§19ποῦ μοι τὸ ξίφος;
我的剑在哪里?
μή τις ἄλλος τοῦτο γνωρίζει;
还有别人认得它吗?
μή τινος ἄλλου ὅπλον τοῦτο ἦν;
这是别人的武器吗?
τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε;
是谁把它带上卫城的?
πρὸ τοῦ τυράννου τίς ἐχρήσατο;
在僭主之前是谁使用它的?
τίς αὐτὸ ἐπʼ ἐκεῖνον ἀπέστειλεν;
是谁把它刺向他的?
ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς.
哦,我的功绩的合伙人和继承者——剑啊,在经历了这么多危险、这么多杀戮之后,我们却被忽视,显得不配获得赏赐。
εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρʼ ὑμῶν, εἰ γὰρ ἔλεγον,
ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτο ἐμὸν ὑπηρέτησε καὶ πρὸς τὸ τέλος τῆς ἐλευθερίας συνήργησε πάντῃ, τοῦτο τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε,
δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε;
因为,如果我仅为了这一件事向你们请求荣誉,如果我说: “诸君,对于那个想死且在关键时刻被发现没有武装的僭主,我的这把剑侍奉了它,并为自由的最终实现提供了全面的协助;请认为这配得上荣誉和赏赐吧,” 难道你们不会回报拥有如此关乎民生之物的主人吗?
οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε;
难道你们不会把他登记在恩人之中吗?
οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε;
难道你们不会把这把剑供奉在神殿中吗?
οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε;
难道你们不会随同神明一起朝拜它吗?
§20νῦν μοι ἐννοήσατε οἷα πεποιηκέναι εἰκὸς τὸν τύραννον, οἷα δὲ εἰρηκέναι πρὸ τῆς τελευτῆς·
现在请为我想想,僭主在临死前可能做了什么,可能说了什么。
ἐπεὶ γὰρ ὑπʼ ἐμοῦ φονευόμενος καὶ τιτρωσκόμενος πολλοῖς τραύμασιν ἐς τὰ φανερὰ τοῦ σώματος, ὡς ἂν μάλιστα λυπήσειν ἔμελλον τὸν γεγεννηκότα, ὡς ἂν ἐκ τῆς πρώτης θέας διασπαράξειν, ὁ μὲν ἀνεβόησεν οἰκτρόν, ἐπιβοώμενος τὸν γεγεννηκότα οὐ βοηθὸν οὐδὲ σύμμαχον — ᾔδει γὰρ πρεσβύτην ὄντα καὶ ἀσθενῆ — ἀλλὰ θεατὴν τῶν οἰκείων κακῶν·
因为当他的儿子被我杀害、身上显眼的部分受了多处创伤时——这正是为了最深地折磨生他的父亲,为了让他一眼看去便心如刀割——他哀怜地喊叫,呼唤生他的父亲,不是作为帮手或盟友(因为他知道父亲年老体衰),而是作为自己不幸的旁观者。
ἐγὼ γὰρ ἀπηλλαττόμην ποιητὴς μὲν τῆς ὅλης τραγῳδίας γεγενημένος, καταλιπὼν δὲ τῷ ὑποκριτῇ τὸν νεκρὸν καὶ τὴν σκηνὴν καὶ τὸ ξίφος καὶ τὰ λοιπὰ τοῦ δράματος·
而我当时正要离去,我已经成了整部悲剧的创作者,把尸体、舞台、剑以及戏剧的其余部分都留给了演员。
ἐπιστὰς δὲ ἐκεῖνος καὶ ἰδὼν υἱὸν ὃν εἶχεν μόνον ὀλίγον ἐμπνέοντα, ᾑμαγμένον, ἐμπεπλησμένον τοῦ φόνου καὶ τὰ τραύματα συνεχῆ καὶ πολλὰ καὶ καίρια, ἀνεβόησεν τοῦτο· τέκνον, ἀνηρήμεθα, πεφονεύμεθα, τετυραννοκτονήμεθα, ποῦ ὁ σφαγεύς;
但当那个人走上上前,看到他唯一的儿子奄奄一息、满身鲜血、浸透在杀戮中,且伤口密布、繁多而致命时,他大声喊道: “孩子,我们被毁灭了,我们被杀害了,我们遭遇了僭主之刺! 杀戮者在哪里?
τίνι με τηρεῖ;
他把我留给谁?
τίνι με φυλάττει διὰ σοῦ, τέκνον, προανῃρημένον;
孩子,他通过你让我预先被毁灭,又是为了谁而看守着我?
ἢ μή τι ὡς γέροντος ὑπερφρονεῖ, καὶ τῇ βραδυτῆτι, κολάζειν δέον, καὶ παρατείνει μοι τὸν φόνον καὶ μακροτέραν μοι τὴν σφαγὴν ποιεῖ;
还是说,他因为我年老而蔑视我,在应当惩罚的时候以其迟缓拖延对我的杀害,让我的屠杀变得更漫长?
§21καὶ ταῦτα λέγων ἐζήτει τὸ ξίφος· αὐτὸς γὰρ ἄνοπλος ἦν διὰ τὸ πάντα τῷ παιδὶ θαρρεῖν.
