§1Ἀμφί τε οὐρανοῦ ἀμφί τε ἀστέρων ἡ γραφή, οὐκ αὐτῶν ἀστέρων οὐδʼ αὐτοῦ πέρι οὐρανοῦ, ἀλλὰ μαντείης καὶ ἀληθείης, ἣ δὴ ἐκ τουτέων ἐς ἀνθρώπων βίον ἔρχεται.
这篇关于天空和星辰的记述,并非关于星辰本身或天空本身,而是关于因它们而引入人类生活的预言与真理。
ὁ δέ μοι λόγος οὐκ ὑποθημοσύνην ἔχει οὐδὲ διδασκαλίην ἐπαγγέλλεται ὅκως ταύτην τὴν μαντοσύνην διενεκτέον, ἀλλὰ μέμφομαι ὁκόσοι σοφοὶ ἐόντες τὰ μὲν ἄλλα ἐπασκέουσι καὶ παισὶ τοῖς ἑωυτῶν ἀπηγέονται, μούνην δὲ ἀστρολογίην οὔτε τιμέουσιν οὔτε ἐπασκέουσιν.
我的言说不包含劝诫,也不承诺传授如何进行这种预言之术,但我指责那些身为智者、在其他方面多有实践并传授给子嗣,唯独对占星术既不尊重也不实践的人。
§2καὶ ἡ μὲν σοφίη παλαιὴ οὐδὲ νέον ἐς ἡμέας ἀπίκετο, ἀλλʼ ἔστιν ἔργον ἀρχαίων βασιλέων θεοφιλέων.
这种智慧古已有之,并非最近才传到我们这里,而是深受神明喜爱的古代君王的功绩。
οἱ δὲ νῦν ἀμαθίῃ καὶ ῥᾳθυμίῃ καὶ προσέτι μισοπονίῃ κείνοισί τε ἀντίξοα φρονέουσι καὶ εὖτʼ ἂν ἀνδράσιν ἐπικυρέωσιν ψεύδεα μαντευομένοις, ἄστρων τε κατηγορέουσιν καὶ αὐτὴν ἀστρολογίην μισέουσιν, οὐδέ μιν οὔτε ὑγιέα οὔτε ἀληθέα νομίζουσιν, ἀλλὰ λόγον ψευδέα καὶ ἀνεμώλιον, οὐ δικαίως, ἐμοὶ δοκέει, φρονέοντες·
然而今天的人们由于无知、懈怠以及对劳作的厌恶,其想法与古人背道而驰,一旦遇到用谎言预言的人,就归咎于星辰,憎恨占星术本身,认为它既不健全也不真实,而是一种虚妄而无用的言论——在我看来,他们的想法是不公正的。
οὐδὲ γὰρ τέκτονος ἀϊδρίη τεκτοσύνης αὐτῆς ἀδικίη οὐδὲ αὐλητέω ἀμουσίη μουσικῆς ἀσοφίη, ἀλλʼ οἱ μὲν ἀμαθέες τῶν τεχνῶν, ἑκάστη δʼ ἐν ἑωυτῇ σοφή.
因为,木匠的无知并非木工术本身的过错,笛手的缺乏乐感也非音乐本身的无知;相反,无知的是那些不通技艺的人,而每门技艺本身都是智慧的。
§3πρῶτον μὲν ὦν Αἰθίοπες τόνδε τὸν λόγον ἀνθρώποισι κατεστήσαντο.
首先,埃塞俄比亚人为人类创立了这一学说。
αἰτίη δὲ αὐτέοισι τὰ μὲν ἡ σοφίη τοῦ ἔθνεος — καὶ γὰρ τἄλλα τῶν ἄλλων σοφώτεροι Αἰθίοπες — τὰ δὲ καὶ τῆς οἰκήσιος ἡ εὐμοιρίη· αἰεὶ γὰρ σφέας εὐδίη καὶ γαληναίη περικέαται, οὐδὲ τῶν τοῦ ἔτεος τροπέων ἀνέχονται, ἀλλʼ ἐν μιῇ ὥρῃ οἰκέουσιν.
其原因,一方面在于该民族的智慧(因为在其他方面埃塞俄比亚人也确实比其他人更聪明),另一方面在于他们居所的得天独厚;因为他们周围始终环绕着晴朗幽静的天空,他们不受一年四季更迭的影响,而是生活在单一的季节里。
ἰδόντες ὦν πρῶτα τὴν σεληναίην οὐκ ἐς πάμπαν ὁμοίην φαινομένην, ἀλλὰ πολυειδέα τε γιγνομένην καὶ ἐν ἄλλοτε ἄλλῃ μορφῇ τρεπομένην, ἐδόκεεν αὐτέοισιν τὸ χρῆμα θωύματος καὶ ἀπορίης ἄξιον.
因此,当他们首先看到月亮并非始终如一,而是呈现出多样的姿态,并时常转变为不同的形状时,这一现象在他们看来便是值得惊异和困惑的事。
ἔνθεν δὲ ζητέοντες εὗρον τουτέων τὴν αἰτίην, ὅτι οὐκ ἴδιον τῇ σεληναίῃ τὸ φέγγος, ἀλλά οἱ παρʼ ἠελίου ἔρχεται.
