§7Πολύστρατος
ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἔλεγεν, τὰ μὲν ἄλλα ἐπαινοῦσα τοῦ συγγράμματος, ἓν δὲ τοῦτο οὐ φέρουσα, ὅτι θεαῖς αὐτήν, Ἥρᾳ καὶ Ἀφροδίτῃ, εἴκασας·
波利斯特拉托斯她说了这些及类似的话,虽然称赞了著作的其他部分,却无法忍受这一点,即你把她比作女神——赫拉和阿佛洛狄忒。
ὑπὲρ ἐμὲ γάρ,
φησίν,
μᾶλλον δὲ ὑπὲρ ἅπασαν τὴν ἀνθρωπίνην φύσιν τὰ τοιαῦτα.
“因为这类事,”她说,“超越了我,或者说,超越了所有人类的天性。
ἐγὼ δέ σε οὐδʼ ἐκεῖνα ἠξίουν, ταῖς ἡρωΐναις παραθεωρεῖν με Πηνελόπῃ καὶ Ἀρήτῃ καὶ Θεανοῖ, οὐχ ὅπως θεῶν ταῖς ἀρίσταις.
我甚至不认为你配将我与那些女英雄——潘妮洛佩、阿瑞忒和塞阿诺相提并论,更不用说那些最伟大的女神了。
καὶ γὰρ αὖ καὶ τόδε, πάνυ,
ἔφη,
τὰ πρὸς τοὺς θεοὺς δεισιδαιμόνως καὶ ψοφοδεῶς ἔχω.
此外,”她说,“在对待神灵的事上,我非常迷信且充满恐惧。
δέδια τοίνυν μὴ κατὰ τὴν Κασσιέπειαν εἶναι δόξω τὸν τοιοῦτον ἔπαινον προσιεμένη· καίτοι Νηρηΐσιν ἐκείνη ἀντεξητάζετο, Ἥραν δὲ καὶ Ἀφροδίτην ἔσεβεν.
因此,我害怕自己若接受了这样的赞美,会显得像卡西奥佩娅一样;尽管她当年只是与涅瑞伊得斯们相比,而对赫拉和阿佛洛狄忒仍怀有敬畏。
§8Πολύστρατος
ὥστε, ὦ Λυκῖνε, μεταγράψαι σε τὰ τοιαῦτα ἐκέλευσεν, ἢ αὐτὴ μὲν μαρτύρεσθαι τὰς θεὰς ὡς ἀκούσης αὐτῆς γέγραφας, σὲ δὲ εἰδέναι ὅτι ἀνιάσει αὐτὴν τὸ βιβλίον οὕτω περινοστοῦν ὥσπερ νῦν σοι διάκειται, οὐ μάλα εὐσεβῶς οὐδὲ ὁσίως τὰ πρὸς τοὺς θεούς.
” 波利斯特拉托斯因此,卢基诺斯啊,她命令你改写这些内容,否则她将向女神们证明,你是在她不情愿的情况下写下这些的,而你也该知道,如果这本书像现在这样——在对待神灵的事上既不虔诚也不神圣地传阅,将会使她感到痛苦。
ἐδόκει τε ἀσέβημα ἑαυτῆς καὶ πλημμέλημα τοῦτο δόξειν, εἰ ὑπομένοι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις ὁμοία λέγεσθαι·
她认为,如果她容忍自己被称为与克尼多斯和花园中的女神相似,这将被视为她自己的不敬与过错。
καί σε ὑπεμίμνησκε τῶν τελευταίων ἐν τῷ βιβλίῳ περὶ αὐτῆς εἰρημένων, ὅτι μετρίαν καὶ ἄτυφον ἔφης αὐτὴν οὐκ ἀνατεινομένην ὑπὲρ τὸ ἀνθρώπινον μέτρον, ἀλλὰ πρόσγειον τὴν πτῆσιν ποιουμένην, ὁ δὲ ταῦτα εἰπὼν ὑπὲρ αὐτὸν τὸν οὐρανὸν ἀναβιβάζεις τὴν γυναῖκα, ὡς καὶ θεαῖς ἀπεικάζειν.
她还提醒你,你在书的末尾提到关于她的那些话:你说她温和而不虚荣,没有超越人类的尺度,而是贴近地面飞行;但说这些话的你,却把这个女人提升到了天之上,甚至拿她与女神们相媲美。
§9Πολύστρατος
ἠξίου δέ σε μηδὲ ἀξυνετωτέραν αὐτὴν ἡγεῖσθαι τοῦ Ἀλεξάνδρου, ὃς τοῦ ἀρχιτέκτονος ὑπισχνουμένου τὸν Ἄθω ὅλον μετασχηματίσειν καὶ μορφώσειν πρὸς αὐτόν, ὡς τὸ ὄρος ἅπαν εἰκόνα γενέσθαι τοῦ βασιλέως, ἔχοντα δύο πόλεις ἐν ταῖν χεροῖν, οὐ προσήκατο τὴν τερατείαν τῆς ὑποσχέσεως, ἀλλʼ ὑπὲρ αὐτὸν ἡγησάμενος τὸ τόλμημα ἔπαυσεν τὸν ἄνθρωπον οὐ πιθανῶς κολοσσοὺς ἀναπλάττοντα καὶ τὸν Ἄθω κατὰ χώραν ἐᾶν ἐκέλευσεν μηδὲ κατασμικρύνειν ὄρος οὕτω μέγα πρὸς μικροῦ σώματος ὁμοιότητα.
