Humanitext Reader

琉善 · 哈尔莫尼德斯 §3-4

哈尔摩尼德斯之死与作者对建议的践行

第 2 段,共 2 段 · 希腊语

内容简介

哈尔摩尼德斯在首次参赛途中不幸去世,未能实行提摩太的建议。作者将这一教诲应用于自身,赞美眼前的杰出知识分子为他唯一的评判者,并将自己作品的评价寄托于他。

§3Ταῦτα ὁ μὲν Ἁρμονίδης οὐκ ἔφθη ποιῆσαι.
哈尔摩尼德斯还来不及付诸实行。
μεταξὺ γὰρ αὐλῶν, φασίν, ὅτε τὸ πρῶτον ἠγωνίζετο, φιλοτιμότερον ἐμφυσῶν ἐναπέπνευσε τῷ αὐλῷ καὶ ἀστεφάνωτος ἐν τῇ σκηνῇ ἀπέθανε τὸ αὐτὸ καὶ πρῶτον καὶ ὕστατον αὐλήσας ἐν τοῖς Διονυσίοις.
因为,正如人们所说,在他吹奏的过程中,当他第一次参赛时,由于吹得过于卖力,他把最后一口气吹进了笛中,无冕死在了舞台上,在酒神节上吹奏了同一首既是他的首演也是绝响的曲子。
Ὁ μέντοι τοῦ Τιμοθέου λόγος οὐκ αὐληταῖς οὐδὲ Ἁρμονίδῃ μόνον εἰρῆσθαί μοι δοκεῖ, ἀλλὰ πᾶσιν ὅσοι δόξης ὀρέγονται δημόσιόν τι ἐπιδεικνύμενοι, τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου δεόμενοι.
然而,在我看来,提摩太的话不仅是向笛手或哈尔摩尼德斯说的,而是向所有通过在公共场合展示某些东西来渴望名声、需要大众赞赏的人说的。
ἔγωγ' οὖν ὁπότε καὶ αὐτὸς ἐνενόουν τὰ ὅμοια περὶ τῶν ἐμαυτοῦ καὶ ἐζήτουν ὅπως ἂν τάχιστα γνωσθείην πᾶσιν, τῷ Τιμοθέου λόγῳ ἑπόμενος ἐσκοπούμην ὅστις ὁ ἄριστος εἴη τῶν ἐν τῇ πόλει καὶ ὅτῳ πιστεύσουσιν οἱ ἄλλοι καὶ ὃς ἀντὶ πάντων ἀρκέσειεν ἄν.
因此,当我自己在思考关于我自己的作品的类似事情,并寻找如何最快地被所有人知晓时,我遵循提摩太的话,思忖着城里谁是最优秀的人,别人会信任谁,以及谁能独自代表所有人。
οὕτω δὲ ἄρα σὺ ἔμελλες ἡμῖν φαίνεσθαι τῷ δικαίῳ λόγῳ, ὅ τι περ τὸ κεφάλαιον ἀρετῆς ἁπάσης, ὁ γνώμων, φασί, καὶ ὁ ὀρθὸς κανὼν τῶν τοιούτων.
而正如所料,按照正确的逻辑,你正注定要显现在我们面前,作为一切美德的精髓,正如人们所说,是此类事物的准绳和直尺。
εἰ δέ σοι δείξαιμι τἀμὰ καὶ σὺ ἐπαινέσειας αὐτά—εἴη γὰρ οὕτω φανήσεσθαι—, καὶ δὴ ἐπὶ πέρας ἥκειν με τῆς ἐλπίδος ἐν μιᾷ ψήφῳ τὰς ἁπάσας λαβόντα.
如果我向你展示我的作品,而你赞赏它们——但愿结果如此显现! ——那么我确实已经在一票中获得了所有的选票,达到了我期望的终点。
ἢ τίνα γὰρ ἂν πρὸ σοῦ ἑλόμενος οὐχὶ παραπαίειν ἂν δικαίως νομισθείην;
因为,如果我在你之前选择别人,谁不会合理地认为我疯了呢?
ὥστε λόγῳ μὲν ἐφ' ἑνὸς ἀνδρὸς ἀναρρίψομεν τὸν κύβον, τὸ δ’ ἀληθὲς ὥσπερ ἂν εἰ τοὺς ἁπανταχόθεν ἀνθρώπους συγκαλέσας ἐς κοινὸν θέατρον ἐπιδεικνυοίμην τοὺς λόγους.
因此,口头上我们是在一人身上投下骰子,但实际上,这就像是我把各地的人召集到共同的剧场中,向他们展示我的演讲一样。
δῆλον γὰρ ὡς καθ' ἕνα τε καὶ συνάμα πάντων συνειλεγμένων μόνος αὐτὸς ἀμείνων ἂν ἦσθα.
因为显然,无论是逐个比较还是所有人同时聚集,唯有你一人比所有人都更为优异。
οἱ μέν γε τῶν Λακεδαιμονίων βασιλεῖς, τῶν ἄλλων ἑκάστου μίαν ψῆφον φερόντων, ἐκεῖνοι μόνοι ἑκάτερος αὐτῶν δύο ἔφερον, σὺ δὲ καὶ τὰς τῶν ἐφόρων καὶ τὰς τῶν γερόντων προσέτι, καὶ ὅλως ἁπάντων ὁ πολυψηφότατος ἐν παιδείᾳ σύ γε, καὶ μάλιστα ὅσῳ τὴν λευκὴν ἀεὶ καὶ σώζουσαν φέρεις, ὃ καὶ θαρρεῖν με ἐν τῷ παρόντι ποιεῖ διά γε τὸ μέγεθος τοῦ τολμήματος καὶ πάνυ δικαίως ἂν φοβηθέντα.
拉刻代蒙人的国王们,在其他人每人投一票时,唯独他们每人投两票;而你不仅拥有监察官的选票,还拥有长老们的选票,总之,在教养方面,你是所有人中得票最多的人,尤其是你总是投下白色且救赎的选票,这使我在当前时刻产生了勇气,尽管由于这次尝试的艰巨,我本是非常合理地感到害怕的。
κἀκεῖνο δὲ νὴ Δία προσέτι καὶ αὐτὸ θαρρεῖν ποιεῖ, τὸ μὴ παντάπασιν ἀλλότρια τἀμὰ εἶναί σοι, ὃς πόλεώς γε ἐκείνης εἰμί, ἣν πολλάκις εὖ ἐποίησας, τὸ μὲν πρῶτον ἰδίᾳ, τὸ δὲ δεύτερον κοινῇ μετὰ παντὸς τοῦ ἔθνους.
而且,誓言在上,这也使我产生勇气:我的事对你来说绝非完全陌生,因为我正是那个你曾多次施予恩惠的城市的公民,首先是私下的,其次是与整个民族一起共同受惠。
ὥστε ἤν που καὶ νῦν ἐμοὶ ἐς τὸ χεῖρον ῥέπωσιν αἱ ψῆφοι ἐν τῷ λόγῳ καὶ ἐλάττους ὦσιν αἱ ἀμείνους, σὺ δὲ τὴν τῆς Ἀθηνᾶς προστιθεὶς ἀναπλήρου τὸ ἐνδέον παρὰ σεαυτοῦ καὶ τὸ ἐπανόρθωμα οἰκεῖόν σοι δοκείτω.
因此,如果现在在我的演讲中选票向坏的方向倾斜,较好的选票变少,请你通过加上雅典娜的选票,从你自身补足欠缺,并让这一纠正对你而言显得适宜。
§4Καὶ γὰρ οὐδὲ ἐκεῖνό μοι ἱκανόν, εἰ πολλοὶ ἐθαύμασαν πρότερον, εἰ ἔνδοξος ἤδη ἐγώ, εἰ ἐπαινοῦνται πρὸς τῶν ἀκουσάντων οἱ λόγοι.
因为,即使以前有许多人赞赏,即使我已经成名,即使演讲受到听众的赞赏,那些对我来说也并不足够。
πάντα ἐκεῖνα ὑπηνέμια ὀνείρατα, φασί, καὶ ἐπαίνων σκιαί.
俗话说,所有这些都是风中的梦境和赞美的影子。
τὸ δ’ ἀληθὲς ἐν τῷ παρόντι δειχθήσεται· οὗτος ἀκριβὴς ὅρος τῶν ἐμῶν, οὐδὲν ἀμφίδοξον ἔτι οὐδ’ ὡς ἄν τις ἐνδοιάσειεν, ἀλλ’ ἢ ἄριστον κατὰ παιδείαν δεήσει νομίζεσθαι, σοί γε δόξαν, ἢ πάντων—εὐφημεῖν δὲ χρὴ πρὸς οὕτω μέγαν ἀγῶνα χωροῦντα.
而真相将在当下显现;这是我之事情的精确界限,不再有任何疑虑,也不再有人会犹豫,要么必须被认为在教养上是最优秀的(只要你赞同),要么在所有人中……——但在走向如此重大的竞技时,必须说吉利的话。
δόξαιμεν γάρ, ὦ θεοί, λόγου ἄξιοι καὶ βεβαιώσαιτε ἡμῖν τὸν παρὰ τῶν ἄλλων ἔπαινον, ὡς τὸ λοιπὸν θαρροῦντας ἐς τοὺς πολλοὺς παρεῖναι.
神明啊,愿我们被认为值得一提,愿你们向我们确证来自他人的赞美,以便今后我们能充满信心地面对大众。
πᾶν γὰρ ἤδη στάδιον ἧττον φοβερὸν τῷ Ὀλύμπια τὰ μεγάλα νενικηκότι.
因为对于赢得了伟大的奥林匹克运动会的人来说,任何竞技场都不再那么可怕了。

