§1‘Αρμονίδης ὁ αὐλητὴς ἤρετό ποτε Τιμόθεον διδάσκαλον αὐτοῦ ὄντα, Εἰπέ μοι, ἔφη, ὦ Τιμόθεε, πῶς ἂν ἔνδοξος γενοίμην ἐπὶ τῇ τέχνῃ;
笛手哈尔摩尼德斯曾询问当时作为其老师的提摩太:“提摩太啊,请告诉我,”他说,“我怎样才能凭借这门技艺声名显赫?
καὶ τί ποιοῦντα εἴσονταί με οἱ Ἕλληνες ἅπαντες;
我又该做什么,才能让全希腊的人都认识我?
τὰ μὲν γὰρ ἄλλα εὖ ποιῶν ἐδιδάξω με ἤδη, ἁρμόσασθαι τὸν αὐλὸν ἐς τὸ ἀκριβὲς καὶ ἐμπνεῖν ἐς τὴν γλωσσίδα λεπτόν τι καὶ ἐμμελὲς καὶ ὑποβάλλειν τοὺς δακτύλους εὐαφῶς ὑπὸ πυκνῇ τῇ ἄρσει καὶ θέσει καὶ βαίνειν ἐν ῥυθμῷ καὶ σύμφωνα εἷναι τὰ μέλη πρὸς τὸν χορὸν καὶ τῆς ἁρμονίας ἑκάστης διαφυλάττειν τὸ ἴδιον, τῆς Φρυγίου τὸ ἔνθεον, τῆς Λυδίου τὸ Βακχικόν, τῆς Δωρίου τὸ σεμνόν, τῆς Ἰωνικῆς τὸ γλαφυρόν.
因为在其他方面,你已经很好地教导了我:精确地调谐笛子,向簧片中吹入纤细而和谐的气流,在频繁的起落之间轻柔地按放手指,依节奏行进,使旋律与合唱协调一致,并且保持每种调式的独特特征——弗里吉亚调的神圣狂热、吕底亚调的巴克科斯狂欢、多利亚调的庄严、爱奥尼亚调的优美。
ταῦτα μὲν οὖν πάντα ἐκμεμάθηκα παρὰ σοῦ· τὰ μέγιστα δὲ καὶ ὧν ἕνεκα ἐπεθύμησα τῆς αὐλητικῆς, οὐχ ὁρῶ πῶς ἂν ἀπ' αὐτῆς μοι προσγένοιτο, ἡ δόξα ἡ παρὰ τῶν πολλῶν καὶ τὸ ἐπίσημον εἶναι ἐν πλήθεσι καὶ δείκνυσθαι τῷ δακτύλῳ, καὶ ἤν που φανῶ, εὐθὺς ἐπιστρέφεσθαι πάντας εἰς ἐμὲ καὶ λέγειν τοὔνομα, οὗτος Ἁρμονίδης ἐκεῖνός ἐστιν ὁ ἄριστος αὐλητής, ὥσπερ ὅτε καὶ σύ, ὦ Τιμόθεε, τὸ πρῶτον ἐλθὼν οἴκοθεν ἐκ Βοιωτίας ὑπηύλησας τῇ Πανδιονίδι καὶ ἐνίκησας ἐν τῷ Αἴαντι τῷ ἐμμανεῖ, τοῦ ὁμωνύμου σοι ποιήσαντος τὸ μέλος, οὐδεὶς ἦν ὃς ἠγνόει τοὔνομα, Τιμόθεον ἐκ Θηβῶν.
这一切我都已经从你那里学到了;但最重大的、也是我渴望学习笛艺的原因,我却看不出怎样才能通过这门艺能带给我:那就是来自大众的名声、在人群中引人注目、被指指点点,并且只要我一出现,大家就立刻转身朝向我,并念叨着我的名字:‘那就是那个哈尔摩尼德斯,最优秀的笛手! ’正如你当年首次从家乡波奥提亚来到这里,为潘迪奥尼斯部落伴奏,并在《疯狂的埃阿斯》中赢得胜利时那样,那首曲子是由与你同名的人创作的。 那时没有人不知道这个名字:‘底比斯的提摩太’。
ἀλλ’ ἔνθα ἂν καὶ νῦν φανῇς, συνθέουσιν ἐπὶ σὲ πάντες ὥσπερ ἐπὶ τὴν γλαῦκα τὰ ὄρνεα.
而且如今无论你出现在哪里,大家都会像群鸟飞向猫头鹰一样朝你奔来。
ταῦτ' ἐστὶν δι’ ἅπερ ηὐξάμην αὐλητὴς γενέσθαι καὶ ὑπὲρ ὧν πεπόνηκα τὸν πόνον τὸν πολύν·
这些正是当年我祈求成为笛手的原因,也是我为此付出巨大辛劳的原因。
ἐπεὶ τό γε αὐλεῖν αὐτὸ ἄνευ τοῦ ἔνδοξον εἶναι δι’ αὐτὸ οὐκ ἂν δεξαίμην ἀγνώστῳ μοι προσγενόμενον, οὐδ’ εἰ Μαρσύας ἢ Ὄλυμπος γενήσεσθαι μέλλοιμι λανθάνων.
因为,若是不能因此成名,只是在不为人知的情况下让我掌握吹笛本身,我是无法接受的,哪怕我能暗中成为马尔叙亚斯或奥林匹斯。
οὐδὲν γὰρ ὄφελος ἀπορρήτου, φασί, καὶ ἀφανοῦς τῆς μουσικῆς.
