§5ὁ νεανίας δὲ τῆς μὲν τιμῆς παρεχώρει καθʼ ἡλικίαν ἐκείνῳ καὶ μόνου ἐξίστατο τοῦ τῆς ἀρχῆς ὀνόματος, τὸ δʼ ἔργον τῆς τυραννίδος καὶ τὸ κεφάλαιον αὐτὸς ἦν, καὶ τὸ μὲν πιστὸν καὶ ἀσφαλὲς ἀπʼ αὐτοῦ παρεῖχε τῇ δυναστείᾳ, τὴν δὲ ἀπόλαυσιν μόνος ἐκαρποῦτο τῶν ἀδικημάτων.
若者は、年齢に応じて彼に名誉を譲り、支配という名のみからは身を退いていたが、僭主政の実質と核心は彼自身であり、彼自身の側から支配に対して信頼と安全を提供し、不正による甘い汁は一人で享受していた。
ἐκεῖνος ἦν ὁ τοὺς δορυφόρους συνέχων, ὁ τὴν φρουρὰν κρατύνων, ὁ τοὺς τυραννουμένους φοβῶν, ὁ τοὺς ἐπιβουλεύοντας ἐκκόπτων, ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν, ὁ ἐνυβρίζων τοῖς γάμοις·
彼は護衛兵を統率し、守備隊を強化し、支配される人々を恐怖に陥れ、陰謀を企てる者を根絶やしにする者であった。 若者たちを引き離し、婚礼を侮辱するのも彼であった。
ἐκείνῳ αἱ παρθένοι ἀνήγοντο, καὶ εἴ τινες σφαγαὶ καὶ εἴ τινες φυγαὶ καὶ χρημάτων ἀφαιρέσεις καὶ βάσανοι καὶ ὕβρεις, πάντα ταῦτα τολμήματα ἦν νεανικά.
彼のもとに処女たちが連行され、虐殺や追放、財産の没収、拷問、侮辱があれば、これらはすべて若者の蛮行であった。
ὁ γέρων δὲ ἐκείνῳ ἠκολούθει καὶ συνηδίκει καὶ ἐπῄνει μόνον τὰ τοῦ παιδὸς ἀδικήματα, καὶ τὸ πρᾶγμα ἡμῖν ἀφόρητον καθειστήκει·
老人は彼に従い、ともに不正を行い、ただ息子の不正を称賛するだけで、事態は私たちにとって耐え難いものとなっていた。
ὅταν γὰρ αἱ τῆς γνώμης ἐπιθυμίαι τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν προσλάβωσιν, οὐδένα ὅρον ποιοῦνται τῶν ἀδικημάτων.
というのも、精神の欲望が支配から得られる権力を手中に収めるとき、彼らは不正に対して何の制限も設けないからである。
§6μάλιστα δὲ ἐκεῖνο ἐλύπει, τὸ εἰδέναι μακράν, μᾶλλον δὲ ἀΐδιον, τὴν δουλείαν ἐσομένην καὶ ἐκ διαδοχῆς παραδοθησομένην τὴν πόλιν ἄλλοτε ἄλλῳ δεσπότῃ καὶ πονηρῶν κληρονόμημα γενησόμενον τὸν δῆμον·
\n 何よりも苦痛であったのは、隷属が長引くこと、むしろ永遠のものとなることを知っていることであり、この都市が継承によって次から次へと異なる主人に引き渡され、民衆は悪人たちの相続物となるであろうということであった。
ὡς τοῖς γε ἄλλοις οὐ μικρά τις ἐλπὶς αὕτη, τὸ λογίζεσθαι καὶ πρὸς αὐτοὺς λέγειν,
ἀλλʼ ἤδη παύσεται,
ἀλλʼ ἤδη τεθνήξετα καὶ μετʼ ὀλίγον ἐλεύθεροι γενησόμεθα. ἐπʼ ἐκείνων δὲ οὐδὲν τοιοῦτον ἠλπίζετο, ἀλλὰ ἑωρῶμεν ἤδη ἕτοιμον τὸν τῆς ἀρχῆς διάδοχον.
他の人々にとっては、次のように考え、自分に言い聞かせることが決して小さくない希望となるからである。 \n「しかし、すぐに終わるだろう」 \n「しかし、すぐに死ぬだろう、そして少しすれば私たちは自由になるだろう」 \nだが、あの者たちの下では、そのようなことは何も望まれず、私たちは支配の相続人がすでに用意されているのを見ていた。
τοιγαροῦν οὐδʼ ἐπιχειρεῖν τις ἐτόλμα τῶν γεννικῶν καὶ τὰ αὐτὰ ἐμοὶ προαιρουμένων, ἀλλʼ ἀπέγνωστο παντάπασιν ἡ ἐλευθερία καὶ ἄμαχος ἡ τυραννὶς ἐδόκει, πρὸς τοσούτους ἐσομένης τῆς ἐπιχειρήσεως.
