Humanitext Reader

琉善 · 希罗多德或埃提翁 §5-8

埃提翁的婚礼画作与马其顿的演说

第 2 段,共 2 段 · 希腊语

内容简介

通过对埃提翁描绘亚历山大婚礼画作的细致描摹,演说家将自己在马赛多尼亚的演说与希罗多德和埃提翁在奥林匹亚的成功相比拟,恳请听众予以理解与青睐。

§5Καὶ τί τὸ θαῦμα ἐνῆν τῇ γραφῇ αὐτοῦ, ἤρετό τις, ὡς τὸν Ἑλλανοδίκην δι’ αὐτὸ οὐκ ἐπιχωρίῳ τῷ Ἀετίωνι συνάψασθαι τῆς θυγατρὸς τὸν γάμον;
“也许有人会问,他的画作究竟有什么神奇之处,竟能让身为裁判官的普罗克塞尼达斯,因为这幅画而将女儿嫁给并非本地人的埃提翁?
ἔστιν ἡ εἰκὼν ἐν Ἰταλίᾳ, κἀγὼ εἶδον ὥστε καὶ σοὶ ἂν εἰπεῖν ἔχοιμι.
这幅画如今在意大利,我也曾亲眼见过,因此我可以向你描述。
θάλαμός ἐστι περικαλλὴς καὶ κλίνη νυμφική, καὶ ἡ Ῥωξάνη κάθηται πάγκαλόν τι χρῆμα παρθένου ἐς γῆν ὁρῶσα, αἰδουμένη ἑστῶτα τὸν Ἀλέξανδρον.
画面中是一个极美的婚房和一张婚榻,罗克珊娜正坐着,她是一个极其美丽的少女,正娇羞地看着地面,而在她面前站着亚历山大。
Ἔρωτες δέ τινες μειδιῶντες· ὁ μὲν κατόπιν ἐφεστὼς ἀπάγει τῆς κεφαλῆς τὴν καλύπτραν καὶ δείκνυσι τῷ νυμφίῳ τὴν Ῥωξάνην, ὁ δὲ τις μάλα δουλικῶς ἀφαιρεῖ τὸ σανδάλιον ἐκ τοῦ ποδός ὡς κατακλίνοιτο ἤδη, ἄλλος τῆς χλανίδος τοῦ Ἀλεξάνδρου ἐπειλημμένος, Ἔρως καὶ οὗτος, ἕλκει αὐτὸν πρὸς τὴν Ῥωξάνην πάνυ βιαίως ἐπισπώμενος.
还有几个微笑着的小爱神:一个站在她身后,正揭开她头上的面纱,向新郎展示罗克珊娜;另一个则极其顺从地(像仆人一样)从她脚上脱下凉鞋,仿佛她正要躺下;还有一个小爱神扯着亚历山大的斗篷,十分用力地将他拽向罗克珊娜。
ὁ βασιλεὺς δὲ αὐτὸς μὲν στέφανόν τινα ὀρέγει τῇ παιδί, πάροχος δὲ καὶ νυμφαγωγὸς Ἡφαιστίων συμπάρεστι δᾷδα καιομένην ἔχων, μειρακίῳ πάνυ ὡραίῳ ἐπερειδόμενος—Ὑμέναιος οἶμαί ἐστιν (οὐ γὰρ ἐπεγέγραπτο τοὔνομα).
国王本人正向少女呈上一顶王冠,而作为伴郎和迎亲人的赫菲斯提翁陪同在一旁,手里拿着燃烧的火炬,倚靠在一个非常俊美的青年身上——我想那就是婚礼之神许门奈俄斯(因为画上并没有写出他的名字)。
ἑτέρωθι δὲ τῆς εἰκόνος ἄλλοι Ἔρωτες παίζουσιν ἐν τοῖς ὅπλοις τοῦ Ἀλεξάνδρου, δύο μὲν τὴν λόγχην αὐτοῦ φέροντες, μιμούμενοι τοὺς ἀχθοφόρους ὁπότε δοκὸν φέροντες βαροῖντο· ἄλλοι δὲ δύο ἕνα τινὰ ἐπὶ τῆς ἀσπίδος κατακείμενον, βασιλέα δῆθεν καὶ αὐτόν, σύρουσιν τῶν ὀχάνων τῆς ἀσπίδος ἐπειλημμένοι· εἷς δὲ δὴ ἐς τὸν θώρακα ἐσελθὼν ὕπτιον κείμενον λοχῶντι ἔοικεν, ὡς φοβήσειεν αὐτούς, ὁπότε κατ' αὐτὸν γένοιντο σύροντες.
在画的另一处,其他的小爱神正在玩弄亚历山大的兵器:其中两个抬着他的长枪,模仿着抬着重木、不堪重负的挑夫;另外两个抓着盾牌的把手,拉着一个躺在盾牌上的人(他显然也把自己当成了国王);还有一个则钻进了胸甲里,仰面躺着,像是在设伏,想要在他们拖着盾牌经过他身边时吓他们一跳。
§6Οὐ παιδιὰ δὲ ἄλλως ταῦτά ἐστιν οὐδὲ περιείργασται ἐν αὐτοῖς ὁ Ἀετίων, ἀλλὰ δηλοῖ τοῦ Ἀλεξάνδρου καὶ τὸν ἐς τὰ πολεμικὰ ἔρωτα, καὶ ὅτι ἅμα καὶ Ῥωξάνης ἤρα καὶ τῶν ὅπλων οὐκ ἐπελέληστο.
” “这并不仅仅是戏耍,埃提翁也并非在其中做无用功,而是展现了亚历山大对军事的热爱,表明他虽然爱着罗克珊娜,却也没有忘记他的兵器。
πλὴν ἀλλ’ ἥ γε εἰκὼν αὐτὴ καὶ ἄλλως γαμήλιόν τι ἐπὶ τῆς ἀληθείας διεφάνη ἔχουσα, προμνησαμένη τῷ Ἀετίωνι τὴν τοῦ Προξενίδου θυγατέρα.
不过,这幅画本身在其他意义上也确实显现出促成婚礼的力量,因为它为埃提翁和普罗克塞尼达斯的女儿牵了红线。
