← ルキアノス

『肖像』の弁明

§7-12

女性の改訂要求とポリュストラトスの助言

ポリュストラトスは、あの女性(パンテイア)が女神に例えられるのを恐れ多く思い、また謙虚さの模範としてアレクサンドロス大王の逸話を引いて書き直すよう求めてきたことを伝えます。これを聞いたポリュストラトス自身も、距離を置くことで初めて作品の客観的な誇張に気づき、リュキノスに本を改訂するよう勧めます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

Πολύστρατος ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἔλεγεν, τὰ μὲν ἄλλα ἐπαινοῦσα τοῦ συγγράμματος, ἓν δὲ τοῦτο οὐ φέρουσα, ὅτι θεαῖς αὐτήν, Ἥρᾳ καὶ Ἀφροδίτῃ, εἴκασας· ὑπὲρ ἐμὲ γάρ, φησίν, μᾶλλον δὲ ὑπὲρ ἅπασαν τὴν ἀνθρωπίνην φύσιν τὰ τοιαῦτα. ἐγὼ δέ σε οὐδʼ ἐκεῖνα ἠξίουν, ταῖς ἡρωΐναις παραθεωρεῖν με Πηνελόπῃ καὶ Ἀρήτῃ καὶ Θεανοῖ, οὐχ ὅπως1 θεῶν ταῖς ἀρίσταις. καὶ γὰρ αὖ καὶ τόδε, πάνυ, ἔφη, τὰ πρὸς τοὺς θεοὺς δεισιδαιμόνως καὶ ψοφοδεῶς ἔχω. δέδια τοίνυν μὴ κατὰ τὴν Κασσιέπειαν εἶναι δόξω τὸν τοιοῦτον ἔπαινον προσιεμένη· καίτοι Νηρηΐσιν ἐκείνη ἀντεξητάζετο, Ἥραν δὲ καὶ Ἀφροδίτην ἔσεβεν.

Πολύστρατος 「彼女はこれらやこれに類することを語っていました。著作の他の部分を称賛しつつも、この一点、あなたが彼女を女神たち、すなわちヘラやアプロディテに例えたことだけは耐えられないとして。『というのも、そのようなことは私を超えており、』と彼女は言っています、『むしろ、すべての人間的な本性を超えているからです。私はあなたに、女神たちのうちで最も優れた者たちはおろか、ヒロインたち、すなわちペネロペやアレテ、テアノと私を比較することさえ求めてはいなかったのです。その上また、この点においても、神々に対して私は』と彼女は言いました、『きわめて畏れ多く、怯えを抱いているのです。それゆえ、このような称賛を受け入れることで、私がカッシオペイアのようになってしまわないかと恐れています。もっとも、あの女はネレイスたちと自分を競わせたのですが、ヘラやアプロディテに対しては崇敬の念を抱いていました。』

§8

Πολύστρατος ὥστε, ὦ Λυκῖνε, μεταγράψαι σε τὰ τοιαῦτα ἐκέλευσεν, ἢ αὐτὴ μὲν μαρτύρεσθαι τὰς θεὰς ὡς ἀκούσης αὐτῆς γέγραφας, σὲ δὲ εἰδέναι2 ὅτι ἀνιάσει αὐτὴν τὸ βιβλίον οὕτω περινοστοῦν ὥσπερ νῦν σοι διάκειται, οὐ μάλα εὐσεβῶς οὐδὲ ὁσίως τὰ πρὸς τοὺς θεούς. ἐδόκει τε ἀσέβημα ἑαυτῆς καὶ πλημμέλημα τοῦτο δόξειν, εἰ ὑπομένοι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις ὁμοία λέγεσθαι· καί σε ὑπεμίμνησκε τῶν τελευταίων ἐν τῷ βιβλίῳ περὶ αὐτῆς εἰρημένων, ὅτι μετρίαν καὶ ἄτυφον ἔφης αὐτὴν οὐκ ἀνατεινομένην ὑπὲρ τὸ ἀνθρώπινον μέτρον, ἀλλὰ πρόσγειον τὴν πτῆσιν ποιουμένην, ὁ δὲ ταῦτα εἰπὼν ὑπὲρ αὐτὸν τὸν οὐρανὸν ἀναβιβάζεις τὴν γυναῖκα, ὡς καὶ θεαῖς ἀπεικάζειν.

