§18καλέσας τοῦ νεηνίσκου τὸν πατέρα κάρτα ὀρρωδέοντα,
ἥδε ἡ νοῦσος,
ἔφη,
ἣν ὁ παῖς ὅδε ἀρρωστέει, οὐ νοῦσός ἐστιν, ἀλλὰ ἀδικίη·
他叫来正极度焦虑的年轻人的父亲,说道:“这孩子所患的这种病,并非疾病,而是不义。
ὅδε γάρ τοι ἀλγέει μὲν οὐδέν, ἔρως δέ μιν καὶ φρενοβλαβείη ἔχει.
因为他毫无痛楚,而是爱和疯狂占有了他。
ἐπιθυμέει δὲ τῶν οὐδαμὰ τεύξεται, φιλέων γυναῖκα ἐμήν, τὴν ἐγὼ οὔτι μετήσομαι.
他渴望着绝不可能得到的东西,因为他爱着我的妻子,而我绝不会放弃她。
ὁ μὲν ὦν τοιάδε σοφίῃ ἐψεύδετο.
” 于是他用智慧说谎。
ὁ δὲ αὐτίκα ἐλίσσετο,
πρός τε σοφίης καὶ ἰητρικῆς, μή μοι παῖδα ὀλέσῃς·
而父亲立刻恳愿道:“凭你的智慧和医术,请不要毁灭我的孩子!
οὐ γὰρ ἐθέλων ταύτῃ συμφορῇ ἔσχετο, ἀλλὰ οἱ ἡ νοῦσος ἀεκουσίη.
因为他并非出于自愿而被这灾难所俘获,这疾病对他而言是身不由己的。
τῷ σὺ μηδαμὰ ζηλοτυπέων πένθος ἐγεῖραι πάσῃ βασιληίῃ μηδὲ ἰητρὸς ἐὼν φόνον προξενέειν ἰητρικῇ.
因此,你绝不要因嫉妒而给整个王国带来悲哀,也不要身为医生却用医术招致杀戮。
ὁ μὲν ὧδε ἀγνὼς ἐὼν ἐδέετο.
” 他如此无知地恳求着。
ὁ δέ μιν αὖτις ἀμείβετο,
ἀνόσια σπεύδεις γάμον ἐμὸν ἀπαιρεόμενος ἠδὲ ἰητρὸν ἄνδρα βιώμενος.
而医生再次回答他:“你正在促成不敬的事,夺走我的婚姻并强迫一个身为医生的人。
σὺ δὲ κῶς ἂν αὐτὸς ἔπρηξας, εἴ τοι σὴν γυναῖκα ἐπόθεεν, ἐμεῦ τάδε δεόμενος;
但如果他渴望的是你的妻子,而你却向我提出这样的要求,你又会怎么做呢?
ὁ δὲ πρὸς τάδε ἔλεγεν ὡς οὐδʼ αὐτὸς ἄν κοτε γυναικὸς ἐφείσατο οὐδὲ παιδὶ σωτηρίης ἐφθόνεεν, εἰ καί τι μητρυιῆς ἐπεθύμεεν· οὐ γὰρ ὁμοίην συμφορὴν ἔμμεναι γαμετὴν ἢ παῖδα ὀλέσαι.
” 他对次回答说,哪怕儿子渴望的是继母,他自己也绝不会吝惜妻子,也不会吝于给孩子生路;因为失去妻子和毁灭孩子并不是同等的灾难。
ὡς δὲ τάδε ὁ ἰητρὸς ἤκουσεν,
τί τοι,
ἔφη,
ἐμὲ λίσσεαι;
医生一听到这些话,便说:“你为什么还要恳求我呢?
καὶ γάρ τοι σὴν γυναῖκα ποθέει· τὰ δὲ ἐγὼ ἔλεγον πάντα ἔην ψεύδεα.
因为他渴望的确实是你的妻子;而我所说的话全是谎言。
πείθεται μὲν τουτέοισι, καὶ τῷ μὲν παιδὶ λείπει καὶ γυναῖκα καὶ βασιληίην, αὐτὸς δὲ ἐς τὴν Βαβυλωνίην χώρην ἀπίκετο καὶ πόλιν ἐπὶ τῷ Εὐφρήτῃ ἐπώνυμον ἑωυτοῦ ἐποιήσατο, ἔνθα οἱ καὶ ἡ τελευτὴ ἐγένετο.
