- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:15-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
神殿の起源に関するアッティス説およびディオニュソス説を紹介したのち、現存する神殿の再建者とされるストラトニケをめぐる、医師が継子の恋慕を脈拍から見抜いた有名な逸話を語る。
ἔστιν δὲ καὶ ἄλλος λόγος ἱρός, τὸν ἐγὼ σοφοῦ ἀνδρὸς ἤκουσα, ὅτι ἡ μὲν θεὴ Ῥέη ἐστίν, τὸ δὲ ἱρὸν Ἄττεω ποίημα. Ἄττης δὲ γένος μὲν Λυδὸς ἦν, πρῶτος δὲ τὰ ὄργια τὰ ἐς Ῥέην ἐδιδάξατο. καὶ τὰ Φρύγες καὶ Λυδοὶ καὶ Σαμόθρᾳκες ἐπιτελέουσιν, Ἄττεω πάντα ἔμαθον. ὡς γάρ μιν ἡ Ῥέη ἔτεμεν,1 βίου μὲν ἀνδρηίου ἀπεπαύσατο, μορφὴν δὲ θηλέην ἠμείψατο καὶ ἐσθῆτα γυναικηίην ἐνεδύσατο καὶ ἐς πᾶσαν γῆν φοιτέων ὄργιά τε ἐπετέλεεν καὶ τὰ ἔπαθεν ἀπηγέετο καὶ Ῥέην ἤειδεν. ἐν τοῖσιν καὶ ἐς Συρίην ἀπίκετο. ὡς δὲ οἱ πέρην Εὐφρήτεω ἄνθρωποι οὔτε αὐτὸν οὔτε ὄργια ἐδέκοντο, ἐν τῷδε τῷ χώρῳ τὸ ἱρὸν ἐποιήσατο. σημήια δέ· ἡ θεὸς τὰ πολλὰ ἐς Ῥέην ἐπικνέεται. λέοντες γάρ μιν φέρουσι καὶ τύμπανον ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πυργοφορέει, ὁκοίην Ῥέην Λυδοὶ ποιέουσιν. ἔλεγεν δὲ καὶ Γάλλων πέρι, οἵ εἰσιν ἐν τῷ ἱρῷ, ὅτι Γάλλοι Ἥρῃ μὲν οὐδαμά, Ῥέῃ δὲ τέμνονται καὶ Ἄττεα μιμέονται. τὰ δέ μοι εὐπρεπέα μὲν δοκέει ἔμμεναι, ἀληθέα δὲ οὔ· ἐπεὶ καὶ τῆς τομῆς ἄλλην αἰτίην ἤκουσα πολλὸν πιστοτέρην.
また、別の聖なる説話もあり、私はある知恵ある男からそれを聞いた。すなわち、その女神はレアーであり、神殿はアッティスの建立したものであるという。アッティスは血統としてはリュディア人であり、レアーのための密儀を最初に教えた人であった。フリュギア人、リュディア人、サモトラケ人たちが執り行っている事柄は、すべてアッティスから学んだものである。というのも、レアーが彼を去勢したとき、彼は男としての生を終え、女の姿に変え、女の衣服を身にまとい、あらゆる土地を巡り歩いては密儀を執り行い、自分が被った苦難を語り、レアーを歌い讃えたからである。その中で彼はシリアにもやって来た。しかし、ユーフラテス川の彼方の人々が、彼をもその密儀をも受け入れなかったので、彼はこの地に神殿を建立した。その証拠としては、この女神が多くの点でレアーに似ていることである。なぜなら、ライオンたちが彼女を運び、彼女は手太鼓を持ち、頭には塔の冠を載せているが、これはリュディア人がレアーを表現するのと同様だからである。彼はまた、神殿にいるガッロイについても語り、ガッロイはヘラのためには決して去勢せず、レアーのために去勢し、アッティスを模倣しているのだと言った。 しかし、この説は私にはもっともらしく思われるが、真実ではない。なぜなら、その去勢については、よりいっそう信頼に足る別の理由を私は聞いたからである。