波利斯特拉托斯她也要求你不要认为她比亚历山大更愚蠢。 当那位建筑师许诺要重新塑造和改变整个阿托斯山,使其完全成为国王的形象,双手捧着两座城市时,亚历山大并没有接受这个荒谬的承诺,而是认为这种大胆的举动超越了自己,制止了那个难以令人信服地塑造巨像的人,并命令他让阿托斯山留在原处,不要将如此巨大的山缩减到像一个小身体。
ἐπῄνει δὲ τὸν Ἀλέξανδρον τῆς μεγαλοψυχίας καὶ ἀνδριάντα μείζω τοῦτον τοῦ Ἄθω ἔλεγεν αὐτοῦ ἀνεστάναι ἐν ταῖς τῶν ἀεὶ μεμνησομένων διανοίαις·
她赞美亚历山大的大度,并说,这尊比阿托斯山还要巨大的他的雕像,已经树立在那些将永远怀念他的人的心中。
οὐ γὰρ μικρᾶς εἶναι γνώμης ὑπεριδεῖν οὕτω παραδόξου τιμῆς.
因为轻视如此非凡的荣誉,并不是狭隘心胸的表现。
§10Πολύστρατος
καὶ ἑαυτὴν οὖν τὸ μὲν πλάσμα σου ἐπαινεῖν καὶ τὴν ἐπίνοιαν τῶν εἰκόνων, μὴ γνωρίζειν δὲ τὴν ὁμοιότητα·
波利斯特拉托斯因此,她自己一方面称赞你的创作和对肖像的构思,另一方面却不认同这种相似性。
μὴ γὰρ εἶναι τῶν τηλικούτων ἀξίαν, μηδὲ ἐγγύς, ὅτι μηδὲ ἄλλην τινά, γυναῖκά γε οὖσαν·
因为她配不上如此崇高的人物,甚至差得很远,毕竟她只是个普通的女人。
ὥστε ἀφίησί σοι ταύτην τὴν τιμὴν καὶ προσκυνεῖ σου τὰ ἀρχέτυπα καὶ παραδείγματα.
所以,她把这份荣誉让给你,并崇拜你的原型和榜样。
σὺ δὲ τὰ ἀνθρώπινα ταῦτα ἐπαίνει αὐτήν, μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα,
μὴ καὶ ἐπιστομίσῃ με,
φησίν,
ἐμπεριπατοῦσαν αὐτῷ.
而你,应该在这些人类的事情上称赞她,鞋子不要比脚大,“免得,”她说,“当我穿着它散步时绊倒我。
§11Πολύστρατος
κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο.
” 波利斯特拉托斯她还叮嘱我告诉你这件事。
ἀκούω,
ἔφη,
πολλῶν λεγόντων — εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε — μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως.
“我听,”她说,“许多人说——如果是真的,你们男人会知道——甚至在奥林匹亚,也不允许获胜者树立比身体更大的雕像,而是由裁判官们负责,确保没有一个超过真实的比例,而且对雕像的审查比对运动员的资格审查还要严格。
ὥστε ὅρα,
ἔφη,
μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα.
因此,注意,”她说,“免得我们在尺度上承担撒谎的罪名,然后裁判官们把我们的雕像推倒。
§12Πολύστρατος
ταῦτα μὲν ἔλεγεν ἐκείνη.
” 波利斯特拉托斯她说了这些话。
σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ θεῖον·
而你,卢基诺斯啊,考虑一下你将如何重新修饰这本书并删去这些内容,不要对神明犯错。
ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ.
因为她在阅读这些内容时感到非常不快和战栗,并祈求女神们对她仁慈。
καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν.
如果她表现出了女人的脆弱,也请你宽恕。
καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι ἔδοξε.
然而,说实话,连我自己也有类似的感觉。
τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα.
因为起初听的时候,我并没看出写的内容有什么不妥,但当她指出后,我自己也开始对这些内容产生同样的看法,经历了一件类似于我们在面对所见之物时所经历的事情:如果我们非常近距离地、在眼皮底线观察某物,就无法准确地辨别任何东西,但如果我们退到适当的距离观看,一切,好与不好的,都会清晰地呈现出来。