- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:26-30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
クロノスは貧者たちに対し、富者の生活は絶え間ない不安と健康を害する無節制に満ちており、彼らの贅沢品の多くは貧者に見せびらかすためのものであると説き、両者とも間もなく死を迎えるのだから祝祭をそのまま楽しむようにと諭す。
τὸ δὲ ὅλον, ἴστε1 οἱ πένητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι. τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖόν ἐστιν. αἵ τε γὰρ φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλ’ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν. ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἂν εἴη μέρος τῶν ἀνιώντων αὐτούς. εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσιν, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν.
要するに、あなた方貧者は騙されており、富者について正しく考えていないということを知るがよい。あなた方は、彼らが贅沢に食事をし、美味なワインに酔い、美しい少年たちや女たちと交わり、柔らかい衣服を身にまとっているからといって、彼らがこの上なく幸福であり、彼らだけが快い人生を送っていると思っている。しかし、それがどのようなものであるかを、あなた方はまったく知らないのだ。これらについての気遣いは小さくなく、それぞれが、家令が怠けたり盗み出したりして気づかれないでいるのではないか、ワインが酸っぱくならないか、穀物に虫がわかないか、あるいは盗賊が杯を盗み去りはしないか、民衆が、彼が僭主になろうとしていると主張する密告者たちの言葉を信じてしまわないかと、夜も眠れずに監視している必要がある。しかし、これらすべてを合わせても、彼らを悩ませるものの何分の一にも満たないであろう。もしあなた方が、彼らの抱える恐れや心配を知っていたなら、富は絶対に避けるべきものとあなた方には思われたであろうに。
ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν2 αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπ’ ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν.
そもそも、もし富むことや王であることが良いことだったなら、私自身がこれほど狂乱して、それらを投げ捨てて他人に譲り、一市民として座して、他人の命令に甘んじるなどということがあっただろうと、あなたは思うのか。しかし、富者や支配者に付きまとうことが避けられないこれら多くの事柄を知っていたからこそ、私は賢明にも支配権を手放したのだ。
Καὶ γὰρ ἃ νῦν ἐποτνιῶ πρός με, ὡς τοὺς μὲν ὑῶν καὶ πλακούντων ἐμφορουμένους ἐν τῇ ἑορτῇ, σκέψαι ὁποῖά ἐστι. πρὸς μὲν γὰρ τὸ παρὸν ἡδὺ καὶ οὐκ ἀνιαρὸν ἴσως ἑκάτερον αὐτῶν, πρὸς δὲ τὰ μετὰ ταῦτα ἔμπαλιν ἀναστρέφεται τὸ πρᾶγμα. εἶτα ὑμεῖς μὲν οὔτε καρηβαροῦντες ἀνασταίητ’ ἂν ἐς τὴν ὑστεραίαν ὥσπερ ἐκεῖνοι ὑπὸ τῆς μέθης οὔτε ὑπὸ τῆς ἄγαν πλησμονῆς δυσῶδές τι καὶ καπνωδέστερον ἐρυγγάνοντες· οἱ δὲ τούτων τε ἀπολαύουσι καὶ τὸ πολὺ τῆς νυκτὸς ἢ παισὶν ἢ γυναιξὶν ἢ ὅπως ἂν ὁ τράγος κελεύῃ συναναφυρέντες ἢ φθόην ἢ περιπνευμονίαν ἢ ὕδερον οὐ χαλεπῶς συνελέξαντο ἐκ τῆς πολλῆς τρυφῆς. ἢ τίνα ἂν αὐτῶν ῥᾳδίως δεῖξαι δύναιο μὴ πάντως ὠχρὸν ὄντα πολὺ τὸ νεκρῶδες ἐμφαίνοντα; τίνα δὲ ἐς γῆρας ἀφικόμενον τοῖς αὐτοῦ ποσίν, ἀλλὰ μὴ φοράδην ἐπὶ τεττάρων ὀχούμενον, ὁλόχρυσον μὲν τὰ ἔξω, κατάρραφον δὲ τὰ ἔνδον, ὥσπερ αἱ τραγικαὶ ἐσθῆτες ἐκ ῥακῶν πάνυ εὐτελῶν συγκεκαττυμέναι; ὑμεῖς δὲ ἰχθύων μὲν ἄγευστοι καὶ ἄσιτοι, ποδάγρας δὲ ἢ περιπνευμονίας οὐχ ὁρᾶθ’ ὅτι καὶ τούτων ἄπειροί ἐστε, ἢ εἴ τι κατ’ ἄλλην τινὰ αἰτίαν συμβαίνει; καίτοι οὐδ’ αὐτοῖς ἐκείνοις ἡδύ ἐστιν αὐτὸν καθ’ ἡμέραν καὶ πέρα τοῦ κόρου ἐσθίειν τούτων, ἀλλὰ ἴδοις ἂν αὐτοὺς οὕτω λαχάνων καὶ θύμου ὀρεγομένους ἐνίοτε, ὥσπερ οὐδὲ σὺ3 τῶν λαγωῶν καὶ ὑῶν.
