Humanitext Reader

琉善 · 论占星术 §23-29

古代神谕与占星术功用的辩护

第 4 段,共 4 段 · 希腊语

内容简介

作者通过实例说明古人如何高度重视与占星术相连的占卜与神示,并针对现代怀疑论者认为占星术不可能或无用的论点,为星辰的影响力以及占星术的实用心理价值进行辩护。

§23ἅπερ οἱ παλαιοὶ ἰδόντες μάλιστα μαντηίῃσιν ἐχρέοντο καὶ οὐ πάρεργον αὐτὴν ἐποιέοντο, ἀλλʼ οὔτε πόλιας ᾤκιζον οὔτε τείχεα περιεβάλλοντο οὔτε φόνους ἐργάζοντο οὔτε γυναῖκας ἐγάμεον, πρὶν ἂν δὴ παρὰ μάντεων ἀκοῦσαι ἕκαστα.
古人正是看到了这些,才格外重视使用占卜,而绝非视之为闲杂旁务;在从占卜师那里听到关于各项事物的预言之前,他们既不建立城邦,也不修筑城墙,既不进行杀戮,也不娶妻。
καὶ γὰρ δὴ τὰ μαντήια αὐτέοισι οὐκ ἔξω ἀστρολογίης ἦν, ἀλλὰ παρὰ μὲν Δελφοῖς παρθένος ἔχει τὴν προφητείην σύμβολον τῆς παρθένου τῆς οὐρανίης, καὶ δράκων ὑπὸ τῷ τρίποδι φθέγγεται ὅτι καὶ ἐν τοῖσιν ἄστροισι δράκων φαίνεται, καὶ ἐν Διδύμοις δὲ μαντήιον τοῦ Ἀπόλλωνος, ἐμοὶ δοκέει, καὶ τοῦτο ἐκ τῶν ἠερίων Διδύμων ὀνομάζεται.
因为对他们来说,神示确实并非在占星术之外,而是在德尔斐,由一位处女主持预言,作为天空中‘室女座’的象征;三脚炉架下的巨蛇发出声音,是因为星空中也显现着‘天龙座’;而在迪迪马的阿波罗神示所,依我之见,也是得名于天空中的‘双子座’。
§24οὕτω δὲ αὐτοῖσι χρῆμα ἱρότατον ἡ μαντοσύνη ἐδόκεεν, ὥστε δὴ Ὀδυσσεὺς ἐπειδὴ ἔκαμεν πλανεόμενος, ἐθελήσας ἀτρεκὲς ἀκοῦσαι περὶ τῶν ἑωυτοῦ πρηγμάτων, ἐς τὸν Ἀΐδην ἀπίκετο, οὐκ ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον ἀλλʼ ἐς λόγους ἐλθεῖν Τειρεσίῃ ἐπιθυμέων.
占卜之术在他们看来是如此神圣的一件事,以至于俄德修斯在流浪得疲惫不堪时,为了探听关于自身事情的真相,便前往了冥界,并非为了看见死者和那令人不悦的地方而是因为渴望与提瑞西阿斯交谈。
καὶ ἐπειδὴ ἐς τὸν χῶρον ἦλθεν ἔνθα οἱ Κίρκη ἐσήμηνεν καὶ ἔσκαψεν τὸν βόθρον καὶ τὰ μῆλα ἔσφαξεν, πολλῶν νεκρῶν παρεόντων, ἐν τοῖσι καὶ τῆς μητρὸς τῆς ἑωυτοῦ, τοῦ αἵματος πιεῖν ἐθελόντων οὐ πρότερον ἐπῆκεν οὐδενί, οὐδὲ αὐτῇ μητρί, πρὶν Τειρεσίην γεύσασθαι καὶ ἐξαναγκάσαι εἰπεῖν οἱ τὸ μαντήιον· καὶ ἀνέσχετο διψῶσαν ὁρέων τῆς μητρὸς τὴν σκιήν.
当他来到喀耳刻向他指示的地方,挖掘了坑穴,宰杀了绵羊,在许多死者聚集于此(其中也有他自己的母亲)、并渴望饮用鲜血时,在提瑞西阿斯品尝并被迫向他道出预言之前,他绝不先允许任何人,甚至连他自己的母亲也不允许;尽管看着母亲那干渴的阴魂,他也忍下心来。
§25Λακεδαιμονίοισι δὲ Λυκοῦργος τὴν πολιτείην πᾶσαν ἐκ τοῦ οὐρανοῦ διετάξατο καὶ νόμον σφίσιν ἐποιήσατο μηδαμὰ μηδὲ ἐς πόλεμον προχωρέειν πρὶν τὴν σεληναίην πλήρεα γενέσθαι· οὐ γὰρ ἴσην ἐνόμιζεν εἶναι τὴν δυναστείην αὐξανομένης τῆς σεληναίης καὶ ἀφανιζομένης, πάντα δὲ ὑπʼ αὐτῇ διοικέεσθαι.
而吕库古为拉克代蒙人制定的所有城邦体制,皆是依据天象来规划的,并为他们立下法律,在月圆之前绝不走向战争;因为他认为,在月亮渐盈与渐亏之时,其支配力量并不相同,而万物皆受其支配。
