Humanitext Reader

琉善 · 宙克西斯或安条克 §1-3

对新奇的赞赏与画家宙克西斯

第 1 段,共 3 段 · 希腊语

内容简介

著者因其作品的“新颖”而受到听众的高度赞扬,但对于大家只关注新奇而非艺术本质感到失望,进而开始讲述以创新闻名的古代画家宙克西斯的轶事。

§1Ἔναγχος ἐγὼ μὲν ὑμῖν δείξας τὸν λόγον ἀπῄειν οἴκαδε, προσιόντες δέ μοι τῶν ἀκηκοότων πολλοὶ (κωλύει γὰρ οὐδέν οἶμαι καὶ τὰ τοιαῦτα πρὸς φίλους ἤδη ὄντας ὑμᾶς λέγειν)—προσιόντες οὖν ἐδεξιοῦντο καὶ θαυμάζουσιν ἐῴκεσαν.
日前,我向你们展示了我的演说后,正动身回家,而许多听过演说的人朝我走来(因为我认为,向已经是朋友的你们说这些话,并没有什么妨碍)——他们走过来,向我致意,显得十分赞赏。
ἐπὶ πολὺ γοῦν παρομαρτοῦντες ἄλλος ἄλλοθεν ἐβόων καὶ ἐπῄνουν ἄχρι τοῦ καὶ ἐρυθριᾶν με, μὴ ἄρα πάμπολυ τῆς ἀξίας τῶν ἐπαίνων ἀπολειποίμην.
总之,他们跟我走了好长一段路,从四面八方高声称赞,以至于我都有些脸红,生怕自己远远配不上这些赞誉。
τὸ δ’ οὖν κεφάλαιον αὐτοῖς τοῦτο ἦν, καὶ πάντες ἓν καὶ τὸ αὐτὸ ἐπεσημαίνοντο, τὴν γνώμην τῶν συγγραμμάτων ξένην οὖσαν καὶ πολὺν ἐν αὐτῇ τὸν νεωτερισμόν.
总之,他们的主要意思就是这个,所有人都在示意同一件事:我著作的思路奇特,其中充满新意。
μᾶλλον δὲ αὐτὰ εἰπεῖν ἄμεινον ἅπερ ἐκεῖνοι ἐπεφθέγγοντο· “Ὢ τῆς καινότητος.
或者说,最好直接说出他们口中惊呼的话:“噢,真是新奇!
Ἡράκλεις, τῆς παραδοξολογίας.
赫拉克勒斯啊,真是奇特!
εὐμήχανος ἄνθρωπος.
多么有才华的人啊!
οὐδὲν ἄν τις εἴποι τῆς ἐπινοίας νεαρώτερον.
任何人也说不出比这更富有新意的构想了。
” οἱ μὲν τοιαῦτα πολλὰ ἔλεγον, ὡς ἐκεκίνηντο δηλαδὴ ὑπὸ τῆς ἀκροάσεως.
”他们说了许多这样的话,显然是因刚才的聆听而深受触动。
ἢ τίνα γὰρ ἂν αἰτίαν εἶχον ψεύδεσθαι καὶ κολακεύειν τὰ τοιαῦτα ξένον ἄνθρωπον, οὐ πάνυ πολλῆς αὐτοῖς φροντίδος ἄξιον τὰ ἄλλα;
否则,他们又有什么理由去对一个异乡人说谎和奉承呢? 而在其他方面,这个人对他们来说根本不值得多加关注。
§2Πλὴν ἐμέ γε (εἰρήσεται γάρ) οὐ μετρίως ἠνία ὁ ἔπαινος αὐτῶν, καὶ ἐπειδή ποτε ἀπελθόντων κατ' ἐμαυτὸν ἐγενόμην ἐκεῖνα ἐνενόουν·
然而,对于我来说(说句实话),他们的赞美让我感到很不舒服。
οὐκοῦν τοῦτο μόνον χάριεν τοῖς ἐμοῖς ἔνεστιν, ὅτι μὴ συνήθη μηδὲ κατὰ τὸ κοινὸν βαδίζει τοῖς ἄλλοις, ὀνομάτων δὲ ἄρα καλῶν ἐν αὐτοῖς καὶ πρὸς τὸν ἀρχαῖον κανόνα συγκειμένων ἢ νοῦ ὀξέος ἢ περινοίας τινὸς ἢ χάριτος Ἀττικῆς ἢ ἁρμονίας ἢ τέχνης τῆς ἐφ' ἅπασι, τούτων δὲ πόρρω ἴσως τοὐμόν.
等他们走后,我独自一人时便开始琢磨这些事:“难道我的作品中唯一讨人喜欢的地方,仅仅在于它不随大流、不走别人的寻常路吗? 至于辞藻的优美、依照古代规范的构思,或者敏锐的理智、某种深刻的见识、阿提卡的雅致、和谐以及贯穿全局的艺术,这些或许都与我的作品相去甚远吧?
οὐ γὰρ ἂν παρέντες αὐτὰ ἐκεῖνα ἐπῄνουν μόνον τὸ καινὸν τῆς προαιρέσεως καὶ ξενίζον.
因为如果不是这样,他们就不会略过这些,而只赞美构思的新颖与奇特。