Πολύστρατος それゆえ、リュキノスよ、彼女はあなたにそのような箇所を書き直すように命じました。さもなければ、自分は嫌がっていたのにあなたが書いたのだと彼女自身が女神たちに申し立てることになり、また、現在のあなたの書かれ方のまま、神々に対してあまり敬虔でも清らかでもない状態で本が世に回るなら、それは彼女を苦しめることになるとあなたに知っておいてほしい、とのことです。そして、もしクニドスの女神や庭園の女神に似ていると言われることを容認するなら、これは自分自身の不敬神であり過ちであると見なされるだろうと考えていました。また彼女は、本の中で最後に彼女について語られていたこと、すなわち、彼女は謙虚で高慢でなく、人間の尺度を超えて背伸びすることなく、地に近いところを飛んでいるとあなたが言ったことを、あなたに思い出させていました。そのようなことを言っておきながら、あなたはあの女性を天そのものの上(天より高く)にまで引き上げ、女神たちにまでなぞらえているのです。

§9

Πολύστρατος ἠξίου δέ σε μηδὲ ἀξυνετωτέραν αὐτὴν ἡγεῖσθαι τοῦ Ἀλεξάνδρου, ὃς τοῦ ἀρχιτέκτονος ὑπισχνουμένου τὸν Ἄθω ὅλον μετασχηματίσειν καὶ μορφώσειν πρὸς αὐτόν, ὡς τὸ ὄρος ἅπαν εἰκόνα γενέσθαι τοῦ βασιλέως, ἔχοντα δύο πόλεις ἐν ταῖν χεροῖν, οὐ προσήκατο τὴν τερατείαν τῆς ὑποσχέσεως, ἀλλʼ ὑπὲρ αὐτὸν ἡγησάμενος τὸ τόλμημα ἔπαυσεν τὸν ἄνθρωπον οὐ πιθανῶς κολοσσοὺς ἀναπλάττοντα καὶ τὸν Ἄθω κατὰ χώραν ἐᾶν ἐκέλευσεν μηδὲ κατασμικρύνειν ὄρος οὕτω μέγα πρὸς μικροῦ σώματος ὁμοιότητα. ἐπῄνει δὲ τὸν Ἀλέξανδρον τῆς μεγαλοψυχίας καὶ ἀνδριάντα μείζω τοῦτον τοῦ Ἄθω ἔλεγεν αὐτοῦ ἀνεστάναι ἐν ταῖς τῶν ἀεὶ μεμνησομένων διανοίαις· οὐ γὰρ μικρᾶς εἶναι γνώμης ὑπεριδεῖν οὕτω παραδόξου τιμῆς.

Πολύστρατος また、彼女をアレクサンドロスよりも愚かだと思わないでほしいと求めていました。彼は、建築家がアトス山全体を彼の姿に再形成し形作って、山全体がその両手に二つの都市を抱える王の肖像となるようにすると約束したとき、その怪異な約束を受け入れず、その不遜な企ては自分を超えていると考えて、信じがたい巨像を形作ろうとするその男を制止し、アトス山をそのままの場所にとどめ、これほど巨大な山を小さな身体の類似物に縮小してしまわないようにと命じたのです。そして彼女は、アレクサンドロスのその気高さを称賛し、このアトス山よりも巨大な彼の銅像こそが、いつまでも彼を記憶し続ける人々の心の中に打ち立てられているのだと言いました。というのも、これほど並外れた栄誉を侮ることは、器の小さな精神のなせる業ではないからです。