ἁνδάνει δέ μοι ἃ λέγουσιν τοῦ ἱροῦ πέρι τοῖς Ἕλλησι τὰ πολλὰ ὁμολογέοντες, τὴν μὲν θεὸν Ἥρην δοκέοντες, τὸ δʼ ἔργον Διονύσου τοῦ Σεμέλης ποίημα· καὶ γὰρ δὴ Διόνυσος ἐς Συρίην ἀπίκετο κείνην ὁδὸν τὴν ἦλθεν ἐς Αἰθιοπίην. καὶ ἔστι πολλὰ ἐν τῷ ἱρῷ Διονύσου ποιητέω σήματα, ἐν τοῖσι καὶ ἐσθῆτες βάρβαροι καὶ λίθοι Ἰνδοὶ καὶ ἐλεφάντων κέρεα, τὰ Διόνυσος ἐξ Αἰθιόπων ἤνεικεν, καὶ φαλλοὶ δὲ ἑστᾶσι ἐν τοῖσι προπυλαίοισι δύο κάρτα μεγάλοι, ἐπὶ τῶν ἐπίγραμμα τοιόνδε ἐπιγέγραπται, τούσδε φαλλοὺς Διόνυσος Ἥρῃ μητρυιῇ ἀνέθηκα. τὸ ἐμοὶ μέν νυν καὶ τόδε ἀρκέει, ἐρέω δὲ καὶ ἄλλʼ ὅ τι ἐστὶν ἐν τῷ νηῷ Διονύσου ὄργιον. φαλλοὺς Ἕλληνες Διονύσῳ ἐγείρουσιν, ἐπὶ τῶν καὶ τοιόνδε τι φέρουσιν, ἄνδρας μικροὺς ἐκ ξύλου πεποιημένους, μεγάλα αἰδοῖα ἔχοντας· καλέεται δὲ τάδε νευρόσπαστα. ἔστι δὲ καὶ τόδε ἐν τῷ ἱρῷ· ἐν δεξιῇ τοῦ νηοῦ κάθηται μικρὸς ἀνὴρ χάλκεος ἔχων αἰδοῖον μέγα.
神殿について語られる説のうち、多くの点でギリシア人たちと一致しているものが、私には気に入っている。すなわち、彼らはその女神をヘラと考え、その建立はセメレの子ディオニュソスの業績であると考えている。というのも、実際にディオニュソスはエチオピアへと行ったあの道中で、このシリアにもやって来たからである。そして神殿には、建立者としてのディオニュソスを示す多くの証拠があり、その中には、ディオニュソスがエチオピア人から持ち帰った異国の衣服やインドの宝石、象の牙があり、また、前門には二本の極めて大きな男根が立っており、それらの上には次のような銘文が刻まれている。 「これらの男根を、私ディオニュソスは義母ヘラに捧げた。」 さて、私にはこれだけでも十分であるが、神殿にある、ディオニュソスのもう一つの儀礼についても語ろう。ギリシア人たちはディオニュソスのために男根を立てるが、その上で、大きな男根を持った木製の小さな人形を運ぶ。これらは操り人形と呼ばれている。そして、神殿にはこのようなものもある。神殿の右側には、大きな男根を持った小さな青銅製の男の像が座っている。
τοσάδε μὲν ἀμφὶ τῶν οἰκιστέων τοῦ ἱροῦ μυθολογέουσιν. ἤδη δὲ ἐρέω καὶ τοῦ νηοῦ πέρι θέσιός τε ὅκως ἐγένετο καὶ ὅστις μιν ἐποιήσατο. λέγουσι τὸν νηὸν τὸν νῦν ἐόντα μὴ ἔμμεναι τὸν τὴν ἀρχὴν γεγενημένον, ἀλλʼ ἐκεῖνον μὲν κατενεχθῆναι χρόνῳ ὕστερον, τὸν δὲ νῦν ἐόντα Στρατονίκης ἔμμεναι ποίημα, γυναικὸς τοῦ Ἀσσυρίων βασιλέως. δοκέει δέ μοι ἡ Στρατονίκη ἐκείνη ἔμμεναι, τῆς ὁ πρόγονος ἠρήσατο,2 τὸν ἤλεγξεν τοῦ ἰητροῦ ἐπινοίη· ὡς