- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:8-10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
神官とクロノスは黄金時代の盤上遊戯や冬に祭りを祝う理由について語り合った後、宴会へと向かう。続いてクロノスの立法者クロノソロンが登場し、富者に対して祭りの規則を遵守するよう警告し、自身が目撃した神の真の姿を語る。
ΙΕΡΕΥΣ Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον1 ἐκ τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης. ΚΡΟΝΟΣ Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν; ΙΕΡΕΥΣ Εὖ λέγεις, καὶ παύσομαι. πλὴν ἔτι μοι καὶ τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς ἐπὶ σοῦ ἀνθρώποις; ΚΡΟΝΟΣ Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων. ΙΕΡΕΥΣ Εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὑπ’ αὐτῶν;2 διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι ἐπιδραμόντες ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν Ὀρφέα ἢ τὸν Ἀκταίωνα αἱ κύνες, περὶ τοῦ μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλὰ πρόσοδον οἱ πολλοὶ πεποίηνται τὴν ἑορτήν. εἶτα οἱ μὲν ἀπέρχονται λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες ποιοῦσιν.
神官 しかし、おおクロノスよ、私はこのことも推測していました。あなたが奴隷たちや足枷に擦りむかれた者たちに対してこのような慈悲深さを示すのは、あの神話から来ているのだと。すなわち、あなた自身も奴隷として仕え、足枷を覚えているがゆえに、同じような苦しみを受けている者たちを敬っているのだと。 クロノス お前は、そのような戯言を言うのをやめないのか。 神官 おっしゃる通りです、やめにしましょう。ただ、もう一つこれにも答えてください。あなたの時代の人々にとって、盤上遊戯をすることは一般的だったのですか。 クロノス いかにも。もっとも、お前たちのようにタラントンや万の金を賭けてではなく、せいぜい胡桃を賭けてだったがね。負けても悔しがったり、他の者たちの中で自分だけが食事にありつけずに泣き続けたりしないようにだ。 神官 実に見事なやり方ですね。何しろ、彼ら自身が純金であるのに、一体何を賭けて遊ぶというのでしょう。私はあなたが話している間にも、次のようなことを考えていました。もし誰かがあの黄金で鍛えられた人々の一人を私たちのこの生活に連れてきて群衆に見せたとしたら、その哀れな男は彼らからどんな目に見舞われたことでしょうか。彼らはその男に襲いかかり、マイナスたちがペンテウスを、あるいはトラキアの女たちがオルフェウスを、あるいは猟犬たちがアクタイオンを引き裂いたように、彼を引き裂いてしまったに違いないと私は確信しています。それぞれがより大きな分け前を持ち帰ろうと互いに競い合いながら。彼らは祭りの中でさえ利益への執着を離れることができず、多くの者が祭りを収入源にしているのですから。そしてある者は宴の席で友人たちから略奪して去り、またある者は不必要にあなたを罵り、自分たちが自発的に行っていることについて全く罪のない賽子を粉々に砕くのです。
ἀτὰρ εἰπέ μοι καὶ τόδε· τί δή ποτε ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες, ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ ἐπιτήδειος τοῖς τρυφῶσι. ΚΡΟΝΟΣ Πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον. παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν. ὥστε νῦν μὲν ἄφες αὐτά. εὐωχώμεθα δὲ ἤδη καὶ κροτῶμεν καὶ ἐπὶ τῇ ἐλευθερίᾳ ἤδη ζῶμεν, εἶτα πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς. οὕτω γὰρ ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι παλίμπαιδας τοὺς γέροντας γίγνεσθαι. ΙΕΡΕΥΣ Ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ μὴ ταῦτα ἃ λέγεις ἡδέα. ὥστε πίνωμεν. ἱκανὰ γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα. καί μοι δοκῶ γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων, ὅσοι γ’ ἐπακοῦσαι τῶν σῶν λόγων ἄξιοι.