” 他一边说着这些,一边寻找着剑;因为他自己由于完全信任孩子而没有武装。
ἀλλʼ οὐδὲ τοῦτο ἐνεδέησεν, πάλαι δὲ ἦν ὑπʼ ἐμοῦ καὶ τοῦτο προπαρεσκευασμένον καὶ πρὸς τὸ μέλλον τόλμημα καταλελειμμένον.
但连这也没有缺失,它早已被我预先准备好,并为未来的大胆之举留在了那里。
ἀποσπάσας δὴ τῆς σφαγῆς καὶ τοῦ τραύματος ἐξελὼν τὸ ξίφος φησί,
πρὸ μικροῦ μέν με ἀπέκτεινας, νῦν δὲ ἀνάπαυσον, ξίφος.
他从伤口中拔出剑,从杀戮中取出兵刃,说道: “不久前你杀死了我,而现在,剑啊,让我安息吧。
πατρὶ πενθοῦντι παραμύθιον ἐλθὲ καὶ πρεσβυτικῇ χειρὶ δυστυχούσῃ συναγώνισαι.
来到一个悲痛的父亲身边作为安慰,协助一只不幸而年迈的手。
ἀπόσφαξον, τυραννοκτόνησον καὶ τοῦ πενθεῖν ἀπάλλαξον.
宰杀我吧,刺杀僭主吧,免除我的悲伤吧!
εἴθε πρῶτός σοι ἐνέτυχον, εἴθε τὴν τάξιν προὔλαβον τοῦ φόνου.
但愿我最先遇到你,但愿我抢占了被杀的顺序。
ἀπέθανον ἄν, ἀλλʼ ὡς τύραννος μόνον, ἀλλʼ ἔτι νομίζων ἕξειν ἔκδικον· νῦν δὲ ὡς ἄτεκνος, νῦν δὲ ὡς οὐδὲ φονέως εὐπορῶν.
那样我虽死,却也只是作为僭主死去,且还以为自己会有复仇者;而现在我作为一个无子之人死去,现在甚至连一个现成的杀手也得不到。
Καὶ ταῦτα ἅμα λέγων ἐπῆγε τὴν σφαγὴν τρέμων, οὐ δυνάμενος, ἐπιθυμῶν μέν, ἀσθενῶν δὲ πρὸς τὴν ὑπηρεσίαν τοῦ τολμήματος.
” 他一边说着这些,一边颤抖着把刃对准自己的喉咙,他无能为力,虽有此愿望,却因年老体弱而无法完成这一大胆的行为。
§22πόσαι κολάσεις ταῦτα;
这些是多少次惩罚?
πόσα τραύματα;
多少处伤口?
πόσοι θάνατοι;
多少次死亡?
πόσαι τυραννοκτονίαι;
多少次刺杀僭主?
πόσαι δωρεαί;
多少份赏赐?
καὶ τέλος ἑωράκατε πάντες τὸν μὲν νεανίαν προκείμενον, οὐδὲ μικρὸν οὐδʼ εὐκαταγώνιστον ἔργον, τὸν πρεσβύτην δὲ αὐτῷ περικεχυμένον καὶ τὸ αἷμα ἀμφοῖν ἀνακεκραμένον, τὴν ἐλευθέριον ἐκείνην καὶ ἐπινίκιον σπονδήν, καὶ τὰ ἔργα τοῦ ξίφους τοῦ ἐμοῦ, αὐτὸ δὲ τὸ ξίφος ἐν μέσῳ ἀμφοτέρων, ἐπιδεικνύμενον ὡς οὐκ ἀνάξιον γεγένηται τοῦ δεσπότου καὶ μαρτυρόμενον ὅτι μοι πιστῶς διηκονήσατο.
最后,你们都看到了那个年轻人躺在那里,这绝非微小、也非易于攻克的伟业,而那个老人俯在上面,两人的鲜血融合在一起,成为那自由与胜利的奠酒,还有我这把剑的功绩,以及那把夹在两人之间的剑本身,它展示着自己没有变得不配其主人,并见证着它曾忠实地为我服务。
τοῦτο ὑπʼ ἐμοῦ γενόμενον μικρότερον ἦν· νῦν δὲ λαμπρότερόν ἐστι τῇ καινότητι.
这件事如果是由我直接做成的,本会显得逊色;但现在,它因其新颖性而更加辉煌。
καὶ ὁ μὲν καθελὼν τὴν τυραννίδα πᾶσαν εἰμὶ ἐγώ· μεμέρισται δὲ ἐς πολλοὺς τὸ ἔργον ὥσπερ ἐν δράματι· καὶ τὰ μὲν πρῶτα ἐγὼ ὑπεκρινάμην, τὰ δεύτερα δὲ ὁ παῖς, τὰ τρίτα δὲ ὁ τύραννος αὐτός, τὸ ξίφος δὲ πᾶσιν ὑπηρέτησεν.
而彻底推翻僭主统治的人是我;但这工作就像在戏剧中一样被分配给了许多人:第一幕由我扮演,第二幕由孩子扮演,第三幕由僭主自己扮演,而剑则为所有人服务。