§0ἀνῆλθεν τις ἐς τὴν ἀκρόπολιν ἀποκτενῶν τὸν τυραννον·
有人登上卫城,企图刺杀僭主。
αὐτὸν μὲν οὐχ εὗρεν, τὸν δε υἱὸν αὐτοὺ ἀποκτείνας κατέλιπε τὸ ξίφος ἐν τῷ σώματι.
他没有找到僭主本人,但在杀死他的儿子后,将剑留在了尸体上。
ἐλθὼν ὁ τύραννος καὶ τὸν υἱὸν ἰδὼν ἤδη νεκρὸν τῷ αὐτῷ ζίφει, ἑαυτὸν ἀπέκτεινεν.
僭主走过来,看到儿子已经被那同一把剑刺死,便自杀了。
αἰτεῖ ὁ ἀνελθὼν καὶ τὸν τοῦ τυράννου υἱὸν ἀνελὼν γέρας ὡς τνραννοκτόνος.
那个登上卫城并杀死僭主儿子的人,作为“刺杀僭主者”请求获得奖赏。
§1δύο τυράννους ἀποκτείνας, ὦ ἄνδρες δικασταί, μιᾶς ἡμέρας, τὸν μὲν ἤδη παρηβηκότα, τὸν δὲ ἀκμάζοντα καὶ πρὸς διαδοχὴν τῶν ἀδικημάτων ἑτοιμότερον, ἥκω μίαν ὅμως ἐπʼ ἀμφοτέροις αἰτήσων δωρεὰν μόνος τῶν πώποτε τυραννοκτόνων πληγῇ μιᾷ δύο πονηροὺς ἀποσκευασάμενος καὶ φονεύσας τὸν μὲν παῖδα τῷ ξίφει, τὸν πατέρα δὲ τῇ πρὸς τὸν υἱὸν φιλοστοργίᾳ.
诸位陪审员,在一天之内杀死了两个僭主——一个是已经衰老的,另一个则是年轻力壮、更准备好继承罪恶的——我虽然只为这两人请求一份奖赏,但我作为有史以来唯一的刺杀僭主者,以一击除去了两个恶人:用剑杀死了儿子,用对儿子的挚爱杀死了父亲。
ὁ μὲν οὖν τύραννος ἀνθʼ ὧν ἐποίησεν ἱκανὴν ἡμῖν δέδωκε τιμωρίαν, ζῶν μὲν τὸν υἱὸν ἐπιδὼν προανῃρημένον παρὰ τὴν τελευτήν, τελευταῖον δὲ ἠναγκασμένος, τὸ παραδοξότατον, αὐτὸς αὑτοῦ γενέσθαι τυραννοκτόνος.
因此,僭主因其所作所为,已经向我们支付了充分的惩罚,因为他在活着的时候,在临终前亲眼看到儿子先于自己被杀,而最后最出人意料的是,他被迫成为了自己的人民的刺杀僭主者。
ὁ παῖς δὲ ὁ ἐκείνου τέθνηκεν μὲν ὑπʼ ἐμοῦ, ὑπηρέτησε δέ μοι καὶ ἀποθανὼν πρὸς ἄλλον φόνον, ζῶν μὲν συναδικῶν τῷ πατρί, μετὰ θάνατον δὲ πατροκτονήσας, ὡς ἐδύνατο.
他的儿子虽然死于我手,但死后也协助我完成了另一次谋杀:他活着时与父亲一同作恶,死后则尽其所能地弑父。
§2τὴν μὲν οὖν τυραννίδα ὁ παύσας εἰμὶ ἐγὼ καὶ τὸ ξίφος ὃ πάντα εἴργασται ἐμόν, τὴν δὲ τάξιν ἐνήλλαξα τῶν φόνων καὶ τὸν τρόπον ἐκαινοτόμησα τῆς τῶν πονηρῶν τελευτῆς, τὸν μὲν ἰσχυρότερον καὶ ἀμύνασθαι δυνάμενον αὐτὸς ἀνελών, τὸν γέροντα δὲ μόνῳ παραχωρήσας τῷ ξίφει.
因此,结束僭主统治的人是我,而成就这一切的剑也是我的。 我颠倒了谋杀的顺序,创新了恶人死亡的方式:我亲手杀死了更强大、能够自卫的那一个,而把那个老人留给了那把孤独的剑。
§3ἐγὼ μὲν οὖν καὶ περιττότερόν τι ἐπὶ τούτοις ᾤμην γενήσεσθαί μοι παρʼ ὑμῶν καὶ δωρεὰς λήψεσθαι ἰσαρίθμους τοῖς ἀνῃρημένοις, ὡς ἂν οὐ τῶν παρόντων ἀπαλλάξας ὑμᾶς μόνον, ἀλλὰ καὶ τῆς τῶν μελλόντων κακῶν ἐλπίδος, καὶ τὴν ἐλευθερίαν βέβαιον παρασχών, οὐδενὸς παραλελειμμένου κληρονόμου τῶν ἀδικημάτων·
因此,我本来以为,对于这些功绩,我会从你们那里得到更加丰厚的奖赏,并获得与被杀者人数相等的报酬,因为我不仅使你们摆脱了眼前的痛苦,而且消除了对未来灾难的预料,并使自由变得稳固,因为没有留下任何罪恶的继承人。
μεταξὺ δὲ κινδυνεύω τοσαῦτα κατορθώσας ἀγέραστος ἀπελθεῖν παρʼ ὑμῶν καὶ μόνος στερέσθαι τῆς παρὰ τῶν νόμων ἀμοιβῆς, οὓς διεφύλαξα.
