§5ΙΕΡΕΥΣ
Ἀλλ’, ὦ Τιτάνων ἄριστε, τῶν μὲν τοιούτων οὐ δέομαι, σὺ δὲ ἀλλ’ ἐκεῖνό μοι ἀπόκριναι, ὃ μάλιστα ἐπόθουν εἰδέναι, καί μοι ἢν εἴπῃς αὐτό, ἱκανὴν ἔσει τὴν ἀμοιβὴν ἀποδεδωκὼς ἀντὶ τῆς θυσίας, καὶ πρὸς τὸ λοιπὸν ἀφίημί σοι τὰ χρέα.
祭司但是,提坦中最优秀的一位啊,我并不需要那些东西,但请您务必回答我那件我最想知道的事,如果您告诉我,您就已经为那场祭祀给予了足够的报答,而此后我也免除您的债务。
ΚΡΟΝΟΣ
Ἐρώτα μόνον.
克洛诺斯你尽管问吧。
ἀποκρινοῦμαι γάρ, ἢν εἰδὼς τύχω.
如果我恰好知道,我就会回答。
ΙΕΡΕΥΣ
Τὸ μὲν πρῶτον ἐκεῖνο, εἰ ἀληθῆ ταῦτά ἐστιν ἃ περὶ σοῦ ἀκούομεν, ὡς κατήσθιες τὰ γεννώμενα ὑπὸ τῆς Ῥέας, ἐκείνη δὲ ὑφελομένη τὸν Δία λίθον ὑποβαλλομένη ἀντὶ τοῦ βρέφους ἔδωκέ σοι καταπιεῖν, ὁ δὲ εἰς ἡλικίαν ἀφικόμενος ἐξήλασέ σε τῆς ἀρχῆς πολέμῳ κρατήσας, εἶτα ἐς τὸν Τάρταρον φέρων ἐνέβαλε πεδήσας αὐτόν τε καὶ τὸ συμμαχικὸν ἅπαν, ὁπόσον μετὰ σοῦ παρετάττετο.
祭司首先是那件事,即我们听到的关于您的那些话是否真实:您吞下了瑞亚所生的孩子们,而她偷偷带走了宙斯,用一块石头代替婴儿给您吞下,当宙斯成年后,他在战争中战胜您,将您逐出王位,接着把您带走,将您以及所有与您一同排兵布阵的盟军全部捆绑起来,投入了塔尔塔罗斯。
ΚΡΟΝΟΣ
Εἰ μὴ ἑορτήν, ὦ οὗτος, ἤγομεν καὶ μεθύειν ἐφεῖτο καὶ λοιδορεῖσθαι τοῖς δεσπόταις ἐπ’ ἐξουσίας, ἔγνως ἂν ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι, τοιαῦτα ἐρωτήσας, οὐκ αἰδεσθεὶς πολιὸν οὕτω καὶ πρεσβύτην θεόν.
克洛诺斯喂,我说你,如果我们不是在过节,而且如果不被允许醉酒以及公然辱骂主人的话,你就会知道,你问了这样的事情,毫不尊敬一位如此白发苍苍且年迈的神明,我至少是被允许生气的。
ΙΕΡΕΥΣ
Κἀγὼ ταῦτα, ὦ Κρόνε, οὐ παρ’ ἐμαυτοῦ φημι, ἀλλ’ Ἡσίοδος καὶ Ὅμηρος, ὀκνῶ γὰρ λέγειν ὅτι καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι σχεδὸν ταῦτα πεπιστεύκασι περὶ σοῦ.
祭司克洛诺斯啊,我自己也不想说这些事,但赫西俄德和荷马是这么说的,因为我很犹豫要不要说,几乎所有其他的人也都相信关于您的这些说法。
§6ΚΡΟΝΟΣ
Οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον, τὸν ἀλαζόνα, ὑγιές τι περὶ ἐμοῦ εἰδέναι;
克洛诺斯难道你以为那个牧羊人、那个江湖骗子能知道关于我的任何健全的事情吗?
σκόπει δὲ οὕτως.
你且这样考虑。
ἔσθ’ ὅστις ἄνθρωπος (οὐ γὰρ θεὸν ἐρῶ) ὑπομείνειεν ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ μή τις Θυέστης ὢν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε;
有哪个人——因为我不说神——会心甘情愿地容忍自己吃掉自己的孩子,除非他是像提埃斯忒斯那样的人,碰上了不敬神的兄弟而被骗吃下?
καὶ εἰ τοῦτο μανείη, πῶς ἀγνοήσει λίθον ἀντὶ βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας;
即使有人如此发疯,若不是牙齿完全麻木,在吃石头代替婴儿时又怎能不察觉?
ἀλλ’ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν ἀρχὴν, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ ὑπεκστάντος, ἄρχει.
但我们既没有打仗,宙斯也并非用暴力夺取了统治权,而是因为我自愿交给他并退位,他才统治的。
ὅτι μὲν γὰρ οὔτε πεπέδημαι οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς οἶμαι εἰ μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.
