,而是属于缪斯的,你应当向她们要求对已说出和已省略的内容进行解释。
ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην—λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα—δίκαιος ἂν εἴην ἀπολογεῖσθαι· αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφ' ὅσον ἂν οἴωνται καλῶς ἔχειν μεταδιδόασιν.
但是,对于我个人所懂得的事情——我指的是放牧、牧羊、驱赶、挤奶以及其他牧羊人的工作和学问——我进行辩护是理所当然的;而女神们则将她们的恩赐分给她们想要给的人,并且分到她们认为合适的程度。
ἀπολογίας.
辩护。

词汇与语法注释

  1. §1ἐκεῖνο δὲ ἀπορῆσαι ἄξιον — ἐκεῖνο 作为先行词,预示了后文的 τί δήποτε 从句,使主句结构焦点更加明确。ἀπορῆσαι 是说明性不定式,修饰形容词 ἄξιον,意为“值得怀疑”。
  2. §2τολμήσαιμ' ἂν — 带有 ἄν 的希求语气(潜在希求),表示对当下情况的委婉主张或推测:“我大概不敢说”。从句 ὡς ... 作为动词 εἰπεῖν 的宾语。
  3. §4δίκαιος ἂν εἴην ἀπολογεῖσθαι — 使用形容词 δίκαιος 的人称句式,等同于非人称句式 δίκαιόν ἐστιν ἐμὲ ἀπολογεῖσθαι(我进行辩护是理所当然的),主语被提升至主句并与形容词一致。此处的潜在希求语气表示“我辩护应当是合理的”。

引用这一段

琉善, 与赫西俄德的对话 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg061.humanitext-grc3:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。