§4Ἐπὶ χλόης εὐθαλοῦς ἡ Κένταυρος αὕτη πεποίηται ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται εἰς τοὐπίσω οἱ πόδες·
这位雌性半人马被画在茂盛的青草上,她整个马身都躺在地上,后腿向后伸展;她的女性部分则微微抬起,用肘部支撑着身体。
τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς ἠρέμα ἐπεγήγερται καὶ ἐπ' ἀγκῶνός ἐστιν, οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκέτι καὶ οὗτοι ἀποτάδην, οἷον ἐπὶ πλευρὰν κειμένης, ἀλλ’ ὁ μὲν ὀκλάζοντι ἔοικεν ὢν καμπύλος ὑπεσταλμένῃ τῇ ὁπλῇ, ὁ δὲ ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται, οἷοί εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν.
她的前腿不再像后腿那样平伸(就像完全侧卧时那样),而是一条腿弯曲着,蹄子收拢,似乎呈跪姿,另一条腿则相反地抬起,抓着地面,正像马匹试图跃起时的姿势。
τοῖν νεογνοῖν δὲ τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς ἀγκάλαις καὶ τρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν γυναικεῖον μαστόν, τὸ δ’ ἕτερον ἐκ τῆς ἵππου θηλάζει ἐς τὸν πωλικὸν τρόπον.
在两个新生儿中,她把其中一个抱在怀里,像人一样用女性的乳房喂养它,而另一个则像小马一样,从她的马身处吸吮乳汁。
ἄνω δὲ τῆς εἰκόνος οἷον ἀπό τινος σκοπῆς Ἱπποκένταυρός τις, ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν τιθηνουμένης, ἐπικύπτει γελῶν οὐχ ὅλος φαινόμενος, ἀλλ’ ἐς μέσον τὸν ἵππον, λέοντος σκύμνον ἀνέχων τῇ δεξιᾷ καὶ ὑπὲρ ἑαυτὸν αἰωρῶν, ὡς δεδίξαιτο σὺν παιδιᾷ τὰ βρέφη.
在画面的上方,仿佛从某个观望台,一个雄性半人马——显然是那个在两侧抚育婴儿的雌性半人马的丈夫——正笑着俯下身来,他并没有完全显露出来,而只是露到马身的中部,他右手举着一只幼狮,在自己头顶上方摇晃,仿佛是要在嬉戏中吓唬孩子们。
§5Τὰ μὲν οὖν ἄλλα τῆς γραφῆς, ἐφ' ὅσα τοῖς ἰδιώταις ἡμῖν οὐ πάντη ἐμφανῆ ὄντα τὴν ὅλην ἔχει ὅμως δύναμιν τῆς τέχνης—οἷον τὸ ἀποτεῖναι τὰς γραμμὰς ἐς τὸ εὐθύτατον καὶ τῶν χρωμάτων ἀκριβῆ τὴν κρᾶσιν καὶ εὔκαιρον τὴν ἐπιβολὴν ποιήσασθαι καὶ σκιάσαι ἐς δέον καὶ τοῦ μεγέθους τὸν λόγον καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον ἰσότητα καὶ ἁρμονίαν—γραφέων παῖδες ἐπαινούντων, οἷς ἔργον εἰδέναι τὰ τοιαῦτα.
至于这幅画的其他方面,虽然对于我们这些外行来说并不完全显而易见,但它们同样蕴含着艺术的全部力量——例如将线条画得极直、色彩的精确调和、恰到好处的涂抹、适当的阴影、比例的协调,以及部分与整体的均等与和谐——这些就让画家的子提们去赞美吧,因为了解这些是他们的本职工作。
ἐγὼ δὲ τοῦ Ζεύξιδος ἐκεῖνο μάλιστα ἐπῄνεσα, ὅτι ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποθέσει ποικίλως τὸ περιττὸν ἐπεδείξατο τῆς τέχνης, τὸν μὲν ἄνδρα ποιήσας πάντη φοβερὸν καὶ κομιδῇ ἄγριον, σοβαρὸν τῇ χαίτῃ, λάσιον τὰ πολλὰ οὐ κατὰ τὸν ἵππον αὐτοῦ μόνον, ἀλλὰ καὶ κατὰ στέρνον τοῦ ἀνθρώπου καὶ ὤμους ἐπὶ πλεῖστον, τὸ βλέμμα, καίτοι γελῶντος, θηριῶδες ὅλον ὄρειόν τι καὶ ἀνήμερον.
但我对宙克西斯的这一点最为赞赏:即在同一个主题中,他以多样的方式展现了艺术的卓越。 他将那个雄性画得极其可怕且完全野蛮,鬃毛蓬松,大部分身体多毛,不仅是在他的马身上,而且在人类的胸部和肩膀上也有极多毛发,他的眼神虽然在笑,却完全像野兽一般,充满了山野的荒凉与不驯。
§6Τοιοῦτον μὲν ἐκεῖνον.
