§1Ἡροδότου εἴθε μὲν καὶ τὰ ἄλλα μιμήσασθαι δυνατὸν ἦν.
要是能在其他方面也模仿希罗多德就好了!
οὐ πάντα φημὶ ὅσα προσῆν αὐτῷ (μεῖζον γὰρ εὐχῆς τοῦτό γε) ἀλλὰ κἂν ἓν ἐκ τῶν ἁπάντων—οἷον ἢ κάλλος τῶν λόγων ἢ ἁρμονίαν αὐτῶν ἢ τὸ οἰκεῖον τῇ Ἰωνίᾳ καὶ προσφυὲς ἢ τῆς γνώμης τὸ περιττὸν ἢ ὅσα μυρία καλὰ ἐκεῖνος ἅμα πάντα συλλαβὼν ἔχει πέρα τῆς εἰς μίμησιν ἐλπίδος.
我不是说他所拥有的一切(因为那实在超出了愿望的范围),而是哪怕能模仿其中的任意一项——比如他言辞的美妙,或是其和谐,或是那适合伊奥尼亚的自然风致,或是其见解的卓越,或是他一并掌握的、超越任何模仿希望的无数美好特质。
ἃ δὲ ἐποίησεν ἐπὶ τοῖς συγγράμμασιν καὶ ὡς πολλοῦ ἄξιος τοῖς Ἕλλησιν ἅπασιν ἐν βραχεῖ κατέστη, καὶ ἐγὼ καὶ σὺ καὶ ἄλλος ἂν μιμησαίμεθα.
然而,关于他对自己的著作所做的事,以及他如何在极短时间内在所有希腊人中赢得了极高的价值,这你、我以及其他任何人都可以模仿。
Πλεύσας γὰρ οἴκοθεν ἐκ τῆς Καρίας εὐθὺ τῆς Ἑλλάδος ἐσκοπεῖτο πρὸς ἑαυτὸν ὅπως ἂν τάχιστα καὶ ἀπραγμονέστατα ἐπίσημος καὶ περιβόητος γένοιτο καὶ αὐτὸς καὶ τὰ συγγραμμάτια.
因为他从卡里亚的家中直接乘船前往希腊时,就独自思忖如何才能最快、最省事地让自己和他的著作声名远扬。
τὸ μὲν οὖν περινοστοῦντα νῦν μὲν Ἀθηναίοις, νῦν δὲ Κορινθίοις ἀναγινώσκειν ἢ Ἀργείοις ἢ Λακεδαιμονίοις ἐν τῷ μέρει, ἐργῶδες καὶ μακρὸν ἡγεῖτο εἶναι καὶ τριβὴν οὐ μικρὰν ἐν τῷ τοιούτῳ ἔσεσθαι.
因此,他认为到处游历,轮流向雅典人、科林斯人、阿哥斯人或拉刻代蒙人朗读,不仅劳累而且漫长,并且在这种事情上会耗费不少时间。
οὔκουν ἠξίου διασπᾶν τὸ πρᾶγμα οὐδὲ κατὰ διαίρεσιν οὕτω κατ' ὀλίγον ἀγείρειν καὶ συλλέγειν τὴν γνῶσιν, ἐπεβούλευε δέ, εἰ δυνατὸν εἴη, ἀθρόους που λαβεῖν τοὺς Ἕλληνας ἅπαντας.
所以他不愿分散精力,也不愿以此种方式零星地积累名声,而是策划如果可能的话,在某个地方把所有的希腊人一网打尽。
ἐνίσταται οὖν Ὀλύμπια τὰ μεγάλα, καὶ ὁ Ἡρόδοτος τοῦτ' ἐκεῖνο ἥκειν οἱ νομίσας τὸν καιρόν, οὗ μάλιστα ἐγλίχετο, πλήθουσαν τηρήσας τὴν πανήγυριν, ἁπανταχόθεν ἤδη τῶν ἀρίστων συνειλεγμένων, παρελθὼν ἐς τὸν ὀπισθόδομον οὐ θεατήν, ἀλλ’ ἀγωνιστὴν Ὀλυμπίων παρεῖχεν ἑαυτὸν ᾄδων τὰς ἱστορίας καὶ κηλῶν τοὺς παρόντας, ἄχρι τοῦ καὶ Μούσας κληθῆναι τὰς βίβλους αὐτοῦ, ἐννέα καὶ αὐτὰς οὔσας.