至于我既没有被捆绑,也没有在塔尔塔罗斯里,我想你自己也看得见,除非你像荷马一样瞎。
§7ΙΕΡΕΥΣ
Τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν;
祭司那么,克洛诺斯啊,您是由于经历了什么才放弃了统治权的?
ΚΡΟΝΟΣ
Ἐγώ σοι φράσω.
克洛诺斯我告诉你。
τὸ μὲν ὅλον, γέρων ἤδη καὶ ποδαγρὸς ὑπὸ τοῦ χρόνου ὤν.
总的来说,是因为我已经年迈,并且因时光而患有痛风。
διὸ καὶ πεπεδῆσθαί με οἱ πολλοὶ εἴκασαν.
也正是因为这个原因,大众才推测我被捆绑住了。
οὐ γὰρ ἠδυνάμην διαρκεῖν πρὸς οὕτω πολλὴν τὴν ἀδικίαν τῶν νῦν, ἀλλ’ ἀεὶ ἀναθεῖν ἔδει ἄνω καὶ κάτω τὸν κεραυνὸν διηρμένον τοὺς ἐπιόρκους ἢ ἱεροσύλους ἢ βιαίους καταφλέγοντα, καὶ τὸ πρᾶγμα πάνυ ἐργῶδες ἦν καὶ νεανικόν.
因为我无法抵挡如今人类如此繁多的不义,而必须总是拿着高举的雷电到处奔波,去烧死那些违誓者、盗庙者或强暴之徒,这差事极其劳神,是年轻人的事。
ἐξέστην οὖν εὖ ποιῶν τῷ Διί.
因此我做得很聪明,让位给了宙斯。
καὶ ἄλλως δὲ καλῶς ἔχειν ἐδόκει μοι διανείμαντα τοῖς παισὶν οὖσι τὴν ἀρχὴν αὐτὸν εὐωχεῖσθαι τὰ πολλὰ ἐφ’ ἡσυχίας οὔτε τοῖς εὐχομένοις χρηματίζοντα οὔτε ὑπὸ τῶν τἀναντία αἰτούντων ἐνοχλούμενον οὔτε βροντῶντα ἢ ἀστράπτοντα ἢ χάλαζαν ἐνίοτε βάλλειν ἀναγκαζόμενον·
而且在其他方面,把统治权分给我的孩子们,我自己大体上在清闲中尽情享乐,这在我看来也是极好的。 既不用接待祈祷的人,也不用受那些提出相反要求的人的烦扰,更不用被逼着去打雷、闪电或有时降下冰雹。
ἀλλὰ πρεσβυτικόν τινα τοῦτον ἥδιστον βίον διάγω ζωρότερον πίνων τὸ νέκταρ, τῷ Ἰαπετῷ καὶ τοῖς ἄλλοις τοῖς ἡλικιώταις προσμυθολογῶν·
相反,我过着这种最惬意的年长者的生活,喝着更浓的琼浆玉液,与伊阿佩托斯及其他同辈人闲聊。
ὁ δὲ ἄρχει μυρία ἔχων πράγματα.
而他在统治,却有着数不清的麻烦。
πλὴν ὀλίγας ταύτας ἡμέρας ἐφ’ οἷς εἶπον ὑπεξελέσθαι μοι ἔδοξε καὶ ἀναλαμβάνω τὴν ἀρχήν, ὡς ὑπομνήσαιμι τοὺς ἀνθρώπους οἷος ἦν ὁ ἐπ’ ἐμοῦ βίος, ὁπότε ἄσπορα καὶ ἀνήροτα πάντα ἐφύετο αὐτοῖς, οὐ στάχυες, ἀλλ’ ἕτοιμος ἄρτος καὶ κρέα ἐσκευασμένα, καὶ ὁ οἶνος ἔρρει ποταμηδὸν καὶ πηγαὶ μέλιτος καὶ γάλακτος· ἀγαθοὶ γὰρ ἦσαν καὶ χρυσοῖ ἅπαντες.
不过,为了我所说的事情,我觉得有必要把这几天挑选出来,我重掌统治权,是为了提醒人们在我统治下的生活是什么样的:当时一切都是在不播种、不耕作的情况下为他们生长出来的,不是麦穗,而是现成的面包和烹调好的肉,葡萄酒像河水一样流动,还有蜂蜜和牛奶的泉水,因为所有人都是善良的黄金一代。
αὕτη μοι ἡ αἰτία τῆς ὀλιγοχρονίου ταύτης δυναστείας, καὶ διὰ τοῦτο ἁπανταχοῦ κρότος καὶ ᾠδὴ καὶ παιδιὰ καὶ ἰσοτιμία πᾶσι καὶ δούλοις καὶ ἐλευθέροις.
这就是我这次短暂统治的原因,也正因如此,到处都有掌声、歌声、游戏,所有人——无论是奴隶还是自由人——一律平等。
οὐδεὶς γὰρ ἐπ’ ἐμοῦ δοῦλος ἦν.
因为在我统治时,没有一个人是奴隶。