§10

Πολύστρατος καὶ ἑαυτὴν οὖν τὸ μὲν πλάσμα σου ἐπαινεῖν καὶ τὴν ἐπίνοιαν τῶν εἰκόνων, μὴ γνωρίζειν δὲ τὴν ὁμοιότητα· μὴ γὰρ εἶναι τῶν τηλικούτων ἀξίαν, μηδὲ ἐγγύς, ὅτι μηδὲ ἄλλην τινά, γυναῖκά γε οὖσαν· ὥστε ἀφίησί σοι ταύτην τὴν τιμὴν καὶ προσκυνεῖ σου τὰ ἀρχέτυπα καὶ παραδείγματα. σὺ δὲ τὰ ἀνθρώπινα ταῦτα ἐπαίνει αὐτήν, μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα,3 μὴ καὶ ἐπιστομίσῃ με, φησίν, ἐμπεριπατοῦσαν αὐτῷ.

Πολύστρατος それゆえ彼女自身も、あなたの創作物や肖像の着想自体は称賛しているものの、その類似性については認めていません。なぜなら、自分はそれほど大きなものに値せず、また近くすらなく、そもそも女性である以上、他のいかなる女性も値しないからです。したがって、彼女はこの栄誉をあなたに譲り、あなたのお手本や手本たちを崇拝する、と言っています。だから、あなたは彼女をこれらの人間的な事柄において称賛し、靴が足よりも大きくならないようにしてほしい、とのことです。『私がその靴を履いて歩き回るときに、私を転ばせてしまうことのないように』と彼女は言っています。

§11

Πολύστρατος κἀκεῖνο δὲ εἰπεῖν σοι ἐνετείλατο. ἀκούω, ἔφη, πολλῶν λεγόντων — εἰ δὲ ἀληθές, ὑμεῖς οἱ ἄνδρες ἴστε — μηδʼ Ὀλυμπίασιν ἐξεῖναι τοῖς νικῶσι μείζους τῶν σωμάτων ἀνεστάναι τοὺς ἀνδριάντας, ἀλλὰ ἐπιμελεῖσθαι τοὺς Ἑλλανοδίκας ὅπως μηδὲ εἷς ὑπερβάληται τὴν ἀλήθειαν, καὶ τὴν ἐξέτασιν τῶν ἀνδριάντων ἀκριβεστέραν γίγνεσθαι τῆς τῶν ἀθλητῶν ἐγκρίσεως. ὥστε ὅρα, ἔφη, μὴ αἰτίαν λάβωμεν ψεύδεσθαι ἐν τῷ μέτρῳ, κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα.4

Πολύστρατος そして彼女は、次のこともあなたに伝えるよう私に言いつけました。『私は多くの人が言うのを聞いています――それが真実かどうかは、あなたがた男性たちが知っていることですが――オリンピアにおいてすら、勝者たちが自分の身体よりも大きな彫像を建てることは許されておらず、ヘラノディカイたちが、誰一人として真実を超えてしまわないように配慮しており、彫像の審査はアスリートの出場資格審査よりも厳格に行われる、と。ですから、気をつけてください』と彼女は言いました、『私たちが尺度の点で虚偽の罪に問われ、その結果ヘラノディカイたちによって私たちの肖像が倒されてしまうことのないように。』