しかし、私にこれも言ってください。このように優雅な神であり、老齢であられるのに、なぜ最も不快な季節、すなわち雪が万物を覆い、北風が吹き荒れ、寒さのために凍りついていないものは何もなく、木々は枯れて丸裸で葉を失い、草地は不格好で花を散らし、人々は極めて年老いた者のように身を屈め、多くの者が暖炉の周りに群がっている、まさにその時に祭りを行うのですか。この季節は老人向けでもなければ、優雅に楽しむ者たちに適したものでもありません。 クロノス これお前、もう飲むべき時間なのに、私をあれこれ詮索しすぎる。私にとって全く必要のないこのようなことを哲学的に詮索して、お前は私の祭りの時間を少なからず奪ってしまった。だから今は、そうしたことは水に流そう。すでに宴を楽しんで、手拍子を打ち、すでに自由を謳歌して生きようではないか。それから昔のように胡桃を賭けて盤上遊戯をし、王を投票で選んで、その命令に従おう。そうすれば、「老人は子供に返る」という諺を私は真実なものにできるのだから。 神官 しかし、クロノスよ、あなたが言うこれらのことを愉快に思わない者など、喉が渇いても飲むことができませんように。ですから、飲みましょう。最初の問いに対しても、あなたは十分に答えてくださいました。そして私は、私が尋ねたことや、それらに対してあなたが慈悲深く答えてくださったことなど、私たちのこの語らいを書物に書き留めて、あなたの言葉を聞く価値のある友人たちに読ませてあげるのが良さそうだと思っています。
ΚΡΟΝΟΣΟΛΩΝ Τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν. Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται. Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων.3 ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων ἀλλ’ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρπην εἶχεν πάνυ τεθηγμένην. τὰ δ’ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια.
クロノソロン クロノスの神官にして預言者、また祭りに関する事柄の立法者であるクロノソロンは、次のように語る。 「貧しい者たちがなすべき事柄については、彼ら自身に向けて、書き留めた別の書物を送っておいた。そして、彼らもまたそれらの法律を守るであろうと私は確信している。さもなければ、従わない者たちに対して重く定められている罰則の対象に、直ちになるであろうから。 お前たち、富める者たちよ、これらの命令に違反したり、従わなかったりしないよう気をつけるがよい。なぜなら、そのように従わない者は、立法者である私を軽んじるのではなく、クロノスご自身を軽んじることになると知るべきだからだ。彼は夢の中に現れたのではなく、先日、私が目覚めているときに、ありありとした姿で私に交わり、この祭りのために立法するよう私を選び出されたのだ。彼は囚人のようでも、あるいは不潔さに満ちているのでもなかった。画家たちがお気楽な詩人たちから受け継いでそのように描き出しているのとは違ってね。そうではなく、彼は極めて鋭く研がれた大鎌を手にしていた。そして他の点では、晴れやかで頑健であり、王らしく身を整えておられた。私にはこのような姿で現れたのだが、彼が語られたこともまた極めて神聖であり、お前たちにあらかじめ告知するに値するものである。」
- 8τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον
「奴隷たちや足枷に擦りむかれた者たちに対する慈悲深さ」の意味。ペドトリプス(πεδότριψ)は「足枷(πέδη)で擦られた(τρίβω)者」、すなわち「奴隷」を指す。後続の ἅτε καὶ αὐτὸν δουλεύοντα と照応し、神官がクロノスの奴隷状態の神話を揶揄する文脈を形成している。
- 8ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὑπ’ αὐτῶν;
挿入された εἴ τις ... 節は反実仮想の条件節(現在または過去の事実に反する、あるいはありそうにない仮定)であり、帰結節は οἷα ἔπαθεν ἂν (ἂν + 直説法アオリスト)となっている。文頭の ὡς は全体を導く説明・理由提示の接続詞(「〜だからだ」)である。
- 10Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων.
ὁρᾶτε πῶς μὴ ... は「〜しないように気をつける、注意する」という警戒・命令の表現。πῶς μὴ に続く接続法(παρανομήσητε, παρακούσητε)は、懸念や穏やかな禁止・命令を示す構文である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-30)
- 2026-09-30 表記の統一 — 訳文 1 件
- 2026-09-22 AI校閲 — 原文 1 件