καὶ ἀπῆλθε γήμας καὶ αὐτός, πάρεργον τῶν Ἀλεξάνδρου γάμων, ὑπὸ νυμφαγωγῷ τῷ βασιλεῖ, μισθὸν εἰκασμένου γάμου προσλαβὼν ἀληθῆ γάμον.
于是,埃提翁自己也娶妻而归,这成了亚历山大婚礼的副产品,并以国王为迎亲人,通过描绘一场虚构的婚礼而换来了一场真实的婚姻。
§7Ἡρόδοτος μὲν οὖν (ἐπάνειμι γὰρ ἐπ' ἐκεῖνον) ἱκανὴν τῶν Ὀλυμπίων τὴν πανήγυριν ἡγεῖτο καὶ συγγραφέα θαυμαστὸν δεῖξαι τοῖς Ἕλλησι τὰς Ἑλληνικὰς νίκας διεξιόντα, ὡς ἐκεῖνος διεξῆλθεν.
” “且说希罗多德(因为我要回到他身上了),他认为奥林匹亚的集会足以向希腊人展现他是一位卓越的作家,并向他们讲述希腊人的胜利,正如他所讲述的那样。
ἐγὼ δὲ—καὶ πρὸς Φιλίου μή με κορυβαντιᾶν ὑπολάβητε μηδὲ τἀμὰ εἰκάζειν τοῖς ἐκείνου, ἵλεως ὁ ἀνήρ—ἀλλὰ τοῦτό γε ὅμοιον παθεῖν φημι αὐτῷ.
而我——因友谊之神起誓,请不要以为我狂妄自大,或是把我的东西与他的相提并论,愿那位伟人宽恕——但我声称自己也有与他相同的遭遇。
ὅτε γὰρ τὸ πρῶτον ἐπεδήμησα τῇ Μακεδονίᾳ, πρὸς ἐμαυτὸν ἐσκόπουν ὅ τι μοι χρηστέον τῷ πράγματι.
因为当我初次来到马赛多尼亚时,我一直在思忖自己该如何处理我的事业。
καὶ ὁ μὲν ἔρως οὗτος ἦν ἅπασιν ὑμῖν γνωσθῆναι καὶ ὅτι πλείστοις Μακεδόνων δεῖξαι τἀμά· τὸ δὲ αὐτὸν περιιόντα τηνικαῦτα τοῦ ἔτους συγγίγνεσθαι τῇ πόλει ἑκάστῃ οὐκ εὐμαρὲς ἐφαίνετο, εἰ δὲ τηρήσαιμι τήνδε ὑμῶν τὴν σύνοδον, εἶτα παρελθὼν ἐς μέσον δείξαιμι τὸν λόγον, ἐς δέον οὕτως ἀποβήσεσθαί μοι τὰ τῆς εὐχῆς.
我的渴望是能被你们所有人认识,并将我的作品展现给尽可能多的马赛多尼亚人;然而在一年中的这个时候亲自奔波于各个城市,显得并不容易,但如果我等待你们的这次集会,然后走到大家面前展示我的演讲,那么我的心愿就会以最恰当的方式实现。
§8Αὐτοί τε οὖν ἤδη συνεληλύθατε, ὅ τι περ ὄφελος ἐξ ἑκάστης πόλεως, αὐτὸ δὴ τὸ κεφάλαιον ἁπάντων Μακεδόνων, καὶ ὑποδέχεται πόλις ἡ ἀρίστη οὖσα οὐ κατὰ Πίσαν μὰ Δί' οὐδὲ τὴν κεῖθι στενοχωρίαν καὶ σκηνὰς καὶ καλύβας καὶ πνῖγος·
” “因此,你们自己如今已经聚集在这里,你们是各城市中最杰出的精英,正是所有马赛多尼亚人的核心;而最优秀的城市正在接待我们,指天发誓,这里绝不比萨(奥林匹亚),也没有那里的狭窄、帐篷、棚屋和闷热。
οἵ τε αὖ πανηγυρισταὶ οὐ συρφετώδης ὄχλος, ἀθλητῶν μᾶλλον φιλοθεάμονες, ἐν παρέργῳ οἱ πολλοὶ τὸν Ἡρόδοτον τιθέμενοι, ἀλλὰ ῥητόρων τε καὶ συγγραφέων καὶ σοφιστῶν οἱ δοκιμώτατοι—ὅσον οὐ μικρὸν ἤδη, μὴ τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται τῶν Ὀλυμπίων.
此外,来参会的人也不是那些平庸之辈(他们往往只是来看运动员的,大多把希罗多德当作余兴节目),而是最负盛名的雄辩家、历史学家和智者。 这已经是一件了不起的大事,只希望我的作品看起来不至于比奥林匹亚的相差太远。
ἀλλ’ ἢν μὲν ὑμεῖς Πολυδάμαντι ἢ Γλαύκῳ ἢ Μίλωνι παραθεωρῆτέ με, κομιδῇ ὑμῖν δόξω θρασὺς ἄνθρωπος εἶναι.
但是,如果你们把我与波吕达马斯、格劳克斯或米隆相比,你们一定会觉得我是一个极其狂妄的人。
ἢν δὲ πολὺ ἐκείνων ἀπαγαγόντες τὴν μνήμην ἐπ' ἐμαυτοῦ μόνου ἀποδύσαντες ἴδητε, τάχ' ἂν οὐ πάνυ μαστιγώσιμος ὑμῖν δόξαιμι.
但如果你们完全忘掉那些人,只看着我,像看赤裸的竞技者一样观察我,或许你们会觉得我还不至于太该受罚。
ὡς ἔν γε τηλικούτῳ σταδίῳ ἱκανὸν ἐμοὶ γοῦν καὶ τοῦτο.
因为在如此宏大的竞技场上,至少对我来说,这已经足够了。 ”

