- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg049.humanitext-grc2:18-21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手は、相手が市民や叙事・悲劇の詩を知る者たちからいかに悪名高く思われているかを暴き、祖国を避けている理由を指摘する。さらに、相手が叙リア、アンティオキア、エジプト、アレクサンドリアで引き起こした破廉恥な醜聞と、ローマ人の雇い主から追い出された決定的な不貞行為を暴露する。
ἀλλʼ οὐχὶ σὺ τοιοῦτος; οὐκ ἂν ἔξαρνος γένοιο, εἰ ἐγὼ τὴν ἀνδρείαν οἶδα τὴν σήν, ὅς γε καὶ μέγα φρονεῖν ἐπὶ τούτῳ μοι δοκεῖς, ὅτι μὴ ἀπόλλυταί σοι ἡ δόξα τῶν ἔργων, ἀλλὰ πᾶσι δῆλος εἶ καὶ περιβόητος. εἰ δὲ καὶ ὁμόσε χωρήσειας καὶ ἀρνήσαιο μὴ τοιοῦτος εἶναι, τίσι πιστὰ ἐρεῖς; τοῖς πολίταις τοῖς σοῖς (ἐκεῖθεν γὰρ ἄρχεσθαι δίκαιον); ἀλλὰ ἴσασιν ἐκεῖνοι τὰς πρώτας σου τροφάς, καὶ ὡς παραδοὺς σεαυτὸν τῷ ὀλέθρῳ ἐκείνῳ στρατιώτῃ συμπεριεφθείρου πάντα ὑπηρετῶν, ἄχρι δή σε, τὸ τοῦ λόγου τοῦτο, ῥάκος πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν.
しかし、君はそうではないというのか?君がそれを否定することなどないだろう、もし私が君のあの図太さを知っているならば。君は、自分の数々の行為の悪名が失われておらず、むしろすべての人に明らかであり、噂の的になっているという、まさにそのことを誇りにさえ思っているように私には見えるのだから。しかし、もし君が真っ向から対決し、自分はそんな人間ではないと否定したところで、誰が君の言うことを信じるだろうか。君の市民たち(そこから始めるのが筋というものだが)だろうか?だが、彼らは君の幼少期の育ちを知っているし、あの破滅的な兵士に身を委ね、万事において彼に仕えながら共に堕落していき、ついには、諺に言うように、君をボロ雑巾のようにずたずたにして放り出されるに至った経緯を知っているのだ。
κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, ἃ πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι. οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδʼ ἂν ἐμήνυσεν ὅ τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν. ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής· καὶ διὰ τοῦτο ἢν πύθωνταί ποτε τὰ τοιαῦτα ὑπὲρ σοῦ ἐκεῖνοι, τοῦτο δὴ τὸ ἐκ τῆς τραγῳδίας, δύο μὲν ἡλίους ὁρᾶν δοκοῦσι, δισσὰς δὲ Θήβας καὶ πρόχειρον ἅπασιν εὐθὺς τὸ ἐκεῖνος ὁ τότε, καὶ μετʼ ἐκεῖνα; τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδʼ ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν· τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι. καίτοι τί ταῦτα ληρῶ; τίνα γὰρ ἂν αἰδεσθείης σύ; τί δʼ ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων; πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρʼ αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό. τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε ἡγεῖσθαι,1 ὄνειδος κοινὸν ἁπάσῃ τῇ πόλει·
また、当然のことながら、彼らは君が劇場に対しておこなったあの若気の至りを覚えている。すなわち、舞踊手たちに調子を合わせ、自分がその引率者であると自負していたことを。とにかく、君より先に劇場に入る者などおらず、劇の題名が何であるかを告げる者もいなかった。そうではなく、君が、この上なく上品な様子で、金の半靴を履き、王者のような衣服をまとって、あらかじめ入場し、観客から好意を求めようとし、花冠を携え、拍手を受けながら立ち去り、すでに彼らから称賛されていたのだ。しかし、今や弁論家にしてソフィストだ!それゆえに、もしあの人々が君についてそのようなことを耳にするようなことがあれば、まさに悲劇の一節にあるように、 「太陽が二つ見え、 テーバイの街が 二重に見える」と思い、誰もがすぐにこう口にするのだ。「あの時のあの男が、そしてあの出来事の後に、これなのか?」と。だからこそ、君自身も賢明にも、彼らの地に全く足を踏み入れず、彼らを訪ねることもせず、冬に過酷でも夏に辛くもなく、むしろフェニキアのすべての都市の中で最も美しく、最も大きい君の祖国を、自ら進んで避けているのだ。というのも、正体を暴かれること、そしてあの昔のことを知っていて覚えている者たちと同席することは、君にとって真に首を括る縄だからだ。もっとも、なぜ私はこんな無駄口を叩いているのか?いったい君が誰を恐れ憚るというのか?また、最も卑劣な行為のうち、何を恥ずかしいと思うというのか?また、彼らのもとに君が大きな財産、あの哀れな小さな塔を持っていると聞いているが、シノペの男の桶の方がそれと比べればゼウスの宮殿に見えるほどだ。 ともかく、君の市民たちに、君を万人のうちで最も忌まわしい者、都市全体の共通の恥辱であると考えないよう説得することは、決して、いかなる方法でもできないだろう。
τάχα δʼ ἂν τοὺς ἄλλους τοὺς ἐν τῇ Συρίᾳ προσλάβοις ὁμοψήφους, εἰ λέγοις μηδὲν πονηρὸν μηδὲ ἐπαίτιον βεβιῶσθαί σοι. Ἡράκλεις, ἡ μὲν Ἀντιόχεια καὶ τοὖργον αὐτὸ εἶδεν, ὅτε τὸν Ταρσόθεν ἥκοντα ἐκεῖνον νεανίσκον ἀπαγαγών — ἀλλὰ καὶ ἀναδέρειν αὐτὰ αἰσχρὸν ἴσως ἐμοί. πλὴν ἀλλὰ ἴσασίν γε καὶ μέμνηνται οἱ τότε ὑμῖν ἐπιστάντες καὶ σὲ μὲν ἐς γόνυ συγκαθήμενον ἰδόντες, ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα,2 εἰ μὴ παντάπασιν ἐπιλήσμων τις εἶ.