γάρ μιν ἡ συμφορὴ κατέλαβεν, ἀμηχανέων τῷ κακῷ αἰσχρῷ δοκέοντι κατʼ ἡσυχίην ἐνόσεεν, ἔκειτο δὲ ἀλγέων οὐδέν, καί οἱ ἥ τε χροιὴ πάμπαν ἐτρέπετο καὶ τὸ σῶμα διʼ ἡμέρης ἐμαραίνετο. ὁ δὲ ἰητρὸς ὡς εἶδέ μιν ἐς οὐδὲν ἐμφανὲς ἀρρωστέοντα, ἔγνω τὴν νοῦσον ἔρωτα ἔμμεναι. ἔρωτος δὲ ἀφανέος πολλὰ σημήια, ὀφθαλμοί τε ἀσθενέες καὶ φωνὴ καὶ χροιὴ καὶ δάκρυα. μαθὼν δὲ ταῦτα ἐποίεε· χειρὶ μὲν τῇ δεξιῇ εἶχε τοῦ νεηνίσκου τὴν καρδίην,3 ἐκάλεε δὲ τοὺς ἀνὰ τὴν οἰκίην πάντας· ὁ δὲ τῶν μὲν ἄλλων ἐσιόντων πάντων ἐν ἠρεμίῃ μεγάλῃ ἦν, ὡς δὲ ἡ μητρυιὴ ἀπίκετο, τήν τε χροιὴν ἠλλάξατο καὶ ἱδρώειν ἄρξατο καὶ τρόμῳ εἴχετο καὶ ἡ καρδίη ἀνεπάλλετο. τὰ δὲ γιγνόμενα ἐμφανέα τῷ ἰητρῷ τὸν ἔρωτα ἐποίεεν, καί μιν ὧδε ἰήσατο.
神殿の創建者たちについては、これほどのことが語り伝えられている。さて、今や私は神殿それ自体について、またその立地がどのようになされたか、そして誰がそれを建てたのかについて語ろう。彼らが言うには、現在ある神殿は最初期に建てられたものではなく、最初のものは後になって崩壊し、現在あるものはアッシリア王の妻ストラトニケの建立したものであるという。 私には、このストラトニケは、自分の継子が恋い慕ったあのストラトニケであると思われる。その息子の病を医師の機転が明らかにしたのである。というのも、その災難が彼を襲ったとき、彼はその悪が恥ずべきことと思われるために途方に暮れ、静かに病気になり、痛みもなく横たわっていたが、彼の顔色はすっかり変わり、体は日ごとに衰えていったからである。しかし医師は、彼が何の明らかな原因もなしに病気になっているのを見て、その病は恋煩いであると察知した。隠された愛には多くの兆候がある。すなわち、弱々しい目つき、声、顔色、そして涙である。これを知った医師は次のようにした。右手で若者の心臓の鼓動を押さえ、家じゅうのすべての人を呼び集めた。他のすべての者が入ってくるとき、若者は大いに落ち着いていたが、義母がやって来ると、顔色を変え、汗をかき始め、震えに襲われ、心臓は激しく鼓動した。これらの出来事は医師にとって恋煩いを明白なものとし、彼は次のようにして彼を治療した。
- 15ὡς γάρ μιν ἡ Ῥέη ἔτεμεν
対格の代名詞 μιν(アッティスを指す)が能動態アオリスト ἔτεμεν の直接目的語であり、主語は主格の名詞 ἡ Ῥέη。アッティスが「自ら去勢した」とする神話の一般的なバージョンと異なり、ここではレアー自身が彼を去勢したという能動態の構文をとっている。
- 17τῆς ὁ πρόγονος ἠρήσατο
関係代名詞の属格 τῆς(先行詞は Stratonice)は、恋慕を表す動詞 ἠρήσατο(ἐράω のイオン方言的アオリスト中動態、または写本異読)の支配格。この一節は、継母に恋焦がれたアンティオコスと、それを見破った医師エラシストラトスの有名な歴史的逸話を指している。
- 17εἶχε τοῦ νεηνίσκου τὴν καρδίην
「若者の心臓を(手で)持った(押さえた)」とは、文脈から脈拍の変化(動悸)を注意深く測定・観察したことを示す表現。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