§26ἀλλὰ μοῦνοι Ἀρκάδες ταῦτα οὐκ ἐδέξαντο οὐδὲ ἐτίμησαν ἀστρολογίην, ἀνοίῃ δὲ καὶ ἀσοφίῃ λέγουσιν καὶ τῆς σεληναίης ἔμμεναι προγενέστεροι.
然而唯有阿卡迪亚人不接受这些,也不尊重占星术,反而在愚蠢和无知中声称,他们比月亮还要古老。
§27οἱ μὲν ὦν πρὸ ἡμῶν οὕτω κάρτα ἦσαν φιλομάντιες, οἱ δὲ νῦν, οἱ μὲν αὐτέων ἀδύνατα εἶναι λέγουσιν ἀνθρώποισι τέλος εὕρασθαι μαντικῆς· οὐ γὰρ εἶναί μιν οὔτε πιστὴν οὔτε ἀληθέα, οὐδὲ τὸν Ἄρεα ἢ τὸν Δία ἐν τῷ οὐρανῷ ἡμέων ἕνεκα κινέεσθαι, ἀλλὰ τῶν μὲν ἀνθρωπηίων πρηγμάτων οὐδεμίην ὤρην ἐκεῖνοι ποιέονται οὐδʼ ἔστιν αὐτέοισιν πρὸς τάδε κοινωνίη, κατὰ σφέας δὲ χρείῃ τῆς περιφορῆς ἀναστρέφονται.
我们之前的人们便是如此热衷于占卜,而如今的人中,有人认为人类不可能找到占卜之术的终极目标;因为他们说,占卜既不可信也不真实,阿瑞斯或宙斯在天空中的运行也并非为了我们,相反,他们对人类的事物毫不关心,与这些事也毫无关联,而只是由于自身轨道的需要而自行运转。
§28ἄλλοι δὲ ἀστρολογίην ἀψευδέα μέν, ἀνωφελέα δὲ εἶναι λέγουσιν· οὐ γὰρ ὑπὸ μαντοσύνῃ ἀλλάσσεσθαι ὁκόσα τῇσι μοίρῃσι δοκέοντα ἐπέρχεται.
另一些人则说,占星术虽然并无虚假,但却毫无益处;因为凡是因命运的注定而降临的事物,并不会因占卜之术而改变。
§29ἐγὼ δὲ πρὸς τάδε ἄμφω ἐκεῖνα ἔχω εἰπεῖν, ὅτι οἱ μὲν ἀστέρες ἐν τῷ οὐρανῷ τὴν σφετέρην εἱλέονται, πάρεργον δὲ σφίσι τῆς κινήσιος τῶν κατʼ ἡμέας ἕκαστον ἐπιγίγνεται.
而对于这两点,我可以说:星辰在天空中运转着它们自己的轨道,但在它们运动的副产品中,我们身上的每一件事便随之发生了。
ἢ ἐθέλεις ἵππου μὲν θέοντος καὶ ὀρνίθων καὶ ἀνδρῶν κινεομένων λίθους ἀνασαλεύεσθαι καὶ κάρφεα δονέεσθαι ὑπὸ τῶν ἀνέμων τοῦ δρόμου, ὑπὸ δὲ τῇ δίνῃ τῶν ἀστέρων μηδὲν ἄλλο γίγνεσθαι;
或者说,难道你甘愿相信,在骏马奔驰、飞鸟与人类活动之时,沙石会因它们奔驰的风而震动,枯枝会因其风而摇晃,而星辰的巨大旋涡运动之下却什么也不会发生吗?
καὶ ἐκ μὲν ὀλίγου πυρὸς ἀπορροίη ἐς ἡμέας ἔρχεται, καὶ τὸ πῦρ οὐ διʼ ἡμέας καίει τι οὐδέ οἱ μέλει τοῦ ἡμετέρου θάλπεος, ἀστέρων δὲ οὐδεμίην ἀπορροίην δεχόμεθα;
况且,从微小的火中尚有辐射到达我们这里,而那火并非为了我们而燃烧,也并不关心我们的温暖,难道我们从星辰中就接收不到任何辐射吗?
καὶ μέντοι τῇ ἀστρολογίῃ τὰ μὲν φαῦλα ἐσθλὰ ποιῆσαι ἀδύνατά ἐστιν οὐδὲ ἀλλάξαι τι τῶν ἀπορρεόντων πρηγμάτων, ἀλλὰ τοὺς χρεομένους τάδε ὠφελέει· τὰ μὲν ἐσθλὰ εἰδότας ἀπιξόμενα πολλὸν ἀπόπροσθεν εὐφρανέει, τὰ δὲ φαῦλα εὐμαρέως δέχονται· οὐ γάρ σφισιν ἀγνοέουσιν ἐπέρχεται, ἀλλʼ ἐν μελέτῃ καὶ προσδοκίῃ ῥηίδια καὶ πρηέα ἡγεῖται.
确实,依靠占星术,将坏事变好事是不可能的,也无法改变任何随流而来的事物,但它能以如下方式使使用者受益:对于那些预先知道好事即将来临的人,这会在很久以前就让他们感到愉悦,而他们也能从容地接受坏事;因为坏事并不是在他们无知之时降临,而是在准备和预料之中,被视作容易而温和的。
τάδε ἀστρολογίης πέρι ἐγὼν ὑπολαμβάνω.
这些便是我对占星术的看法。

