§8Ὁ μὲν οὖν Ζεῦξις οὕτως, ὀργιλώτερον ἴσως.
宙克西斯便是如此,或许有些过于生气。
Ἀντίοχος δὲ ὁ σωτὴρ ἐπικληθεὶς καὶ οὗτος ὅμοιόν τι παθεῖν λέγεται ἐν τῇ πρὸς Γαλάτας μάχῃ.
而被称为“救主”的安条克,据说在与加拉太人的战斗中也有过相似的经历。
εἰ βούλεσθε, διηγήσομαι καὶ τοῦτο, ὁποῖον ἐγένετο.
如果你们愿意,我也将讲述这件事,它是如何发生的。
εἰδὼς γὰρ τούτους ἀλκίμους ὄντας καὶ πλήθει παμπόλλους ὁρῶν καὶ τὴν φάλαγγα καρτερῶς συναραρυῖαν καὶ ἐπὶ μετώπου μὲν προασπίζοντας τοὺς χαλκοθώρακας αὐτῶν, ἐς βάθος δὲ ἐπὶ τεττάρων καὶ εἴκοσι τεταγμένους ὁπλίτας, ἐπὶ κέρως δ’ ἑκατέρωθεν τὴν ἵππον δισμυρίαν οὖσαν, ἐκ δὲ τοῦ μέσου τὰ ἅρματα ἐκπηδήσεσθαι μέλλοντα δρεπανηφόρα ὀγδοήκοντα καὶ συνωρίδας ἐπ' αὐτοῖς δὶς τοσαύτας, ταῦτα ὁρῶν πάνυ πονηρὰς εἶχε τὰς ἐλπίδας, ὡς ἀμάχων ὄντων ἐκείνων αὐτῷ.
因为他深知这些人英勇无畏,并且看到他们人数极其众多,方阵紧密结合,前排是身着青铜胸甲的士兵手持盾牌掩护,重装步兵排成二十四排的深度,两翼各有两万名骑兵,且有八十辆镰刀战车以及两倍于此数量的双马战车正准备从阵中冲出,目睹这些,他抱有非常悲观的希望,认为他们对他而言是不可战胜的。
ἐκεῖνος γὰρ δι’ ὀλίγου τῆς στρατιᾶς ἐκείνης παρασκευασθείσης οὐ μεγαλωστὶ οὐδὲ κατ' ἀξίαν τοῦ πολέμου ἀφίκετο κομιδῇ ὀλίγους ἄγων, καὶ τούτων πελταστικὸν τὸ πολὺ καὶ ψιλικόν·
因为他的这支军队是在极短时间内筹备出来的,并未能大张旗鼓,也与这场战争的规模极不相称,他只带了极少数的兵力赶到,而且其中大部分是轻盾兵和轻装步兵,而轻装无甲兵占了军队的一半以上。
οἱ γυμνῆτες δὲ ὑπὲρ ἥμισυ τῆς στρατιᾶς ἦσαν. ὥστε ἐδόκει αὐτῷ ἤδη σπένδεσθαι καί τινα εὐπρεπῆ διάλυσιν εὑρίσκεσθαι τοῦ πολέμου.
因此,他已经打算缔结和约,并为这场战争寻求某种体面的解决办法。
§9Ἀλλὰ Θεοδότας ὁ Ῥόδιος, ἀνὴρ γενναῖος καὶ τακτικῶν ἔμπειρος, οὐκ εἴα παρὼν ἀθυμεῖν.
但罗得岛人狄奥多塔斯,一位勇敢且精通战术的人,当时在场,不许他丧失信心。
καὶ ἦσαν γὰρ ἑκκαίδεκα ἐλέφαντες τῷ Ἀντιόχῳ.
因为安条克拥有十六头战象。
τούτους ἐκέλευσεν ὁ Θεοδότας τέως μὲν ἔχειν ὡς οἷόν τε κατακρύψαντα, ὡς μὴ κατάδηλοι εἶεν ὑπερφαινόμενοι τοῦ στρατοῦ, ἐπειδὰν δὲ σημήνῃ ὁ σαλπιγκτὴς καὶ δέῃ συμπλέκεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ ἡ ἵππος ἡ τῶν πολεμίων ἐπελαύνηται καὶ τὰ ἅρματα οἱ Γαλάται ἀνοίξαντες τὴν φάλαγγα καὶ διαστήσαντες ἐπαφῶσι, τότε ἀνὰ τέτταρας μὲν τῶν ἐλεφάντων ἀπαντᾶν ἐφ' ἑκάτερα τοῖς ἱππεῦσιν, τοὺς ὀκτὼ δὲ ἀντεπαφεῖναι τοῖς ἁρματηλάταις καὶ συνωριασταῖς.
狄奥多塔斯命令他,暂时尽可能把这些战象藏起来,以免它们高出军队显露出来而被发现;而一旦号角吹响,需要交战并短兵相接,且敌人的骑兵发起冲锋,加拉太人敞开并散开方阵、放任战车冲出时,那时便派战象各四头在两翼迎击敌人的骑兵,而将剩下的八头放出去对付那些战车和双马马车。
εἰ γὰρ τοῦτο γένοιτο,. φοβηθήσονται αὐτῶν, ἔφη, οἱ ἵπποι καὶ ἐς τοὺς Γαλάτας αὖθις ἐμπεσοῦνται φεύγοντες.