それゆえ、高潔で私と同じことを志す者たちでさえ、誰も試みようとする勇気がなく、自由は完全に諦められ、僭主政は無敵であると思われた。 その試みはこれほど多くの者を相手になされねばならないからである。
§7ἀλλʼ οὐκ ἐμὲ ταῦτα ἐφόβησεν οὐδὲ τὸ δυσχερὲς τῆς πράξεως λογισάμενος ἀπώκνησα οὐδὲ πρὸς τὸν κίνδυνον ἀπεδειλίασα, μόνος δέ, μόνος πρὸς οὕτως ἰσχυρὰν καὶ πολλὴν τυραννίδα, μᾶλλον δὲ οὐ μόνος, ἀλλὰ μετὰ τοῦ ξίφους ἀνῄειν τοῦ συμμεμαχημένου καὶ τὸ μέρος συντετυραννοκτονηκότος, πρὸ ὀφθαλμῶν μὲν τὴν τελευτὴν ἔχων, ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς.
\n しかし、これらのことは私を恐れさせず、行いの困難さを考慮して躊躇することも、危険を前に臆することもなかった。 私は独りで、このような強力で強大な僭主政に対し独りで、いや独りではなく、ともに戦い、ある程度共に僭主を殺した剣を携えて登っていった。 死を目の前にしながらも、それでも自分の死と引き換えに共通の自由を得るために。
ἐντυχὼν δὲ τῇ πρώτῃ φρουρᾷ καὶ τρεψάμενος οὐ ῥᾳδίως τοὺς δορυφόρους καὶ τὸν ἐντυγχάνοντα κτείνων καὶ τὸ ἀνθιστάμενον πᾶν διαφθείρων ἐπὶ τὸ κεφάλαιον αὐτὸ τῶν ἔργων ἱέμην, ἐπὶ τὴν μόνην τῆς τυραννίδος ἰσχύν, ἐπὶ τὴν ὑπόθεσιν τῶν ἡμετέρων συμφορῶν·
そして最初の守備隊に出会い、容易ではないものの護衛兵たちを敗走させ、出会う者を殺し、抵抗するすべての者を滅ぼしながら、私は行いの核心そのものへと、すなわち僭主政の唯一の力、私たちの不幸の根源へと突進した。
καὶ ἐπιστὰς τῷ τῆς ἀκροπόλεως φρουρίῳ καὶ ἰδὼν γεννικῶς ἀμυνόμενον καὶ ἀνθιστάμενον πολλοῖς τραύμασιν ὅμως ἀπέκτεινα.
そして城砦の砦に到達し、彼が雄々しく防戦し抵抗しているのを見て、多くの傷を負いながらも、それでも彼を殺した。
§8καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος.
\n こうして僭主政はすでに打倒され、私の壮挙は終わりを告げ、それ以後、私たちは全員自由であったが、まだ老人一人が残されていた。 武器を持たず、守衛たちを失い、自分のあの強力な護衛兵を失い、孤独で、もはや気高い手による死に値しない状態で。
ἐνταῦθα τοίνυν πρὸς ἐμαυτόν, ὦ ἄνδρες δικασταί, τὰ τοιαῦτα ἐλογιζόμην·
\nそこで、裁判員諸公よ、私は自分の中で次のように考えた。
πάντʼ ἔχει μοι καλῶς, πάντα πέπρακται, πάντα κατώρθωται.
\n「すべてはうまくいった。 すべては成し遂げられ、すべては成功した。
τίνα ἂν ὁ περίλοιπος κολασθείη τρόπον;
残された者はどのような方法で罰せられるべきか。
ἐμοῦ μὲν γὰρ ἀνάξιός ἐστι καὶ τῆς ἐμῆς δεξιᾶς, καὶ μάλιστα ἐπʼ ἔργῳ λαμπρῷ καὶ νεανικῷ καὶ γενναίῳ ἀνῃρημένος, καταισχύνων κἀκείνην τὴν σφαγήν·
というのも、彼は私と私の右手に値せず、特に輝かしく若々しく高潔な行いの後に殺されるのでは、あの殺害をも辱めることになる。
ἄξιον δέ τινα δεῖ ζητῆσαι δήμιον, ἀλλαγὴν συμφορᾶς, μηδὲ τὴν αὐτὴν κερδαίνειν.
何かふさわしい処刑人を、災難の転換を求めるべきであり、同じ方法で得をさせてはならない。
ἰδέτω, κολασθήτω, παρακείμενον ἐχέτω τὸ ξίφος·
彼に見させ、罰せさせ、傍らに剣を置かせよ。
τούτῳ τὰ λοιπὰ ἐντέλλομαι.
この剣に、私は残りのことを命じる。
ταῦτα βουλευσάμενος αὐτὸς μὲν ἐκποδὼν ἀπηλλαττόμην, ὁ δέ, ὅπερ ἐγὼ προὐμαντευσάμην, διεπράξατο καὶ ἐτυραννοκτόνησεν καὶ τέλος ἐπέθηκε τῷ ἐμῷ δράματι.
」 \nこのように思案して、私自身は邪魔にならないように立ち去った。 すると彼は、私が予言した通りに、それを実行し、僭主を殺し、私の劇に終止符を打った。