词汇与语法注释

  1. §5ὡς τὸν Ἑλλανοδίκην δι’ αὐτὸ οὐκ ἐπιχωρίῳ τῷ Ἀετίωνι συνάψασθαι τῆς θυγατρὸς τὸν γάμον — 连接词 ὡς 连同不定式 συνάψασθαι 构成结果从句(“以至于……”),以此来具体说明主句中提及的“神奇之处”(τί τὸ θαῦμα)达到了何种程度。
  2. §5πάγκαλόν τι χρῆμα παρθένου — 虽然 χρῆμα 字面意思是“事物”,但当它与形容词及属格名词连用时,常作为一种带有感叹语气的惯用表达,用以形容人(字面为“一个极美之物般的少女”,即“极其美丽的少女”)。
  3. §5ὡς φοβήσειεν αὐτούς — 由 ὡς 接希求法(φοβήσειεν)引导的从句。在对画作中过去意图的描述下,它既可以表示目的(“为了吓唬他们”),也可以表示某种主观意图或比喻(“仿佛要吓唬他们”)。
  4. §7ἵλεως ὁ ἀνήρ — 省略了表示愿望的希求法动词 εἴη 的定型表达。这是一个插入句(“愿那位伟人宽恕/垂怜”),用以避免将自己与伟大的先贤(希罗多德)相提并论时可能产生的失礼或狂妄之嫌。
  5. §8ὅ τι περ ὄφελος — 这是一个由关系代词 ὅ τι、小词 περ 和名词 ὄφελος(“益处/精华”)结合而成的惯用表达。意为“……中最优秀者/精锐”,在此处修饰并指代“来自各个城市”(ἐξ ἑκάστης πόλεως)的杰出人才。
  6. §8μὴ τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται — 由 μή 接虚拟式(φαίνηται)引导的独立从句,表示担忧或含蓄的愿望。表达了说话者的谦逊与顾虑:“但愿我自己的作品看起来不至于比奥林匹亚的相差太远”。

引用这一段

琉善, 希罗多德或埃提翁 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg056.humanitext-grc3:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。