词汇与语法注释

  1. §3μεταξὺ γὰρ αὐλῶν — “在吹笛的过程中”的惯用表达。介词 μεταξύ 接属格,表示“在……之中”或“在……期间”,此处指正在演奏阿乌洛斯管的过程中。
  2. ¦p.v.6.p.222¦ἥκειν με — 在条件句归结句中使用的对格不定式。承接前文语境,省略了表示确信的动词(如 ἡγοῦμαι 或 νομίζω),并依赖其存在,或者以一种间接引语式的宣告形式表达“[我相信]我已经达到了……”。
  3. §3καὶ πάνυ δικαίως ἂν φοβηθέντα — 分词 φοβηθέντα(对格)与不定式的生格主语 με 一致。通过伴随助词 ἄν,表达了过去潜在或虚拟语气的细微差别(“[若非有此鼓励]本该非常合理地感到害怕的”)。
  4. §3τὴν τῆς Ἀθηνᾶς — 省略了名词 ψῆφον(选票)。“雅典娜的选票”指的是传说中在阿雷奥帕古斯法庭上,当审判员的赞成票和反对票相等时,雅典娜为了赦免或判定被告无罪而投下的象征性选票(代表无罪的白票)。
  5. ¦p.v.6.p.224¦σοί γε δόξαν — 无人称动词 δοκεῖ 的中性对格分词 δόξαν 构成的独立对格(accusative absolute)。表达假设性的条件:“只要你认为可行”或“在得到你许可的情况下”。

引用这一段

琉善, 哈尔莫尼德斯 §3-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg060.humanitext-grc3:3-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。