因为俗话说,‘不外传且不显露的音乐毫无益处’。
ἀλλὰ σύ, ἔφη, καὶ ταῦτα παίδευσόν με, ὅπως μοι χρηστέον κἀμαυτῷ καὶ τῇ τέχνῃ, καί σοι διττὴν εἴσομαι τὴν χάριν, καὶ ἐπὶ τῇ αὐλήσει καί, τὸ μέγιστον, ἐπὶ τῇ δόξῃ αὐτῆς.
但是你,”他说,“也请教导我这一点:我该如何运用我自己和这门技艺,这样我将对你心存双重感激:不仅是为了吹笛技艺,更是为了随之而来的荣耀,这也是最伟大的事。
§2Ἀποκρίνεται οὖν αὐτῷ ὁ Τιμόθεος, Ἀλλ', ὦ Ἁρμονίδη, ἐρᾷς μέν, ἔφη, εὖ ἴσθι, οὐ μικροῦ πράγματος, ἐπαίνου καὶ δόξης καὶ ἐπίσημος εἶναι καὶ γιγνώσκεσθαι πρὸς τῶν πολλῶν, τοῦτο δὲ εἰ μὲν οὑτωσί πως ἐς τὰ πλήθη παριὼν ἐπιδεικνύμενος ἐθέλοις πορίζεσθαι, μακρὸν ἂν γένοιτο, καὶ οὐδὲ οὕτως ἅπαντες εἴσονταί σε.
” 于是提摩太回答他说:“但是,哈尔摩尼德斯啊,”他说,“你要知道,你所渴望的绝非易事:赞美、名声、在众人中引人注目并被大众所熟知。 如果你你想通过径直走向大众并进行展示来获取这一切,那将是一个漫长的过程,而且即便如此,也并非所有人都会认识你。
ποῦ γὰρ ἂν εὑρεθείη ἢ θέατρον ἢ στάδιον οὕτω μέγα, ἐν ᾦ πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν;
因为,哪里能找到一个如此巨大的剧场或竞技场,能让你在其中向所有的希腊人吹笛演奏呢?
ὡς δὲ ποιήσας γνωσθήσῃ αὐτοῖς καὶ ἐπὶ τὸ πέρας ἀφίξῃ τῆς εὐχῆς, ἐγὼ καὶ τοῦτο ὑποθήσομαί σοι· σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν.
但如何做才能让他们认识你,并达到你心愿的终点,我也将就此给你一些建议:你确实应当偶尔在剧场演奏,但对大众的关注要少一些。
ἡ δὲ ἐπίτομος καὶ ῥᾷστα ἐπὶ τὴν δόξαν ἄγουσα ἥδε ἐστίν. εἰ γὰρ ἐπιλεξάμενος τῶν ἐν τῇ Ἑλλάδι τοὺς ἀρίστους καὶ ὀλίγους αὐτῶν ὅσοι κορυφαῖοι καὶ ἀναμφιλόγως θαυμαστοὶ καὶ ἐπ' ἀμφότερα πιστοί, εἰ τούτοις, φημί, ἐπιδείξαιο τὰ αὐλήματα καὶ οὗτοι ἐπαινέσονταί σε, ἅπασιν Ἕλλησι νόμιζε ἤδη γεγενῆσθαι γνώριμος ἐν οὕτω βραχεῖ.
因为通往荣耀的捷径和最易行的道路是这样的:如果你选出希腊最优秀的人,以及其中少数处于领袖地位、无可争议地令人钦佩、且在两方面都值得信赖的人——如果我没说错的话,你若向这些人展示你的笛技,而他们赞赏你,那么你要认为,在如此短暂的时间内,你已经为所有希腊人所熟知了。
καὶ τὸ πρᾶγμα ὅρα πῶς συντίθημι· εἰ γὰρ οὓς ἅπαντες ἴσασι καὶ οὓς θαυμάζουσιν, οὗτοι δὲ εἴσονταί σε αὐλητὴν εὐδόκιμον ὄντα, τί σοι δεῖ τῶν πολλῶν, οἵ γε πάντως ἀκολουθήσουσι τοῖς ἄμεινον κρῖναι δυναμένοις;
且看我如何剖析这件事:因为,如果那些人人皆知、人人崇拜的人,知道你是一位优秀的笛手,你又何需大众呢? 因为他们无论如何都会追随那些更有能力做出评判的人。
ὁ γάρ τοι πολὺς οὗτος λεώς, αὐτοὶ μὲν ἀγνοοῦσι τὰ βελτίω, βάναυσοι ὄντες οἱ πολλοὶ αὐτῶν, ὅντινα δ’ ἂν οἱ προὔχοντες ἐπαινέσωσι, πιστεύουσι μὴ ἂν ἀλόγως ἐπαινεθῆναι τοῦτον· ὥστε ἐπαινέσουσι καὶ αὐτοί.
因为这庞大的平民群体,他们自己并不懂得什么是更好的,他们中大多数都是庸俗的手艺人;但只要是杰出人士赞赏的人,他们就相信此人绝不会无缘无故地受到赞赏;因而他们自己也会跟着赞赏。
καὶ γὰρ οὖν καὶ ἐν τοῖς ἀγῶσιν οἱ μὲν πολλοὶ θεαταὶ ἴσασι κροτῆσαί ποτε καὶ συρίσαι, κρίνουσι δὲ ἑπτὰ ἢ πέντε ἢ ὅσοι δή.
的确,即使在竞技中,大多数观众也只懂得何时鼓掌和喝倒彩,做出评判的却只有七个、五个,或不管多少个被指定的人。 ”