あなたが今、私に対して、彼らは祝祭において豚肉やケーキをたらふく食べていると嘆いている事柄について、それがどのようなものであるか考えてみなさい。現在のところは、それらのどちらも甘美で、おそらく苦痛のないものかもしれないが、その後のことを考えると、事態は正反対に逆転するのだ。その結果、あなた方は翌朝、彼らのように二日酔いで頭痛を抱えて起きることもなければ、過度の満腹のために悪臭のする煙たいげっぷをすることもないだろう。しかし彼らは、これらをご馳走として享受し、夜の大半を少年たちや女たちと、あるいは欲情が命じるままに交わり、過度の贅沢から、肺病や肺炎や水腫をいとも簡単に患ってしまうのだ。あるいは、彼らのうちの誰を、完全に青白く、死人のような様子を大いに漂わせてはいない者として、あなたが容易に指し示すことができるだろうか。また、彼らのうち誰が、自分の足で老境に達するだろうか。むしろ、4人の担ぎ手によって担架で運ばれ、外側は金色に輝いているが、内側はつぎはぎだらけで、まるで極めて安価なボロ布から縫い合わされた悲劇の衣装のようではないか。他方、あなた方は魚を味わうこともなく、食べ物にも欠いているが、痛風や肺炎に対しても同様に無縁であるのがわからないだろうか。それとも、何か別の原因でそういう病気にかかることがあるだろうか。もっとも、彼ら自身にとっても、毎日飽きるほどにそれらを食べるのは愉快なことではなく、時には彼らが野菜やタイムを、あなた同様に野ウサギや豚を欲しがらないほどに激しく求めているのを目にするだろう。
Ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς—υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών. καὶ ὅλως πολλά ἐστιν ἅπερ ὑμεῖς ἀγνοοῦντες τὸν χρυσὸν ὁρᾶτε αὐτῶν μόνον καὶ τὴν πορφύραν, καὶ ἢν ἴδητέ ποτε ἐξελαύνοντας ἐπὶ λευκοῦ ζεύγους, κεχήνατε καὶ προσκυνεῖτε. εἰ δὲ ὑπερεωρᾶτε αὐτῶν καὶ κατεφρονεῖτε καὶ μήτε ἐπεστρέφεσθε πρὸς τὴν ἀργυρᾶν ἁρμάμαξαν μήτε μεταξὺ διαλεγομένων εἰς τὸν ἐν τῷ δακτυλίῳ σμάραγδον ἀφεωρᾶτε καὶ τῶν ἱματίων παραπτόμενοι τὸ μαλακὸν ἐθαυμάζετε, ἀλλ’ εἰᾶτε καθ’ ἑαυτοὺς πλουτεῖν, εὖ ἴστε, αὐτοὶ ἐφ’ ὑμᾶς ἰόντες ἐδέοντο συνδειπνεῖν, ὡς ἐπιδείξαιντο ὑμῖν τὰς κλίνας καὶ τὰς τραπέζας καὶ τὰ ἐκπώματα, ὧν οὐδὲν ὄφελος, εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη.4