ἐγὼ δὲ ὁ μάταιος ᾤμην, ὁπότε ἀναπηδῶντες ἐπαινοῖεν, τάχα μέν τι καὶ αὐτὸ τοῦτο προσάγεσθαι αὐτούς· ἀληθὲς γὰρ εἶναι τὸ τοῦ Ὁμήρου, καὶ τὴν νέαν ᾠδὴν κεχαρισμένην ὑπάρχειν τοῖς ἀκούουσιν· οὐ μὴν τοσοῦτόν γε οὐδὲ ὅλον τῇ καινότητι νέμειν ἠξίουν, ἀλλὰ τὴν μὲν ὥσπερ ἐν προσθήκης μοίρᾳ συνεπικοσμεῖν τι καὶ πρὸς τὸν ἔπαινον συντελεῖν καὶ αὐτήν, τὰ δὲ τῷ ὄντι ἐπαινούμενα καὶ ὑπὸ τῶν ἀκουόντων εὐφημούμενα ἐκεῖνα εἶναι.
而我这个愚蠢的人,每当他们跳起来赞美时,还以为这新颖性本身或许也吸引了他们——因为荷马的话确实是真的,新歌总是能让听众愉悦——然而我并没有想到他们会将这么多、甚至全部的功劳都归于新颖性,而是以为新颖性不过像是一种点缀,增添了些许色彩并对赞美起到了些许辅助作用,而真正被赞美和被听众歌颂的,是那些其他的艺术品质。
ὥστε οὐ μετρίως ἐπήρμην καὶ ἐκινδύνευον πιστεύειν αὐτοῖς ἕνα καὶ μόνον ἐν τοῖς Ἕλλησιν εἶναι λέγουσι καὶ τὰ τοιαῦτα.
”因此,我当时飘飘然得不轻,险些就相信了他们的话,以为自己是希腊人中绝无仅有的人物等等。
τὸ δὲ κατὰ τὴν παροιμίαν ἄνθρακες ἡμῶν ὁ θησαυρὸς ἦσαν, καὶ ὀλίγου δέω θαυματοποιοῦ τινος ἔπαινον ἐπαινεῖσθαι πρὸς αὐτῶν.
但正如俗话所说,我们的宝藏原来是木炭,我差点就被他们赞美成了一个变戏法的人。
§3Ἐθέλω γοῦν ὑμῖν καὶ τὸ τοῦ γραφέως διηγήσασθαι.
无论如何,我想给你们讲讲那个画家的故事。
ὁ Ζεῦξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος τὰ δημώδη καὶ τὰ κοινὰ ταῦτα οὐκ ἔγραφεν, ἢ ὅσα πάνυ ὀλίγα, ἥρωας ἢ θεοὺς ἢ πολέμους, ἀεὶ δὲ καινοποιεῖν ἐπειρᾶτο καί τι ἀλλόκοτον ἂν καὶ ξένον ἐπινοήσας ἐπ' ἐκείνῳ τὴν ἀκρίβειαν τῆς τέχνης ἐπεδείκνυτο.
那位著名的宙克西斯,他成为了最优秀的画家,但他并不画那些平庸和常见的主题,如英雄、神祇或战争,或者说极少画这些。 他总是试图创新,每当想到什么奇特和陌生的话题,就会在上面展现他精湛的技艺。
ἐν δὲ τοῖς ἄλλοις τολμήμασι καὶ θήλειαν Ἱπποκένταυρον ὁ Ζεῦξις οὗτος ἐποίησεν, ἀνατρέφουσάν γε προσέτι παιδίω Ἱπποκενταύρω διδύμω κομιδῇ νηπίω.
在其他大胆的尝试中,这位宙克西斯还画过一只雌性半人马,它甚至还在抚养着两只刚出生不久、非常年幼的双胞胎小半人马。
τῆς εἰκόνος ταύτης ἀντίγραφός ἐστι νῦν Ἀθήνησι πρὸς αὐτὴν ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη.
这幅画的复制品如今在雅典,它是极其精确地按照那幅原画临摹下来的。
τὸ ἀρχέτυπον δὲ αὐτὸ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς ἐλέγετο μετὰ τῶν ἄλλων εἰς Ἰταλίαν πεπομφέναι, εἶτα περὶ Μαλέαν οἶμαι καταδύσης τῆς ὁλκάδος ἀπολέσθαι ἅπαντα καὶ τὴν γραφήν.
据说原画本身被罗马将军苏拉随同其他战利品一起运往意大利,然后,我想是在马里阿角附近,因为运货船沉没,包括这幅画在内的所有东西都丢失了。
πλὴν ἀλλὰ τήν γε εἰκόνα τῆς εἰκόνος εἶδον, καὶ αὐτὸς ὑμῖν ὡς ἂν οἷός τε ὦ δείξω τῷ λόγῳ, οὐ μὰ τὸν Δία γραφικός τις ὤν, ἀλλὰ πάνυ μέμνημαι οὐ πρὸ πολλοῦ ἰδὼν ἔν τινος τῶν γραφέων Ἀθήνησι.
不过,我确实见过这幅画的复制品,我自己也会尽我所能用语言向你们描绘它。 指宙斯发誓,我并不是什么绘画专家,但我确实清楚地记得,不久前在雅典的一位画家的家里见过它。
καὶ τὸ ὑπερθαυμάσαι τότε τὴν τέχνην τάχ' ἄν μοι καὶ νῦν πρὸς τὸ σαφέστερον δηλῶσαι συναγωνίσαιτο.
当时我对那精湛技艺的极大赞叹,或许现在也能帮我更清楚地向你们阐明它。