もしかしたら、シリアの他の人々を味方に引き入れ、同意を得られるかもしれない。もし君が、自分は邪悪なことも非難されるべきことも一切行わずに生きてきた、と言うならば。ヘラクレスにかけて!アンティオキアの街自体が、その行為そのものを目撃したのだ。タルソスから来たあの若者を連れ去ったときに――いや、それらを暴き立てることは、おそらく私にとっても恥ずべきことだ。ともかく、当時君たちを押さえ、君が膝を折って屈み込み、相手が――君も彼が何をしていたか知っているだろう、君が完全に物忘れがひどいのでなければ――しているのを見た者たちは知っており、覚えているのだ。
ἀλλʼ οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε, οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφʼ οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρʼ ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες. ἀλλʼ οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν,3 οὐδὲ μὰ Δίʼ ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλʼ ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή. εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων. τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω. ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν; ἀλλʼ ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἴει; ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον; οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν. ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν ἐπὶ τῇ σῇ ἐξόδῳ.
しかし、エジプトの人々はおそらく君のことを知らないのだろう。シリアでのあの素晴らしい手柄の後に、私が言ったような理由で逃亡してきた君を受け入れた人々、衣服商たちに追われていた君を。君は彼らから高価な衣服を買い、それを旅費の足しにしていたのだ。しかし、アレクサンドリアが君について目撃していることは、決してそれより少なくはない。ゼウスにかけて、あの都市がアンティオキアに劣ると判定されるべきではない。むしろ、そこでは君の放蕩はより露骨であり、破廉恥な行いはより狂気じみており、それらのことによって君の悪名はより大きくなり、あらゆることにおいて頭は覆われていなかった(恥知らずであった)。 君がそのようなことは一切行っていないと否定したときに、それを信じ、援助者となってくれたであろう者は、ただ一人だけだ。君の最後の雇い主であり、ローマ人の第一流の人々のうちの一人である。彼の名前そのものは、私に伏せることを許してほしい。しかも、私が誰のことを言っているか、誰もが知っているというのに。さて、彼が君との付き合いの中で、君によって敢行され、耐え忍んだ他の数々のことについては、今さら言うまでもないだろう。しかし、お酌の若者であるオイノピオンの膝の上に君が横たわっているのを彼が見つけたとき、君はどう思うか?その行為そのものを目にしながら、君がそのような者ではないと信じただろうか?信じるはずがない、彼が完全に盲目でなかったならば。むしろ、彼はすぐに君を家から追い出すことでその判断を示し、人々が言うように、君が出て行った後にお祓いの儀式を執り行ったのだ。
- 19μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε ἡγεῖσθαι
否定語を伴う動詞(ここでは οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας 「決して説得できないだろう」)の後に不定詞が続く場合、否定が重畳されて μὴ οὐχὶ となり、結果として「~しないよう(説得する)」または「~するのを(妨げる)」という、強い肯定の事実(市民が彼を最も忌まわしい者とみなすこと)を強調する構文として機能している。
- 20ἐκεῖνον δὲ οἶσθα ὅ τι καὶ ποιοῦντα
主節の分詞 ἰδόντες(見た者たち)が σὲ μὲν... ἰδόντες(君が…しているのを見て)を支配し、対比される ἐκεῖνον δὲ(そして彼が)に対しては、関係代名詞的疑問詞 ὅ τι を用いた先取り(prolepsis)が介在して、本来は ἰδόντες に係る分詞であった ποιοῦντα(~しているのを)が οἶσθα ὅ τι と混ざり合っている。全体として「彼が何をしていたかを君は知っている」という緊密な省略的挿入を形成している。
- 21οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν
動詞 σύνοιδα は与格を伴い「(与格の人物)の秘密を共に知っている」「~について知っている」という意味。ここでは「アレクサンドリアは君(σοί)について、それ(シリアでの行い)に劣らず多くの不都合な秘密を共有している(知っている)」と解釈される。
