- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg047.humanitext-grc2:9-13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
バゴアスは哲学が外見ではなく魂の吟味であると主張するが、第三者からかつて姦通罪で捕らえられた(男である)ことを暴露される。裁判官たちはバゴアスの身体検査をめぐって滑稽な議論を交わした末、裁判をイタリアの皇帝のもとへと送ることに決定する。
Λυκῖνος τοῦ δὲ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν,1 ἀλλὰ τῆς ψυχῆς καὶ τῆς γνώμης ἐξέτασιν δεῖν γίγνεσθαι καὶ τῆς τῶν δογμάτων ἐπιστήμης. εἶθʼ ὁ Ἀριστοτέλης ἐκαλεῖτο μάρτυς τοῦ λόγου, εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς. καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια. ἐπεὶ δὲ καὶ εἰς τὸ ἀγένειον μάλιστα ἐσκώφθη, χαριέντως τοῦτο, ὡς γοῦν ᾤετο, προσέρριψεν· εἰ γὰρ ἀπὸ πώγωνος, ἔφη, βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων.
ルキノス しかし他方は、審査は身体的なものではなく、魂と見解の吟味、および教義の知識の吟味がなされるべきだと主張した。そしてアリストテレスがその議論の証人として召喚された。彼はアタルネウスの僭主である宦官ヘルメイアスを極めて高く評価し、神々と同じように彼に犠牲を捧げるまでに至ったからである。さらにバゴアスは、宦官の教師は若者たちにとってはるかに都合がよい、というのも若者たちに対するいかなる非難を受ける余地もなく、若者を破滅に導いたというあのソクラテスの罪を被ることもあり得ないからだ、というようなことさえあえて付け加えた。そして、とりわけ髭のないことを嘲笑されたとき、彼はこれ(次の言葉)を、少なくとも本人の思いとしては風刺を利かせて浴びせかけた。 「もし」と彼は言った、「豊かな髭によって哲学する者たちが審査されるべきであるなら、雄山羊が誰よりも正当に真っ先に選ばれるべきだろう」
Λυκῖνος ἐν τούτῳ τρίτος ἄλλος παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω — καὶ μήν ἔφη, ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται· εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων.2 ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως· νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.
ルキノス そのとき、傍らに立っていた第三の者――その名前は伏せておこう――が言った。 「いや実際」と彼は言った、「裁判官の皆さん、頬が滑らかで声が女性のようであり、他の点でも宦官に似ているこの男は、もし服を脱ぐならば、皆さんにはまったくの男として見えるでしょう。彼について語る者たちが嘘をついていないならば、彼はかつて、法が言うところの「関節を関節の中に入れた状態」で、姦通者として捕らえられたことさえあるのです。しかしその時は、自分は宦官であると逃げ込み、これを隠れ蓑とすることで釈放されました。当時の裁判官たちが、一見したところのその容姿から、告発を信じなかったからです。しかし今や彼は、目の前にある報酬のために前言を翻すように思われます」
Λυκῖνος τούτων δὴ λεγομένων παρὰ πάντων μὲν γέλως ἐγίγνετο, ὡς τὸ εἰκός. Βαγώας δὲ μᾶλλον ἐταράττετο καὶ παντοῖος ἦν, ἐς μυρία τρεπόμενος χρώματα καὶ ψυχρῷ τῷ ἱδρῶτι ῥεόμενος, καὶ οὔτε συγκατατίθεσθαι τῷ περὶ τῆς μοιχείας ἐγκλήματι καλῶς ἔχειν ᾤετο οὔτε ἀχρεῖον αὑτῷ τὴν κατηγορίαν ταύτην ἐς τὸν παρόντα ἀγῶνα ἡγεῖτο εἶναι. Πάμφιλος γελοῖα, ὦ Λυκῖνε, ὡς ἀληθῶς ταῦτα καὶ ἔοικεν οὐ τὴν τυχοῦσαν ὑμῖν διατριβὴν παρεσχῆσθαι. τὸ δʼ οὖν τέλος τί ἐγένετο καὶ πῶς ἔγνωσαν ὑπὲρ αὐτῶν οἱ δικασταί;
ルキノス このようなことが言われると、当然のことながら全員から笑いが起こった。バゴアスはいよいよ狼狽し、千変万化の様子で、顔色を万般に変え、冷や汗を流していた。彼は、姦通の罪を受け入れることは体裁が悪いと考えたものの、この告発が現在の闘いにおいて自分に不利になるとは思わなかった。 パンフィロス ルキノス、それは本当に滑稽極まりない、君たちにとって並々ならぬ娯楽を提供したようだね。ともあれ、結末はどうなったのだ?裁判官たちは彼らについてどのように判断したのだ?
Λυκῖνος οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλʼ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων·3 οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ. μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπʼ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν4 ἐκπέμψαι τὴν δίκην.
ルキノス 全員の意見が一致したわけではなかった。一部の者は、金で買われる奴隷のように彼を裸にして、少なくとも睾丸に関する限りにおいて哲学することができるかを検査すべきだと主張した。また別の者たちは、さらに滑稽なことに、売春宿の女性たちを何人か呼び寄せて彼と同衾させ交わらせるよう命じ、裁判官の一人で最も年長かつ信頼のおける者が立ち会って彼が哲学しているかどうかを見届けるべきだとした。その後、全員が笑いに包まれ、笑いの発作で腹を痛めない者は一人もいなくなったとき、彼らはこの裁判を決定を委ねるためにイタリアへ送ることに決定した。
Λυκῖνος καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων· τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων. αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος. ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστίν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.
ルキノス そして今や、一方(ディオクレス)は、噂によれば、弁論の披露に向けて練習し、準備を整え、告発文を組み立て、姦通の罪を蒸し返そうとしている。だが、拙劣な弁論家たちと同様に彼もこれによって自分自身にとって最も不利なことをしており、その告発によって相手の男を男の側に分類してしまっているのだ。他方、バゴアスは、噂によれば、別のことに心を配っており、大いに男らしく振る舞い、事態を掌中に収めて、自分が牝馬に乗る雄ロバに劣らないことを証明できれば、最終的に勝利を収めることができると期待している。というのも、友よ、これこそが哲学の最善の審査であり、抗う余地のない証明であるように思われるからだ。したがって、私の息子も――彼はまだ本当に幼いのだが――魂や舌ではなく、男性器が哲学のために準備できているようにと願いたいものだ。
- 9τοῦ δὲ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν
属格独立構文。主節の動詞がないまま対照的に導入され、直前のディオクレスの主張に対するバゴアスの反論(「しかし他方は…と主張した」)を表す。
- 10ἄρθρα ἐν ἄρθροις ἔχων
ソロンの法に由来する姦通(現場押さえ)の定義。身体的な結合をユーモラスかつ法的な引用として描写している。
- 12εἰ δύναται φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων
「哲学する」という語が、ここでは「(去勢されておらず)男性としての機能を果たす」という意味の卑俗なダブル・ミーニングとして使われている。「少なくとも睾丸に関する限りにおいて」がその意味を限定している。
- 12ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν
帝国期ローマの司法制度における専門用語。地方(この場合はアテナイ)の裁判を、最終的な上訴または決定のためにローマ皇帝の法廷へと移送・回付することを意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
