Humanitext Reader

琉善 · 农神节 §8-10

节日习俗的缘由与立法者克洛诺索隆的告诫

第 3 段,共 10 段 · 希腊语

内容简介

祭司与克洛诺斯讨论了黄金时代的棋盘游戏以及在冬季庆祝节日的原因,随后前往宴会。接着,克洛诺斯的立法者克洛诺索隆登场,警告富人们遵守节日规则,并描述了他所目睹的神明的真实而威严的形象。

§8ΙΕΡΕΥΣ Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον ἐκ τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης.
祭司但是,克洛诺斯啊,我也曾这样推测:您对奴隶和受尽镣铐折磨的人表现出这种仁慈,是源于那个神话,因为您自己也曾做过奴隶并记得那脚镣,从而敬重那些遭受同样痛苦的人。
ΚΡΟΝΟΣ Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν;
克洛诺斯你难道不停止说这样的胡话吗?
ΙΕΡΕΥΣ Εὖ λέγεις, καὶ παύσομαι.
祭司您说得对,我不说了。
πλὴν ἔτι μοι κα τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς ἐπὶ σοῦ ἀνθρώποις;
不过请再回答我这个问题:在您的时代,人们玩棋盘游戏是常见的事吗?
ΚΡΟΝΟΣ Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων.
克洛诺斯确实如此,不过绝不是像你们那样赌上塔兰同或成千上万的金钱,而最多是赌上胡桃,这样即使输了也不会痛苦,更不会因为在其他人中只有自己挨饿而哭泣。
ΙΕΡΕΥΣ Εὖ γε ἐκεῖνοι ποιοῦντες.
祭司他们确实做得好。
ὑπὲρ τίνος γὰρ ἂν καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες;
毕竟,他们自己就是纯金的,还能为了什么去玩棋呢?
ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὑπ’ αὐτῶν;
我在您说话的时候,就想到了这样一件事:如果有人把那些纯金打造的人中的一个,带到我们现在的这种生活里并展示给大众,那个可怜人会遭受他们怎样的对待?
διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι ἐπιδραμόντες ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν Ὀρφέα ἢ τὸν Ἀκταίωνα αἱ κύνες, περὶ τοῦ μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλὰ πρόσοδον οἱ πολλοὶ πεποίηνται τὴν ἑορτήν.
我确信,他们一定会一拥而上将他撕碎,就像狂女们撕碎彭透斯、色雷斯妇女撕碎奥菲斯、或者猎犬撕碎阿克泰翁那样,每个人都互相争夺,企图分得更大的一份。 因为他们甚至连过节也离不开对利益的贪图,大多数人已经把节日当成了收入的来源。
εἶτα οἱ μὲν ἀπέρχονται λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες ποιοῦσιν.
接着,有的人在宴席上洗劫朋友后离去,有的人则无端地辱骂您,并把骰子砸得粉碎,而这些骰子对于他们自己心甘情愿做出的事情完全是无辜的。
§9ἀτὰρ εἰπέ μοι καὶ τόδε· τί δή ποτε ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες, ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα ἑορτάζεις;
不过请也告诉我这件事:您既然是这样一位优雅且年迈的神明,为什么偏偏挑选了最令人不悦的季节,即在冰雪覆盖万物、北风凛冽、没有任何东西不被寒冷冻结、树木枯干赤裸且无叶、草地残败无花、人们像极度衰老的人一样弯着腰、大多数人围在火炉旁的时候,才在那个时候庆祝节日呢?
οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ ἐπιτήδειος τοῖς τρυφῶσι.
因为这个季节既不适合老年人,也不适合那些过着奢华生活的人。
ΚΡΟΝΟΣ Πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον.
克洛诺斯喂,我说你,已经是该喝酒的时候了,你却还在拷问我这么多问题。
παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν.
你研究这些对我来说完全没必要的事情,夺走了我不少的节日时光。
ὥστε νῦν μὲν ἄφες αὐτά.
所以现在就放下这些吧。
εὐωχώμεθα δὲ ἤδη καὶ κροτῶμεν καὶ ἐπὶ τῇ ἐλευθερίᾳ ἤδη ζῶμεν, εἶτα πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς.
让我们现在就开始享用宴席、拍手欢呼、在自由中生活吧,然后像古人一样赌上胡桃来玩棋,选举国王并听从他们的指挥。
οὕτω γὰρ ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι παλίμπαιδας τοὺς γέροντας γίγνεσθαι.
因为这样我才能证实那句俗语,即‘老人重归童年’。
ΙΕΡΕΥΣ Ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ μὴ ταῦτα ἃ λέγεις ἡδέα.
祭司克洛诺斯啊,愿那些觉得您说的话无趣的人,即使口渴也无法喝水。
ὥστε πίνωμεν.
所以我们喝酒吧。
ἱκανὰ γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα.
因为对于先前的那些问题,您也已经回答得很充分了。
καί μοι δοκῶ γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων, ὅσοι γ’ ἐπακοῦσαι τῶν σῶν λόγων ἄξιοι.
我想,我会把我们这次的会面——包括我自己提出的问题以及您对此给予的慈悲回答——记录在一本书里,提供给我的那些配得上聆听您教诲的朋友们阅读。
§10## ΚΡΟΝΟΣΟΛΩΝ Τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν. Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται.
克洛诺索隆克洛诺斯的祭司、先知以及关于节日事务的立法者克洛诺索隆如此说道:「至于穷人应当做的事,我已经写在另一本书里送给他们自己了,我深信他们也会遵守这些法律,否则就会立即面临针对不服从者所制定的严厉惩罚。
Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων.
而你们这些富人,当留心不可违法,也不可违背这些命令。
ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων ἀλλ’ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος.
因为凡不这样做的,须知道他所轻视的并非我这位立法者,而是克洛诺斯本人,他并非在梦中显现,而是日前在我清醒时清晰地与我相见,并亲自挑选我为节日立法。
ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρπην εἶχεν πάνυ τεθηγμένην. τὰ δ’ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο.
他既非身套枷锁,亦非满身污垢,不像画家们从那些荒谬诗人的说法中承袭并描绘出来的那样,相反,他手持一把极其锋利的大镰刀,而且在其他方面神采奕奕、强壮结实、穿着威严如国王。
μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια.
他就是以这样的形象向我显现的,而他所说的话也同样极其神圣,值得提前宣告给你们。 」

词汇与语法注释

  1. 8τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον — 意为“对奴隶和受尽镣铐折磨的人的仁慈”。πεδότριψ 是指“被脚镣(πέδη)磨损(τρίβω)的人”,即“奴隶”。这与后文的 ἅτε καὶ αὐτὸν δουλεύοντα 相呼应,构成了祭司调侃克洛诺斯曾为奴隶这一神话的语境。
  2. 8ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὑπ’ αὐτῶν; — 插入的 εἴ τις ... 从句是一个与事实相反的虚拟条件句,其主句为 οἷα ἔπαθεν ἂν(ἂν + 直陈式过去时)。句首的连词 ὡς 起到引导整个解释说明的作用,意为“因为……”。
  3. 10Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων. — 表达方式 ὁρᾶτε πῶς μὴ ... 用于督促警惕或下达命令(“留心不要……”)。πῶς μὴ 后接的虚拟语气(παρανομήσητε, παρακούσητε)表示担忧或温和的禁止。

引用这一段

琉善, 农神节 §8-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:8-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。