他说:“因为如果这样做,他们的马匹将会感到惊恐,并会在逃跑时反冲向加拉太人自己。
καὶ οὕτως ἐγένετο.
”事情果然这样发生了。
§10οὐ γὰρ πρότερον ἰδόντες ἐλέφαντα οὔτε αὐτοὶ Γαλάται οὔτε οἱ ἵπποι αὐτῶν οὕτω πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐταράχθησαν, ὥστε πόρρω ἔτι τῶν θηρίων ὄντων ἐπεὶ μόνον τετριγότων ἤκουσαν καὶ τοὺς ὀδόντας εἶδον ἀποστίλβοντας ἐπισημότερον ὡς ἂν ἐκ μέλανος τοῦ παντὸς σώματος καὶ τὰς προνομαίας ὡς ἐς ἁρπαγὴν ὑπεραιωρουμένας, πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι, ἐκκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον, οἱ μὲν πεζοὶ περιπειρόμενοι ὑπ' ἀλλήλων τοῖς δορατίοις καὶ συμπατούμενοι ὑπὸ τῶν ἱππέων ὡς εἶχον ἐμπεσόντων ἐπ' αὐτούς, τὰ ἅρματα δέ, ἀναστρέψαντα καὶ ταῦτα ἔμπαλιν εἰς τοὺς οἰκείους, οὐκ ἀναιμωτὶ διεφέρετο ἐν αὐτοῖς, ἀλλὰ τὸ τοῦ Ὁμήρου, “δίφροι δ’ ἀνεκυμβαλίαζον.
因为无论加拉太人自己还是他们的马匹,此前都从未见过战象,他们被这出乎意料的景象弄得如此惊慌失措,以至于当野兽还离得很远时,仅仅听到它们的鸣叫,并看到它们那在全然漆黑的躯体映衬下显得格外耀眼夺目的象牙,以及它们高高举起、仿佛要进行抓捕的象鼻,甚至在箭矢能够射及之前,便纷纷转向,毫无秩序地溃逃。 步兵们被彼此的短矛刺穿,并被那些迎头撞向他们的骑兵无情地践踏;而战车也同样回转过来,冲向自己人,在他们之中横冲直撞,造成了惨重的血腥,正符合荷马所说的“战车倾覆”。
” οἱ ἵπποι δ’ ἐπείπερ ἅπαξ τῆς ἐς τὸ εὐθὺ ὁδοῦ ἀπετρέποντο οὐκ ἀνασχόμενοι τῶν ἐλεφάντων, τοὺς ἐπιβάτας ἀποβαλόντες “κείν' ὄχεα κροτάλιζον” τέμνοντες νὴ Δία καὶ διαιροῦντες τοῖς δρεπάνοις εἴ τινας τῶν φίλων καταλάβοιεν.
那些马匹,由于无法忍受战象,一旦偏离了笔直的道路,便甩下了骑手,“空车丁当作响”,誓死一般地用镰刀砍切、割裂它们所遇上的任何盟友。
πολλοὶ δὲ ὡς ἐν ταράχῳ τοσούτῳ κατελαμβάνοντο.
在如此巨大的混乱中,许多人被追上击杀。
εἵποντο δὲ καὶ οἱ ἐλέφαντες συμπατοῦντες καὶ ἀναρριπτοῦντες ταῖς προνομαίαις ἐς ὕψος καὶ συναρπάζοντες καὶ τοῖς ὀδοῦσι περιπείροντες, καὶ τέλος οὗτοι κατὰ κράτος παραδιδόασι τῷ Ἀντιόχῳ τὴν νίκην.
战象也随后跟进,践踏他们,用象鼻将他们抛向高空,攫取他们并用象牙刺穿他们,最终这些战象将压倒性的胜利奉献给了安条克。
§11Οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν, πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο, πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν εἰς τὰ ὄρη ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν, ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν βασιλέα καλλίνικον ἀναβοῶντες.
加拉太人有的死去了——发生了一场大屠杀——有的则被活捉,只有极少数人得以及时逃往山中。 而与安条克在一起的马其顿人则唱起捷歌,从四面八方走上前来,为国王戴上花冠,高呼他为“伟大的胜利者”。
ὁ δὲ καὶ δακρύσας, ὥς φασιν, Αἰσχυνώμεθα, ἔφη, ὦ στρατιῶται, οἷς γε ἡ σωτηρία ἐν ἑκκαίδεκα τούτοις θηρίοις ἐγένετο·
但据说他甚至流着泪说道:“士兵们,让我们感到羞耻吧,我们的拯救竟然全靠这十六头野兽。
ὡς εἰ μὴ τὸ καινὸν τοῦ θεάματος ἐξέπληξε τοὺς πολεμίους, τί ἂν ἡμεῖς ἦμεν πρὸς αὐτούς;
因为如果不是这景象的新奇吓倒了敌人,我们在他们面前又算得了什么呢?
ἔπι τε τῷ τροπαίῳ κελεύει ἄλλο μηδέν, ἐλέφαντα δὲ μόνον ἐγκολάψαι.
”并命令在胜利纪念碑上不刻别的,只刻一头战象。
§12Ὥρα τοίνυν με σκοπεῖν μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ
因此,现在轮到我来审视,我的情况是否也是类似的了。