§12

Πολύστρατος ταῦτα μὲν ἔλεγεν ἐκείνη. σὺ δὲ σκόπει, ὦ Λυκῖνε, ὅπως μετακοσμήσεις τὸ βιβλίον καὶ ἀφαιρήσεις τὰ τοιαῦτα, μηδὲ σφαλῇς πρὸς τὸ θεῖον· ὡς ἐκείνη πάνυ γε αὐτὰ ἐδυσχέραινεν καὶ ὑπέφριττεν μεταξὺ ἀναγιγνωσκομένων καὶ παρῃτεῖτο τὰς θεὰς ἵλεως εἶναι αὐτῇ. καὶ συγγνώμη, εἰ γυναικεῖόν τι ἔπαθεν. καίτοι εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ αὐτῷ ἐμοὶ τοιοῦτόν τι ἔδοξε. τὸ μὲν γὰρ πρῶτον ἀκούων οὐδὲν πλημμέλημα ἐνεώρων τοῖς γεγραμμένοις, ἐπεὶ δὲ ἐκείνη ἐπεσημήνατο, καὶ αὐτὸς ἄρχομαι τὰ ὅμοια γιγνώσκειν περὶ αὐτῶν, καὶ παραπλήσιόν τι ἔπαθον οἷς ἐπὶ τῶν ὁρωμένων πάσχομεν· ἢν μὲν πάνυ ἐγγύθεν σκοπῶμέν τι καὶ ὑπὸ τῶν ὀφθαλμῶν αὐτῶν, οὐδὲν ἀκριβὲς διαγιγνώσκομεν, ἢν δὲ ἀποστάντες ἐκ τοῦ συμμέτρου διαστήματος ἴδωμεν, ἅπαντα σαφῶς καταφαίνεται, τὰ εὖ καὶ τὰ μὴ οὕτως ἔχοντα.

Πολύστρατος 彼女は以上のように語っていました。ですから、リュキノスよ、あなたはどのようにして本を改訂し、そのような箇所を取り除くか、そして神聖なものに対して過ちを犯さないようにするかをよく考えてください。何しろ彼女は、それらを読んでいる間中、大いに不快に思い、身震いし、女神たちに自分に対して慈悲深くあってくれるよう懇願していたのですから。彼女が女性らしい弱さを見せたのだとしても、どうかお許しください。もっとも、真実を言うべきであるなら、私自身にとってもそのようなものだと思われたのですが。というのも、最初は聞いていても、書かれていることに何の過ちも見出せなかったのですが、彼女が指摘してからは、私もそれらについて同様に考えるようになり、私たちが見えるものに対して経験するのと同様のことを経験したのです。もし私たちが何かをきわめて間近で、目のすぐ下で見るなら、何一つ正確に見極めることはできませんが、もし適切な距離に身を退いて見るなら、優れた点もそうでない点も、すべてがはっきりと明らかになるのです。」

構文注4 件
  1. 7οὐχ ὅπως

    「~はおろか(~ではない)」を意味する慣用表現。直前の ταῖς ἡρωΐναις παραθεωρεῖν με... に対する否定の強調を伴う。

  2. 8ἢ αὐτὴ μὲν μαρτύρεσθαι ... σὲ δὲ εἰδέναι

    前文の ἐκέλευσεν(彼女は命じた)から続く対格不定詞構文(または命令の意味の不定詞)。αὐτὴ μὲν は主格で、不定詞の主語が主節の主語(彼女)と一致するため対格ではなく主格(呼応)になっている。一方、σὲ δέ は対格であり、不定詞 εἰδέναι の意味上の主語が「あなた」に切り替わっている。

  3. 10μηδὲ ὑπὲρ τὸν πόδα ἔστω τὸ ὑπόδημα

    「靴は足を超えて(大きく)あってはならない」という諺表現。過度な称賛(身の丈に合わない過分な栄誉)を戒める文脈で用いられている。ἔστω は三人称単数命令法現在。

  4. 11κᾆτα ἡμῶν ἀνατρέψωσιν οἱ Ἑλλανοδίκαι τὴν εἰκόνα

    κᾆτα は καὶ εἶτα(そしてその後に)の縮約。接続法 ἀνατρέψωσιν は、前文の ὅρα μὴ... (~しないように注意せよ)の懸念を表す従属節(μὴ ... λάβωμεν)に連動する、二つ目の否定目的節(あるいは結果・並列)の接続法である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg040.humanitext-grc2:7-12