Humanitext Reader

琉善 · 农神节 §11-14

克洛诺索隆公布节日之法与富人的义务

第 4 段,共 10 段 · 希腊语

内容简介

祭司克洛诺索隆解释了他如何从克洛诺斯神那里获得旨在纠正贫富不均的“节日之法”,并公布了节日期间所有人共同的禁令,以及富人必须履行的具体施舍义务。

§11Ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα, ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων· καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι καὶ χιών· ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά· ἀλλ’ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ δὲ οὐ πάνυ ἑορτάσιμα ὄντα.
因为他看到我面带愁容、深思地走着——正如神明所理所当然的那样——他立刻知道了我的悲伤原因是什么,以及我如何因贫穷而苦恼,在不合时宜的季节里只穿着单衣;因为当时确实寒风凛冽、冰雪交加,而我对这些几乎毫无防备;不仅如此,还因为随着节日临近,我看到其他人都在准备献祭和宴乐,而我自己却完全没有过节的样子。
καὶ δὴ προσελθὼν ὄπισθε καὶ τοῦ ὠτός μου λαβόμενος καὶ διασείσας, ὥσπερ μοι προσπελάζειν εἴωθε, Τί ταῦτα, ἔφη, ὦ Κρονοσόλων, ἀνιωμένῳ ἔοικας;
于是他从后面走上前来,揪住我的耳朵并摇晃着(这是他平时接近我时的习惯),说道:“这是怎么回事,克洛诺索隆? 你看起来很忧伤。
Οὐ γὰρ ἄξιον, ἔφην, ὦ δέσποτα, ὅταν καταράτους μὲν καὶ μιαροὺς ἀνθρώπους ὑπερπλουτοῦντας καὶ μόνους τρυφῶντας ὁρῶν, αὐτὸς δὲ καὶ ἄλλοι συχνοὶ τῶν πεπαιδευμένων ἀπορίᾳ καὶ ἀμηχανίᾳ σύνεσμεν;
”我说:“主人啊,这难道不合适吗? 当我看到那些该死且污秽的人极其富有、独享奢华,而我自己和其他许多受过教育的人却处于贫困和无助之中。
ἀλλ’ οὐδὲ σύ, ὦ δέσποτα, θέλεις παῦσαι ταῦτα καὶ μετακοσμῆσαι πρὸς τὸ ἰσόμοιρον.
难道您,主人,也不愿终止这些,并将其重新调整为平均分配吗?
Τὰ μὲν ἄλλα, ἔφη, οὐ ῥάδιον ἀλλάττειν ὁπόσα ἐκ Κλωθοῦς καὶ τῶν ἄλλων Μοιρῶν πάσχετε, ἃ δέ ἐστι τῆς ἑορτῆς, ἐπανορθώσομαι ὑμῖν τὴν πενίαν.
”他说:“其他由克洛托和其他命运女神让你们遭受的命运不易改变,但关于节日的事,我会为你们纠正这种贫困。
ἡ δὲ ἐπανόρθωσις ἥδε ἔστω· ἴθι, ὦ Κρονοσόλων, καὶ γράψον μοι νόμους τινάς, ἃ χρὴ πράττειν ἐν τῇ ἑορτῇ, ὡς μὴ καθ’ αὑτοὺς οἱ πλούσιοι ἑορτάζοιεν, κοινωνοῖεν δὲ ὑμῖν τῶν ἀγαθῶν.
纠正的方法如下:去吧,克洛诺索隆,为我写下一些在节日期间应当执行的法律,免得富人们自己单独过节,而让他们与你们分享财物。
Ἀλλ’ οὐκ οἶδα, ἔφην.
”我说:“但我不知道怎么写。
Ἐγώ, ἦ δ’ ὅς, διδάξομαί σε·
”他说:“我来教你。
κᾆτα ἀρξάμενος ἐδίδασκεν.
”于是他便开始教我。
§12εἶτα ἐπειδὴ πάντα ἠπιστάμήν, Καὶ εἰπὲ αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ μάτην ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, ἢ γελοῖος ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι.
然后,当我明白了一切,他说:“你告诉他们,如果他们不这样做,我绝不是白白带着这把锋利的镰刀;否则,我既然已经去势了父亲乌拉诺斯,却不去阉割那些违法的富人,让他们变成伴随着长笛和手鼓为母亲神募捐的阉僧,我岂不成了笑柄。
ταῦτα ἠπείλησεν.
”他如此威胁道。
ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν τοὺς θεσμούς.
因此,你们最好不要违背这些法则。