这时,盛大的奥林匹亚运动会举行了,希罗多德认为他渴望已久的机会终于来了,于是他等到集会人满为患、各地的精英已经齐聚一堂时,步入了神殿后室(opisthodomos),展现出自己不是作为一个旁观者,而是作为奥林匹亚的参赛者,朗诵他的历史著作并使在场的人倾倒,以至于他的书甚至被称为缪斯,因为书也恰好是九卷。
§2Ἤδη οὖν ἅπαντες αὐτὸν ᾔδεσαν πολλῷ μᾶλλον ἢ τοὺς Ὀλυμπιονίκας αὐτούς.
因此,所有人对他的了解,已经远远超过了奥林匹亚获胜者本身。
καὶ οὐκ ἔστιν ὅστις ἀνήκοος ἦν τοῦ Ἡροδότου ὀνόματος—οἱ μὲν αὐτοὶ ἀκούσαντες ἐν Ὀλυμπίᾳ, οἱ δὲ τῶν ἐκ τῆς πανηγύρεως ἡκόντων πυνθανόμενοι· καὶ εἴ πού γε φανείη μόνον, ἐδείκνυτο ἂν τῷ δακτύλῳ, Οὗτος ἐκεῖνος Ἡρόδοτός ἐστιν ὁ τὰς μάχας τὰς Περσικὰς Ἰαστὶ συγγεγραφώς, ὁ τὰς νίκας ἡμῶν ὑμνήσας.
没有一个人没听说过希罗多德的名字——有些人是在奥林匹亚亲耳听到,有些人则是从那些参加集会归来的人那里得知的;只要他一露面,人们就会用手指着他,说:“那就是那个用伊奥尼亚方言写了波斯战争、赞美我们胜利的希罗多德。
τοιαῦτα ἐκεῖνος ἀπέλαυσε τῶν ἱστοριῶν, ἐν μιᾷ συνόδῳ πάνδημόν τινα καὶ κοινὴν ψῆφον τῆς Ἑλλάδος λαβὼν καὶ ἀνακηρυχθεὶς οὐχ ὑφ' ἑνὸς μὰ Δία κήρυκος, ἀλλ’ ἐν ἁπάσῃ πόλει, ὅθεν ἕκαστος ἦν τῶν πανηγυριστῶν.
”这就是他从其历史著作中获得的丰厚回报,在一次集会上得到了希腊全体人民一致的投票赞赏,并且,指天发誓,不是由一个传令官宣布,而是在每个参会者所来自的每一个城市里都得到了颂扬。
§3Ὅπερ ὕστερον κατανοήσαντες, ἐπίτομόν τινα ταύτην ὁδὸν ἐς γνῶσιν, Ἱππίας τε ὁ ἐπιχώριος αὐτῶν σοφιστὴς καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἀναξιμένης ὁ Χῖος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι συχνοὶ λόγους ἔλεγον ἀεὶ καὶ αὐτοὶ πρὸς τὴν πανήγυριν, ἀφ' ὧν γνώριμοι ἐν βραχεῖ ἐγίγνοντο.
后来,本地的智者希庇亚斯、刻阿斯的普罗迪科斯、希奥斯的阿那克西美尼、阿克拉加斯的波罗斯以及许多其他人,都领悟到了这一点,将其视为成名的捷径,于是他们自己也经常在集会上发表讲演,并因此在短时间内闻名遐迩。
§4Καὶ τί σοι τοὺς παλαιοὺς ἐκείνους λέγω σοφιστὰς καὶ συγγραφέας καὶ λογογράφους ὅπου τὰ τελευταῖα ταῦτα καὶ Ἀετίωνά φασι τὸν ζωγράφον συγγράψαντα τὸν Ῥωξάνης καὶ Ἀλεξάνδρου γάμον εἰς Ὀλυμπίαν καὶ αὐτὸν ἀγαγόντα τὴν εἰκόνα ἐπιδείξασθαι, ὥστε Προξενίδαν Ἑλλανοδίκην τότε ὄντα ἡσθέντα τῇ τέχνῃ γαμβρὸν ποιήσασθαι τὸν Ἀετίωνα;
而且,我何必向你提及那些古老的智者、作家和史家呢? 据说最近甚至连画家埃提翁也画了罗克珊娜与亚历山大的婚礼,并亲自把画作带到奥林匹亚展示,以至于当时担任裁判官的普罗克塞尼达斯对他的艺术赞叹不已,招了埃提翁为女婿。