词汇与语法注释

  1. §23πρὶν ἂν δὴ παρὰ μάντεων ἀκοῦσαι ἕκαστα — 连词 πρίν 在雅典散文中,当主句为否定句且指代未来事件时,通常接 ἄν + 虚拟语气;但此处使用了 ἄν + 不定式(ἀκοῦσαι),这模仿了爱奥尼亚方言(希罗多德式)的文体特征。
  2. §24τοῦ αἵματος πιεῖν ἐθελόντων — 属格独立分词结构(“当他们想要饮血时”),在语法上与前一个属格独立分词 πολλῶν νεκρῶν παρεόντων(“当许多死者在场时”)构成同位或修饰关系。
  3. §26ἔμμεναι προγενέστεροι — 不定式 ἔμμεναι(εἶναι 的荷马/爱奥尼亚方言形式)的主语与主句动词(λέγουσιν)的主语(阿卡迪亚人)一致,因此其表语形容词采用了主格(προγενέστεροι)而非宾格。
  4. §27οὐδʼ ἔστιν αὐτέοισιν πρὸς τάδε κοινωνίη — 语法结构发生了转变:由 λέγουσιν 引导的间接引语(宾格加不定式:εἶναι, κινέεσθαι),在连词 ἀλλά 之后切换为了直接陈述的现在时直说语气(ποιέονται, ἔστιν, ἀναστρέφονται)。
  5. §29ἢ ἐθέλεις ἵππου μὲν θέοντος... λίθους ἀνασαλεύεσθαι — 动词 ἐθέλω(本义为“想要/愿意”)在此处用于表示“断言”或“甘愿相信”,支配着一个宾格加不定式结构(宾格为 λίθους,不定式为 ἀνασαλεύεσθαι,并伴有属格独立分词 ἵππου μὲν θέοντος...)。
  6. §29ῥηίδια καὶ πρηέα ἡγεῖται — 动词采用了单数形式(ἡγεῖται),以与中性复数主语(τὰ δὲ φαῦλα)一致。此处动词 ἡγέομαι 起到了被动语态(“被视为/被认为”)或中动语态(“行进/被经历”)的作用,表示它们被感受为轻松和温和的。

引用这一段

琉善, 论占星术 §23-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg048.humanitext-grc2:23-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。