§131. ΝΟΜΟΙ ΠΡΩΤΟΙ Μηδένα μηδὲν μήτε ἀγοραῖον μήτε ἴδιον πράττειν ἐντὸς τῆς ἑορτῆς ἢ ὅσα ἐς παιδιὰν καὶ τρυφὴν καὶ θυμηδίαν· ὀψοποιοὶ μόνοι καὶ πεμματουργοὶ ἐνεργοὶ ἔστωσαν.
1. 第一法律在节日期间,任何人不得进行任何公私事务,唯独涉及游戏、奢华和娱乐的事除外;只有厨师和面点师可以工作。
Ἰσοτιμία πᾶσιν ἔστω καὶ δούλοις καὶ ἐλευθέροις καὶ πένησι καὶ πλουσίοις.
所有人一律平等,无论是奴隶还是自由人,穷人还是富人。
Ὀργίζεσθαι ἢ ἀγανακτεῖν ἢ ἀπειλεῖν μηδενὶ ἐξέστω.
任何人均不得发怒、愤慨或威胁。
Λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων Κρονίοις λαμβάνειν μηδὲ τοῦτο ἐξέστω.
亦不得向管理克洛尼亚节日事务的人索要账目。
Μηδεὶς τὸν ἄργυρον ἢ τὴν ἐσθῆτα ἐξεταζέτω μηδὲ ἀναγραφέτω ἐν τῇ ἑορτῇ μηδὲ γυμναζέσθω Κρονίοις μηδὲ λόγους ἀσκεῖν ἢ ἐπιδείκνυσθαι, πλὴν εἴ τινες ἀστεῖοι καὶ φαιδροὶ σκῶμμα καὶ παιδιὰν ἐμφαίνοντες.
¦p.v.6.p.108 节日期间,任何人不得检查或登记银钱或衣物,不得在克洛尼亚节日期间进行体育训练,亦不得练习或演示演说,除非是幽默开朗、带有讽刺和游戏色彩的演说。
§142. ΝΟΜΟΙ ΔΕΥΤΕΡΟΙ Πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων μὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα, ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ’ ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατ’ αὐτοὺς κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα.
2. 第二法律在节日之前很久,富人们应当把每个朋友的名字写在名册上,并准备好相当于年收入十分之一的现钱,以及他们拥有的多余衣物中比他们平时的标准更厚实耐用的衣服,还有为数不少的银器。
ταῦτα μὲν πρόχειρα ἔστω.
这些应当准备妥当。
Τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπ’ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν.
在节日的前一天,应当在屋里举行某种净化仪式,由他们亲自将吝啬、贪财、图利以及其他大多数与他们共存的恶习驱逐出家门。
Ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται, θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ Ἀπόλλωνι μεγαλοδώρῳ.
当他们把房屋打扫干净后,应当向赐予财富的宙斯、施予者赫尔墨斯以及大施大舍的阿波罗献祭。
Εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.
然后,在傍晚时分,应当向他们宣读那份友谊名册。

词汇与语法注释

  1. §11ὥσπερ εἰκὸς ἦν — 这个插入语不修饰前文描述祭司步行的分词,而是修饰主动词“他立刻知道”(ἔγνω),突出了神明特有的超自然洞察力。
  2. §11τοῦ ὠτός μου λαβόμενος — 拉扯或触摸耳朵的手势在古希腊罗马时期是一种传统的动作,用于引起注意或唤醒记忆,表示神明与凡人之间的亲密关系。
  3. §12ἢ γελοῖος ἂν εἴην... μὴ εὐνουχίζων — 带否定词 μὴ 的现在分词 εὐνουχίζων 起到条件从句的作用(相当于 εἰ μὴ εὐνουχίζοιμι,意为“如果不去势”),与主句中带 ἄν 的欲求语气动词 εἴην 结合,构成一个违背事实的条件句。
  4. §14ὅση παχυτέρα ἢ κατ’ αὐτοὺς κατασκευή — 短语 κατ’ αὐτούς 意为“符合他们的标准”。在这里,它指的是与富人平时的奢华标准相比,质地更厚实、更实用的衣服,适合作为御寒衣物施舍给穷人。

引用这一段

琉善, 农神节 §11-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:11-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。