词汇与语法注释

  1. §1θαυμάζουσιν ἐῴκεσαν — 动词 `ἔοικα`(像、似乎)通常接与主语一致的主格分词,但此处却接了现在分词复数与格 `θαυμάζουσιν`。这可以理解为“他们像是在赞叹的人”(将分词作与格名词性使用),或者是受口语语法影响的非规则结构。
  2. §1μὴ ἄρα πάμπολυ τῆς ἀξίας τῶν ἐπαίνων ἀπολειποίμην — 这是一个由表示脸红的动词 `ἐρυθριάω` 所引导、表示担忧的 `μή` 从句(“生怕……”)。由于主句动词为过去时(`ἐβόων καὶ ἐπῄνουν`),因此从句动词使用了历史希求法(historical sequence 中的 fear optative)`ἀπολειποίμην`,而非虚拟语气。
  3. ¦p.v.6.p.156¦ὀνομάτων δὲ ἄρα καλῶν... τούτων δὲ πόρρω ἴσως τοὐμόν — 从 `ὀνομάτων...` 到 `τέχνης...` 的一长串属格,是作为后文指示代词 `τούτων` 的具体内容而前置的同格或例示结构。整句的核心骨架是 `τούτων δὲ πόρρω ἴσως τοὐμόν [ἐστιν]`(但我的作品或许离这些还很远),这些属格最终由表示分离的副词 `πόρρω` 所支配。
  4. §2ὀλίγου δέω — 意为“几乎……”、“差一点就……”的惯用表达。字面意思是“只缺一点点”,后接不定式(此处为 `ἐπαινεῖσθαι`),表示某事几乎就要发生。
  5. §3ἀλλόκοτον ἂν καὶ ξένον ἐπινοήσας — 语气词 `ἄν` 并不修饰紧随其后的分词 `ἐπινοήσας`,而是与句子的主动词未完成过去时 `ἐπεδείκνυτο` 连用。过去时直陈动词连用 `ἄν` 表示过去发生的“反复或习惯性动作”(“每当……他就会展现”)。

引用这一段

琉善, 宙克西斯或安条克 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg057.humanitext-grc3:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。