” 国王被这些话所说服,给儿子留下了妻子和王国,他自己则前往巴比伦地区,在幼发拉底河畔建造了一座以自己名字命名的城市,而他的终局也发生在那里。
ὧδε μὲν ὁ ἰητρὸς ἔρωτα ἔγνω τε καὶ ἰήσατο.
医生就是这样看破并治愈了相思病。
§19ἥδε δὴ ὦν ἡ Στρατονίκη ἔτι τῷ προτέρῳ ἀνδρὶ συνοικέουσα ὄναρ τοιόνδε ἐθεήσατο, ὥς μιν ἡ Ἥρη ἐκέλευεν ἐγεῖραί οἱ τὸν ἐν τῇ ἱρῇ πόλει νηόν, εἰ δὲ ἀπειθέοι, πολλά οἱ καὶ κακὰ ἀπείλεεν.
且说这位斯特拉托妮可,当她还与前夫共同生活时,看见了这样一个梦:赫拉命令她为自己在圣城建立神殿,并威胁说如果她不服从,就会给她带来许多灾祸。
ἡ δὲ τὰ μὲν πρῶτα οὐδεμίαν ὤρην ἐποιέετο· μετὰ δὲδὲδὲ, ὥς μιν μεγάλη νοῦσος ἔλαβεν, τῷ τε ἀνδρὶ τὴν ὄψιν ἀπηγήσατο καὶ τὴν Ἥρην ἱλάσκετο καὶ στήσειν τὸν νηὸν ὑπεδέξατο.
她起初一点也不在意;但随后,当重病袭击了她时,她向丈夫讲述了这一梦境,安抚了赫拉,并承诺要建立神殿。
καὶ αὐτίκα ὑγιέα γενομένην ὁ ἀνὴρ ἐς τὴν ἱρὴν πόλιν ἔπεμπε, σὺν δὲδὲδὲ οἱ καὶ χρήματα καὶ στρατιὴν πολλήν, τοὺς μὲν οἰκοδομέειν, τοὺς δὲ καὶ τοῦ ἀσφαλέος εἵνεκα.
一旦她恢复了健康,丈夫便将她送往圣城,并与她一同送去了大量的资金和庞大的军队,有的人负责建造,有的人则是为了保障安全。
καλέσας δὲδὲδὲ τινα τῶν ἑωυτοῦ φίλων, νεηνίην κάρτα καλόν, τῷ οὔνομα ἦν Κομβάβος,
ἐγώ τοι,
ἔφη,
ὦ Κομβάβε, ἐσθλὸν ἐόντα φιλέω τε μάλιστα φίλων ἐμῶν καὶ πάμπαν ἐπαινέω σοφίης τε καὶ εὐνοίης τῆς ἐς ἡμέας, ἣν δὴ ἐπεδέξαο.
他叫来自己的一位朋友,一个名字叫作康巴博的极其英俊的年轻人:“康巴博啊,因为你贤德,我在朋友中最喜爱你,并且完全赞许你对我们所表现出的智慧与好意。
νῦν δὲδὲδὲ μοι χρειὼ μεγάλης πίστιος, τῷ σε θέλω γυναικὶ ἐμῇ ἑσπόμενον ἔργον τέ μοι ἐπιτελέσαι καὶ ἱρὰ τελέσαι καὶ στρατιῆς ἐπικρατέειν· σοὶ δὲ ἀπικομένῳ ἐξ ἡμέων τιμὴ μεγάλη ἔσσεται.
但现在我需要极大的信任,因此我希望你陪伴我的妻子,为我完成这项工作,举行圣仪,并统领军队;当你归来时,我们将赐予你极大的荣誉。
Πρὸς τάδε ὁ Κομβάβος αὐτίκα λίσσετο πολλὰ λιπαρέων μή μιν ἐκπέμπειν μηδὲ πιστεύειν οἱ τὰ πολλὸν ἑωυτοῦ μέζονα χρήματα καὶ γυναῖκα καὶ ἔργον ἱρόν.
” 对此,康巴博立刻苦苦哀求,请他不要派遣自己,也不要将远超他自身能力的资金、妻子和神圣的工作托付给他。
τὰ δὲ ὀρρώδεεν μή κοτέ οἱ ζηλοτυπίη χρόνῳ ὑστέρῳ ἐς τὴν Στρατονίκην γένοιτο, τὴν μοῦνος ἀπάξειν ἔμελλεν.