那个雄性就是这样。
τὴν θήλειαν δὲ ἵππου τε τῆς καλλίστης, οἷαι μάλιστα αἱ Θετταλαί εἰσιν, ἀδμῆτες ἔτι καὶ ἄβατοι, τὸ δὲ ἄνω ἡμίτομον γυναικὸς πάγκαλον ἔξω τῶν ὤτων· ἐκεῖνα δὲ μόνα σατυρώδη ἐστὶν αὐτῇ.
至于雌性,她属于最美丽的马匹,就像最典型的帖撒罗尼迦马那样,尚未被驯服和乘骑;她的上半身,即女性的半身,除了耳朵之外极为美丽,因为只有耳朵在她身上呈现出萨特于斯式的特征。
καὶ ἡ μῖξις δὲ καὶ ἡ ἁρμογὴ τῶν σωμάτων, καθ' ὃ συνάπτεται καὶ συνδεῖται τῷ γυναικείῳ τὸ ἱππικόν, ἠρέμα καὶ οὐκ ἀθρόως μεταβαίνουσα καὶ ἐκ προσαγωγῆς τρεπομένη λανθάνει τὴν ὄψιν ἐκ θατέρου εἰς τὸ ἕτερον ὑπαγομένη.
而两具身体的融合与结合,即马身与女性身体连接并结合在一起的地方,过渡得十分柔和而不突兀,循序渐进地变化着,以至于瞒过了视觉,不知不觉中将视线从一方引导到另一方。
τῶν νεογνῶν δὲ τὸ ἐν τῷ νηπίῳ ὅμως ἄγριον καὶ ἐν τῷ ἁπαλῷ ἤδη φοβερόν, καὶ τοῦτο θαυμαστὸν οἷον ἔδοξέ μοι, καὶ ὅτι παιδικῶς μάλα πρὸς τὸν σκύμνον τοῦ λέοντος ἀναβλέπουσι, μεταξὺ τῆς θηλῆς ἑκάτερος ἐπειλημμένοι ἐν χρῷ τῇ μητρὶ προσιστάμενοι.
而在新生儿中,尽管他们尚在襁褓,却依然透露出野性,在稚嫩中已显得可怕,这对我来说也是多么令人惊叹;还有,他们是多么孩子气地仰望着那只幼狮,每个人都暂时松开了乳头,紧贴着母亲的皮肤站立。
§7Ταῦτα δ’ οὖν ἐπιδειξάμενος ὁ Ζεῦξις αὐτὸς μὲν ᾤετο ἐκπλήξειν τοὺς ὁρῶντας ἐπὶ τῇ τέχνῃ, οἱ δὲ αὐτίκα μὲν ἐβόων—ἢ τί γὰρ ἂν ἐποίουν καλλίστῳ θεάματι ἐντυγχάνοντες;
宙克西斯展示了这些,他自己本以为观众会因他的艺术而惊叹,而人们确实立刻欢呼起来——因为面对如此美丽的画面,他们还能怎样呢?
ἐπῄνουν δὲ μάλιστα πάντες ἅπερ κἀμὲ πρῴην ἐκεῖνοι, τῆς ἐπινοίας τὸ ξένον καὶ τὴν γνώμην τῆς γραφῆς ὡς νέαν καὶ τοῖς ἔμπροσθεν ἀγνῶτα οὖσαν.
但所有人最赞美的,依然是前几天那些人对我赞美过的地方:构思的奇异和画作概念的新颖,因为这是前所未有的。
ὥστε ὁ Ζεῦξις συνεὶς ὅτι αὐτοὺς ἀσχολεῖ ἡ ὑπόθεσις καινὴ οὖσα καὶ ἀπάγει τῆς τέχνης, ὡς ἐν παρέργῳ τίθεσθαι τὴν ἀκρίβειαν τῶν πραγμάτων, Ἄγε δή, ἔφη, ὦ Μικίων, πρὸς τὸν μαθητήν, περίβαλε ἤδη τὴν εἰκόνα καὶ ἀράμενοι ἀποκομίζετε οἴκαδε.
因此,宙克西斯意识到,新颖的主题占据了他们的注意力,使他们偏离了艺术本身,以至于作品的精确度被视为次要之物。 于是他对弟子说:“来吧,米基恩,现在把画盖上,抬起来运回家去。
οὗτοι γὰρ ἡμῶν τὸν πηλὸν τῆς τέχνης ἐπαινοῦσι, τῶν δὲ αὖ φώτων εἰ καλῶς ἔχει καὶ κατὰ τὴν τέχνην, οὐ πολὺν ποιοῦνται λόγον, ἀλλὰ παρευδοκιμεῖ τὴν ἀκρίβειαν τῶν ἔργων ἡ τῆς ὑποθέσεως καινοτομία.
因为这些人赞美的是我们艺术的泥土,而对于光线是否处理得好、是否符合艺术,他们并不怎么在意;相反,主题的新颖夺去了作品精确性的光彩。 ”