彼らを苦しめる他の多くのこと――放蕩な息子、あるいは召使に恋焦がれる妻、あるいは快楽のためというよりは義務から一緒にいる愛人――については、言うのを控えよう。そして総じて、あなた方が知らない多くのことがあり、あなた方は彼らの金と紫の衣だけを見ており、彼らが白い馬の二頭立て馬車に乗って出かけるのを見かけると、口を開けて見とれ、平伏するのだ。もしあなた方が彼らを見下し、軽蔑し、銀の馬車に振り向きもせず、会話の最中に彼らの指輪のエメラルドを見つめたり、衣服に触れてその柔らかさに感嘆したりせず、ただ彼らが勝手に富むがままにさせておいたなら、よく知るがよい、彼らの方からあなた方のところへやって来て、一緒に食事をしてくれと頼んだことだろう。自分たちの寝台やテーブルや杯を見せびらかすために。それらの所有は、証人がいなければ何の役にも立たないのだから。
τά γέ τοι πλεῖστα εὕροιτε ἂν αὐτοὺς ὑμῶν ἕνεκα κτωμένους, οὐχ ὅπως αὐτοὶ χρήσωνται, ἀλλ’ ὅπως ὑμεῖς θαυμάζοιτε. Ταῦτα ὑμᾶς παραμυθοῦμαι εἰδὼς τὸν βίον ἑκάτερον, καὶ ἄξιον ἑορτάζειν ἐνθυμουμένους ὅτι μετ’ ὀλίγον ἅπαντας δεήσει ἀπιέναι ἐκ τοῦ βίου κἀκείνους τὸν πλοῦτον καὶ ὑμᾶς τὴν πενίαν ἀφέντας. πλὴν ἐπιστελῶ γε αὐτοῖς ὥσπερ ὑπεσχόμην, καὶ οἶδ’ ὅτι οὐκ ὀλιγωρήσουσι τῶν ἐμῶν γραμμάτων.
少なくとも彼らが手に入れるものの大部分は、自分たち自身が使うためではなく、あなた方に感嘆させるために、あなた方のゆえに手に入れているのだということが、あなた方にもわかるだろう。 両方の生き方を知っている私は、これらの言葉であなた方を慰める。そして、間もなく全員が人生から去らねばならず、彼らは富を、あなた方は貧しさを後に残して去るのだということを心に留めて、祝祭を祝うのがふさわしい。ともあれ、約束通りに私は彼らに手紙を書くつもりであり、彼らが私の手紙を無視しないことを私は知っている。
- 26ἴστε
二人称複数の直説法現在としても命令法としても解釈可能であるが、ここでは直後に呼格 οἱ πένητες ὑμεῖς と分詞補語を伴って、強い教示を示す命令法(「知るがよい」)として解釈するのが最も自然である。
- 27ἀφέντα ἂν
小辞 ἄν は対格不定詞 κορυβαντιᾶσαι および καθῆσθαι(意味上の主語は με αὐτόν)に係り、条件節 εἰ καλὸν ἦν(過去の事実に反する仮定)と結びついて反実仮想の帰結部(「~したであろうに」)を形成している。分詞 ἀφέντα と παραχωρήσαντα は不定詞の主語に一致する対格。
- 28ὥσπερ οὐδὲ σὺ
この比較節は「あなた(貧者)が野ウサギや豚の肉を欲しがらないのと同様に」と直訳されるが、文脈上は二重の対比である。富者が飽きたご馳走を嫌って質素な野菜を渇望する様子が、貧者が手に入らないご馳走を切望する(あるいは、貧者がそれらを日常的に口にできないため飽きることがない)対照的な状況を指している。
- 29εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη
条件節に希求法 εἴη を用いることで、一般的・抽象的な可能性(「もし所有が証人のいないものであるならば」)を示している。主節は οὐδὲν ὄφελος [ἐστί] と直説法現在(be動詞の省略)になっており、客観的な事実(「何の役にも立たない」)として結論づけられている。