他害怕日后因他独自带走的斯特拉托妮可而招致对他的嫉妒。
§20ὡς δὲ οὐδαμὰ ἐπείθετο, ὁ δὲ ἱκεσίης δευτέρης ἅπτεται δοῦναί οἱ χρόνον ἑπτὰ ἡμερέων, μετὰ δὲ ἀποστεῖλαί μιν τελέσαντά τι τῶν μάλιστα ἐδέετο.
但当国王绝不听从时,他抓住了第二个请求,求赐给他七天的时间,并在他完成了自己最需要做的一件事后,再将他派遣出去。
τυχὼν δὲ ῥηιδίως, ἐς τὸν ἑωυτοῦ οἶκον ἀπικνέεται καὶ πεσὼν χαμᾶζε τοιάδε ὠδύρετο· ὢ δείλαιος, τί μοι ταύτης τῆς πίστιος;
他轻易地得到了允许,便回到自己的家中,倒在地上,如此痛哭道:“哎,可怜的我,为什么我要承受这信任?
τί δέ μοι ὁδοῦ, τῆς τέλος ἤδη δέρκομαι;
这旅途对我有什么意义,我已经看到了它的终点?
νέος μὲν ἐγὼ καὶ γυναικὶ καλῇ ἕψομαι.
我年轻,而且将陪伴一位美丽的女子。
τὸ δέ μοι μεγάλη συμφορὴ ἔσσεται, εἰ μὴ ἔγωγε πᾶσαν αἰτίην κακοῦ ἀποθήσομαι· τῷ με χρῆν μέγα ἔργον ἀποτελέσαι, τό μοι πάντα φόβον ἰήσεται.
这对我将是一个巨大的灾难,除非我能消除一切罪恶的嫌疑;因此我必须完成一件重大的举动,它将治愈我所有的恐惧。
Τάδε εἰπὼν ἀτελέα ἑωυτὸν ἐποίεεν, καὶ ταμὼν τὰ αἰδοῖα ἐς ἀγγήιον μικρὸν κατέθετο σμύρνῃ τε ἅμα καὶ μέλιτι καὶ ἄλλοισι θυώμασι· καὶ ἔπειτα σφρηγῖδι τὴν ἐφόρεε σημηνάμενος τὸ τρῶμα ἰῆτο.
” 说完了这些,他使自己变得不完整,割下生殖器放入一个小器皿中,同时加入了没药、蜂蜜和其他香料;接着,用他佩戴的印章封印,并医治了伤口。
μετὰ δέ, ὥς μιν ὁδοιπορέειν ἐδόκεεν, ἀπικόμενος ἐς τὸν βασιλέα πολλῶν παρεόντων διδοῖ τε ἅμα τὸ ἀγγήιον καὶ λέγει ὧδε· ὦ δέσποτα, τόδε μοι μέγα κειμήλιον ἐν τοῖσι οἰκείοισι ἀπεκέατο, τὸ ἐγὼ κάρτα ἐπόθεον·
此后,当该出发旅行的时候,他来到国王面前,在众人在场的情况下,递上器皿并这样说道:“主公,这是我在家产中存放的一件珍贵宝物,我极其珍爱它;但现在既然我要踏上长途旅程,我就把它存放在您这里。
νῦν δὲ ἐπεὶ μεγάλην ὁδὸν ἔρχομαι, παρὰ σοὶ τόδε θήσομαι. σὺ δέ μοι ἀσφαλέως ἔχειν· τόδε γάρ μοι χρυσοῦ βέλτερον, τόδε μοι ψυχῆς ἐμῆς ἀντάξιον.
请您为我安全保管;因为这对我而言贵于黄金,这相当于我的生命。
εὖτʼ ἂν δὲ ἀπίκωμαι, σόον αὖτις ἀποίσομαι.
等我回来时,我将再次完好地取回它。
ὁ δὲ δεξάμενος ἑτέρῃ σφρηγῖδι ἐσημαίνετο καὶ τοῖσι ταμίῃσι φρουρέειν ἐνετείλατο.
” 国王接受了它,用另一个印章进行了封印,并命令管理人员妥善看守。