于是他们从此开始探求,并找到了这些现象的原因,即月亮本身没有固有的光芒,其光芒乃是来自于太阳。
§4εὗρον δὲ καὶ τῶν ἄλλων ἀστέρων τὴν φορήν, τοὺς δὴ πλάνητας ἡμεῖς καλέομεν — μοῦνοι γὰρ τῶν ἄλλων κινέονται — φύσιν τε αὐτῶν καὶ δυναστείην καὶ ἔργα τὰ ἕκαστος ἐπιτελέουσιν.
他们还发现了其他星辰的运行,即我们所称的行星——因为在其他星辰中只有它们是运动的——以及它们的天性、力量和各自所完成的影响。
ἐν δὲ καὶ οὐνόματα αὐτέοισιν ἐπέθεσαν, οὐκ οὐνόματα, ὅκως ἐδόκεον, ἀλλὰ σημήια.
他们还给它们冠以名称,正如他们所想的,这些不是普通的名称,而是记号。
§5ταῦτα μὲν ὦν Αἰθίοπες ἐν τῷ οὐρανῷ ἐπέβλεψαν, μετὰ δὲ γείτοσιν οὖσιν Αἰγυπτίοισιν ἀτελέα τὸν λόγον παρέδοσαν, Αἰγύπτιοι δὲ παρὰ σφέων ἐκδεξάμενοι ἡμιεργέα τὴν μαντικὴν ἐπὶ μέζον ἤγειραν, μέτρα τε τῆς ἑκάστου κινήσιος ἐσημήναντο καὶ ἐτέων ἀριθμὸν καὶ μηνῶν καὶ ὡρέων διετάξαντο.
埃塞俄比亚人在天空中观测到了这些,随后将这未竟的学说传给了邻近的埃及人。 埃及人从他们那里继承了这完成了半成品的预言术,并将其推向更高的境地,标示了星辰各自运行的度量,并规定了年、月、季的数目。
καὶ μηνῶν μὲν σφίσι μέτρον ἡ σεληναίη καὶ ἡ ταύτης ἀναστροφὴ ἐγένετο, ἔτεος δὲ ἠέλιος καὶ ἡ τοῦ ἠελίου περίφορος.
对他们而言,月亮及其回转成了月的度量,而太阳及其运行则成了年的度量。
§6οἱ δὲ καὶ ἄλλα ἐμήσαντο πολλὸν μέζω τουτέων· ἐκ γὰρ δὴ τοῦ παντὸς ἠέρος καὶ ἀστέρων τῶν ἄλλων ἀπλανέων τε καὶ εὐσταθέων καὶ οὐδαμὰ κινεομένων δυώδεκα μοίρας ἐτάμοντο τοῖσι κινεομένοισι, καὶ οἰκία ζῷα ἐόντα ἕκαστον αὐτῶν ἐς ἄλλην μορφὴν μεμιμέαται, τὰ μὲν ἐνάλια, τὰ δὲ ἀνθρώπων, τὰ δὲ θηρῶν, τὰ δὲ πτηνῶν, τὰ δὲ κτηνέων.
他们还构想了比这些远为宏大的其他事物:因为他们从整个天空以及其他恒定、稳固、绝不运动的星辰中,为那些运动的星辰划分了十二个部分。 他们将每一个部分模仿成不同的形状,作为有生命的“房屋”,有的像海中生物,有的像人,有的像野兽,有的像飞鸟,有的像家畜。
§7ἀπὸ τέω δὴ καὶ ἱερὰ τὰ Αἰγύπτια πολυειδέα ποιέεται·
正因如此,埃及的神圣仪式变得千姿百态。
οὐ γὰρ πάντες Αἰγύπτιοι ἐκ τῶν δυώδεκα μοιρέων πασέων ἐμαντεύοντο, ἄλλοι δὲ ἀλλοίῃσι μοίρῃσιν ἐχρέοντο, καὶ κριὸν μὲν σέβουσιν ὁκόσοι ἐς κριὸν ἀπέβλεπον, ἰχθύας δὲ οὐ σιτέονται ὁκόσοι ἰχθύας ἐπεσημήναντο, οὐδὲ τράγον κτείνουσιν ὅσοι αἰγόκερων ᾔδεσαν, καὶ οἱ ἄλλοι τὰ ἄλλα ὡς ἕκαστοι ἱλάσκονται.
因为并非所有埃及人都用全部十二个部分进行预言,而是不同的人使用不同的部分。 凡是注视白羊座的人便崇拜公羊,标示双鱼座的人便不吃鱼,知晓摩羯座的人便不杀山羊,其他人也各自以不同的方式取悦其他事物。
ναὶ μὴν καὶ ταῦρον ἐς τιμὴν τοῦ ἠερίου ταύρου σεβίζονται, καὶ ὁ Ἆπις αὐτοῖς χρῆμα ἱερώτατον τὴν χώρην ἐπινέμεται καί οἱ ἐκεῖ μαντήιόν γε ἀνατιθέασιν σημήιον τῆς ἐκείνου τοῦ ταύρου μαντικῆς.
事实上,他们甚至为了向天空中的金牛座表示敬意而崇拜公牛,阿皮斯作为他们最神圣的事物在他们的土地上放牧,他们还在那里为它设立神谕所,作为那只公牛预言术的记号。