然而,在这期间,我取得了如此巨大的成功,却面临着从你们这里空手而归的危险,并面临着成为唯一被剥夺我所捍卫的法律所给予的回报的人。
ὁ μὲν οὖν ἀντιλέγων οὑτοσὶ δοκεῖ μοι οὐ κηδόμενος, ὥς φησι, τῶν κοινῶν αὐτὸ ποιεῖν, ἀλλʼ ἐπὶ τοῖς τετελευτηκόσι λελυπημένος καὶ ἀμυνόμενος τὸν ἐκείνοις τοῦ θανάτου αἴτιον γεγενημένον.
现在,这位反对我的人,在我看来,并不是像他所说的那样出于对公共利益的关心而这样做,而是因为对死者感到悲伤,并向造成他们死亡的人报复。
§4ὑμεῖς δὲ ἀνάσχεσθέ μου, ὦ ἄνδρες δικασταί, πρὸς ὀλίγον τὰ ἐν τῇ τυραννίδι καίπερ εἰδόσιν ὑμῖν ἀκριβῶς διηγουμένου·
诸位陪审员,请你们耐心地听我稍稍讲述一下僭主统治时期的情况,尽管你们已经非常清楚。
καὶ γὰρ τὸ μέγεθος οὕτω μάθοιτʼ ἂν τῆς εὐεργεσίας τῆς ἐμῆς, καὶ αὐτοὶ μᾶλλον εὐφρανεῖσθε λογιζόμενοι ὧν ἀπηλλάγητε.
因为这样你们才能了解我的恩惠有多么巨大,而你们自己在想到脱离了什么时也会更加高兴。
οὐ γὰρ ὥσπερ ἄλλοις τισὶν ἤδη συνέβη πολλάκις, ἁπλῆν καὶ ἡμεῖς τυραννίδα καὶ μίαν δουλείαν ὑπεμείναμεν, οὐδὲ ἑνὸς ὑπηνέγκαμεν ἐπιθυμίαν δεσπότου, ἀλλὰ μόνοι τῶν πώποτε τὰ ὅμοια δυστυχησάντων δύο ἀνθʼ ἑνὸς τυράννους εἴχομεν καὶ πρὸς διττὰ οἱ δυστυχεῖς ἀδικήματα διῃρούμεθα.
因为不像其他许多人曾经多次经历的那样,我们忍受的并不是一个单一的僭主政权或单一的奴役,我们也没有承受一个主人的欲望,而是在所有曾经遭受类似不幸的人中,唯独我们拥有两个僭主而不是一个,我们这些不幸的人被双重的罪恶所撕裂。
μετριώτερος δὲ ὁ πρεσβύτης ἦν παρὰ πολὺ καὶ πρὸς τὰς ὀργὰς ἠπιώτερος καὶ πρὸς τὰς κολάσεις ἀμβλύτερος καὶ πρὸς τὰς ἐπιθυμίας βραδύτερος, ὡς ἂν ἤδη τῆς ἡλικίας τὸ μὲν σφοδρότερον τῆς ὁρμῆς ἐπεχούσης, τὰς δὲ τῶν ἡδονῶν ὀρέξεις χαλιναγωγούσης.
年长的那位要温和得多,脾气也更温顺,惩罚也更轻,欲望也更迟缓,因为他的年龄已经抑制了他冲动的剧烈,勒住了他对享乐的渴望。
καὶ πρός γε τὴν ἀρχὴν τῶν ἀδικημάτων ὑπὸ τοῦ παιδὸς ἄκων προσῆχθαι ἐλέγετο, οὐ πάνυ τυραννικὸς αὐτὸς ὤν, ἀλλʼ εἴκων ἐκείνῳ·
而且,关于罪恶的开始,据说他是被儿子违背意愿地拖入其中的,他自己并不怎么具有僭主的本性,而是顺从儿子。
φιλότεκνος γὰρ ἐς ὑπερβολὴν ἐγένετο, ὡς ἔδειξεν, καὶ πάντα ὁ παῖς ἦν αὐτῷ καὶ ἐκείνῳ ἐπείθετο καὶ ἠδίκει ὅσα κελεύοι καὶ ἐκόλαζεν οὓς προστάττοι καὶ πάντα ὑπηρέτει, καὶ ὅλως ἐτυραννεῖτο ὑπʼ αὐτοῦ καὶ δορυφόρος τῶν τοῦ παιδὸς ἐπιθυμιῶν ἦν.
因为他极其溺爱孩子,正如他所表现的那样,儿子就是他的一切,他听从儿子,儿子命令做什么坏事他就做,儿子命令惩罚谁他就惩罚,一切都听命于他,总之他被儿子所统治,成了儿子欲望的卫兵。